De anima

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Τἴς μὲν οὖν ἡ τῆς ψυχῆς οὐσία, καὶ τίνα τὰ ἑπόμενα αὐτῇ. ὡς ἦν οἷόν τε δι’ ὀλίγων καθόλου συλλέξαντας εἰπεῖν περὶ αὐτῆς, δεδηλώκαμεν· ἀκόλουθον δὲ ἑξῆς περὶ τῶν μερῶν αὐτῆς εἰπεῖν, πόσα τε καὶ τίνα. δείξαντας πρῶτον, ὅτι πλείω τέ ἐστι καὶ πεπερασμένα. τοῦ μὲν οὖν πλείους δυνάμεις τῆς ψυχῆς εἶναι καὶ μὴ τὴν αὐτὴν ταῖς μεταβολαῖς καὶ ἄλλοτε πρὸς ἄλλα τε καὶ δι’ ἄλλων ἐνεργείαις δοκεῖν πλείους εἶναι, ὡς Δημοκρίτῳ τε καὶ ἄλλοις τισὶν δοκεῖ, ἱκανὴ δεῖξαι καὶ ἡ ἐπὶ τῶν ἐγκρατῶν τε καὶ ἀκρατῶν μάχη πρὸς ἀλλήλας τῶν δυνάμεων. φανερώτατα δ’ ἂν δεικνύοιτο καὶ διὰ τοῦ μηδὲν τὴν φύσιν δοκεῖν μάτην ποιεῖν, εἶναι δέ τινα 〈ζῷα〉. ἃ δύναμιν ψυχῆς ἔχοντα μηκέτ’ ἐνεργεῖν κατὰ τὰς ἄλλας ἐνεργείας δύναται καίτοι τῶν πραγμάτων ὄντων περὶ ἃ αἱ κατ’ ἐκείνας τὰς δυνάμεις ἐνέργειαι. εἰ γὰρ λέγοι τις δι’ ὀργάνων ἀπορίαν ἐν τούτοις μὴ γίνεσθαι τὰς ἐνεργείας, ἀναιρήσει τὸ μηδὲν μάτην ποιεῖν τὴν φύσιν. μάτην γὰρ ἔσται πλείους ἐνεργείας ἐνεργεῖν ἡ ψυχὴ ἡ ἐν ἐκείνοις δυναμένη, εἴ γε ὑπ’ αὐτῆς τῆς φύσεως ἐνεργεῖν καὶ αὐτὰς δι’ ἀπορίαν ὀργάνων κωλύεται. ἔτι τε πῶς οὐκ ἄτοπον τὸ τὸν ἄνθρωπον λέγειν τῶν βατράχων καὶ τῶν τυχόντων ζῴων διαφέρειν μὴ τῇ τῆς ψυχῆς δυνάμει, ἀλλὰ ὀργανικῷ τινι σώματι; οὐδέν τε διοίσει τῆς ὑπό τινων λεγομένης μετεμψυχώσεως ἥδε ἡ δόξα, εἰ μὴ παρὰ τὰς τῆς ψυχῆς δυνάμεις, ἀλλὰ παρὰ τὰ ὄργανα ἡ τῶν ζῴων καὶ τῶν ἐνεργειῶν αὐτῶν γίνεται διαφορά. ἡ αὐτὴ μὲν γὰρ ἐν πᾶσι τοῖς ἐμψύχοις [*](1 καὶ—αὐτῇ] von d en Dingen welche ihr zukommen 3 ἀκόλουθον] daran knupft sich und damit verbindet sich 4—8 τοῦ μὲν—δυνάμεων] wir sagen es genugt zur Nachweisung, dass die Kräfte der Seele mehr als eine sind, und dass sie furwahr nicht eine Kraft sind, uni [damit] geglaubt werde, dass sie mehr als eine sind in ihren Veränderungen und ihren Wirkungen zu versehiedenen eiten und in verschiedenen Dingen, wie Demokritos und andere Leute meinen, b ei (sic) dem Krieg weleher unter den Kraften stattindet zwischen der einen und der anderen, indem der seine Seele be- waltigt und sie uberwindet [i. e. sich beherrscht] 8 φανερώτατα] klar und im hochsten Grade offenbar 9—10 εἶναι—δύναται] Wir finden manches hier, welches eine der Krafte der Seele besitzt, aber die anderen Wirkungen derselben nicht gleichfalls ausiuen kann 11 καίτοι—ἐνέργειαι] obwohl die Zustände (Ggenstande), deren es fur dis Wirkungen bedarf, die man durch jene Krafte ausiubt, vorhanden sind 12 δι’ — ἀπορίαν] wegen des Mangels an Orgunen μὴ] in interpretatione arabica deesse notat Hebraeus 13 μάτην] zwecklos inhaltlos 15 ἐνεργεῖν καὶ αὐτὰς] jene Wirkungen auszuuben δι’ ἀπορίαν ὀργάνων] dadurch dass sie entzieht und mangeln lasst die Organe κωλύεται] addit: bei einigen von ihnen 16 τῶν τυχόντων ζῴων] dem geringsten der Τhiere 18 οὐδὲν διοίσει . . ἥδε ἡ δόξα] diese Ansicht widerspricht nicht der Ansicht]) [*](2 οἶόνται V 3 ,,πόσα καὶ τίνα μέρη τῆς ψυχῆς.“ ἀκόλουθον δὲ V: πόσα—ψυχῆς post γεννωμένην (26,29) inserit a: Post δεδηλώκαμεν in interpretatione hebraica maior incisio 7 ἐγκρατων. . ἀκράτων Va 9 μάτην δοκεῖν a ξῷα addidi cf. int. hebr. 10 κατὰ] Arabs καὶ legisse videtur ἐνεργείας insiticium videtur 12 ἀπορίαν om. m1 ἀνεπιτηδειότητα ἢ ἀπορίαν m2 in mg. adscripsit V: om. a cf. raef. 13 ante τὸ paululum erasum V μά τὴν V 15 καὶ αὐτὰς] cf. p. 25,15 et Ind. 17 ὀργανικῶ a 18 τε cf. p.15,18)

