De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ γὰρ λέγειν τὸν μὲν οἶνον ἐκτείνεσθαι, τὸ δὲ ὕδωρ συστέλλεσθαι καὶ οὕτως εἰς τὸ μέσον ἥκειν, τοῦ μὲν ὕδατος ἀποβάλλοντος ἥμισυ κοτύλης, τοῦ δ’ οἴνου προσλαμβάνοντος τὸ τοσοῦτον, λίαν ἄτοπόν ἐστιν αἰτούμενον.

καὶ ὁ σταλαγμὸς δὲ ὁ μεμιγμένος τῇ θαλάττῃ αὐτὸς ἴσος ἔσται κατὰ τὸ ποσὸν τῇ πάσῃ θαλάττῃ, ἢ πᾶσα ἡ θάλασσα τῷ σταλαγμῷ.

ἄλλως γὰρ οὐχ οἷόν τε παρισωθῆναι αὐτὰ καὶ μιχθῆναι ἀλλήλοις κατ᾿ αὐτούς.

ἔτι πῶς ὁ σταλαγμὸς τοῦ ὕδατος ὁ τῇ θαλάττῃ παρεκετινόμενος ἐπὶ τοσοῦτον λεπτυνόμενος ὕδωρ ἔτι μένει;

διακρινόμενος γὰρ καὶ ἐπιτεινόμενος εἰς τοσοῦτο φθάσαι ἂν πῦρ γενόμενος.

πολλῷ γὰρ ἥττων ἡ διάκρισις ταύτης ἀέρα μὲν ἐξ ὕδατος, ἐκ δὲ ἀέρος πῦρ ποιεῖ·

ἔτι ὡς ἄτοπον τὸ ἐξ ἀμεγεθῶν μέγεθος ποιεῖν, οὕτως ἄτοπον καὶ τὸ ἐκ μεγεθῶν μηδὲν μέγεθος ποιεῖν, ὃ ἕπεται τοῖς δύο σώματα ἐν ταὐτῷ τόπῳ ποιοῦσιν.

μεγέθη γὰρ ὄντα οὐδὲν συναυξήσει.