De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἢ γὰρ κενὸν ἔσται, ὃ καθέξει, ἢ ἄλλο τι ἐξ ἀνάγκης ἔσται ζῴου σῶμα, εἰς ὃ μεταβήσεται, καὶ οὕτως οὐδέποτε ψυχὴ ἔξω σώματός τε καὶ ζῴου ἔσται.

ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ πυρὸς τοῦ ὄντος ἐν τῷ σιδήρῳ.

ἔτι, ὅταν οἴνου κοτύλη δύο κοτύλαις ὕδατος μιχθῇ, γίνεται μὲν τὸ πᾶν κρᾶμα καὶ μῖγμα τρικοτυλιαῖον.

πῶς δὲ κατ᾿ ἐκείνους οἷόν τε;

εἰ γὰρ ἡ τοῦ οἴνου κοτύλη διὰ παντὸς τοῦ ὕδατος ἐχώρησεν καὶ παρισώθη αὐτῷ, ἢ τέσσαρες ἔσονται κοτύλαι τὸ πᾶν (καὶ γὰρ ὁ οἶνος τῷ ὕδατι ἴσος γέγονεν κατὰ τὸ ποσόν, ὥστε δύο κοτυλῶν·

οὐ γὰρ δὴ ἰσωθεὶς κοτύλαις δύο κοτυλιαῖος ἔτι ἔσται·

ἀδύνατον γὰρ ἦν τὸ διπλάσιον ἴσον τῷ ἡμίσει εἶναι), ἢ ἀνάπαλιν τὸ ὕδωρ τῷ οἴνῳ ἴσον ἔσται καὶ ἔσται κοτύλης·

καὶ οὕτως πάλιν τὸ μῖγμα δύο κοτυλῶν.