De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Νοῦς ἐστι κατὰ Ἀριστοτέλη τριττός, ὁ μὲν γάρ τίς ἐστι νοῦς ὑλικός.

ὑλικὸν δὲ λέγω οὐ τῷ ὑποκείμενόν τινα εἶναι ὥσπερ τὴν ὕλην (ὕλην γὰρ λέγω ὑποκείμενόν τι δυνάμενον εἴδους τινὸς παρουσίᾳ τόδε τι γενέσθαι), ἀλλ᾿ ἐπεὶ τῇ ὕλῃ τὸ εἶναι ὕλῃ ἐν τῷ δύνασθαι πάντα, ἐν ᾧ τὸ δύνασθαι καὶ αὐτὸ τὸ δυνάμει, καθόσον ἐστὶ τοιοῦτον, ὑλικόν.

καὶ δὴ καὶ νοῦς ὁ μήπω μὲν νοῶν, δυνάμενος δὲ τοιοῦτος γενέσθαι, ὑλικός, καὶ ἡ δύναμις ἡ τοιαύτη τῆς ψυχῆς ὁ ὑλικὸς νοῦς, οὐδὲν μὲν ἐνεργείᾳ τῶν ὄντων ὤν, δυνάμενος δὲ πάντα γίνεσθαι, εἴ γε πάντων τῶν ὄντων οἷόν τε νόησιν γενέσθαι.

τὸ γὰρ πάντων μέλλον ἀντιλήψεσθαι οὐδὲν αὐτῶν εἶναι δεῖ κατὰ τὴν οἰκείαν φύσιν ἐνεργείᾳ.