28
ἔσται ψυχή, κατὰ δὲ τὰς τῶν σωμάτων διαφορὰς διαφόρως ἐνεργήσει· ὃ κἀκεῖνοι λέγουσιν.

Ὅτι μὲν οὖν πλείους αἱ τῆς ψυχῆς δυνάμεις, δῆλον ἐκ τῶν εἰρημένων, ὅτι δ’ οὐκ ἄπειροι, καὶ τοῦτο δῆλον ἐκ τοῦ μηδὲν μὲν μάτην ποιεῖν τὴν φύσιν, μάτην δὲ λέγεσθαι τὴν τῶν δυνάμεων ἀπειρίαν, εἴ γε μὴ οἷόν τέ ἐστι ζῷόν τι κατὰ ἀπείρους δυνάμεις ἐνεργεῖν. ἔτι ὡς τὰ τοῦ σώματος τοῦ ἔχοντος τὴν ψυχὴν μόρια πεπερασμένα, εὔλογον καὶ τὰ τῆς ἐν αὐτῷ ψυχῆς. ἔτι πάντα ἡ φύσις ἕνεκά του ποιεῖ, καὶ ἐν οἷς τὸ μὲν πρῶτόν ἐστι, τὸ δὲ δεύτερον, ἀεὶ τὸ πρῶτον ἐπὶ τὸ δεύτερον ἔχει τὴν ἀναφοράν. ἡ δὲ ψυχὴ φύσις καὶ φύσει τε καὶ τάξις τίς ἐστι τῶν ἐν αὐτῇ δυνάμεων. ἔστιν ἄρα τις ἐν αὐταῖς τελευταία, ἧς χάριν αἱ πρὸ αὐτῆς. ἀναιρεθήσεται γὰρ τὸ τὴν φύσιν ἕνεκά του ποιεῖν πάντα, εἰ ἐπ’ ἄπειρον ἡ πρόοδος εἴη τῶν τῆς ψυχῆς δυνάμεων· ἐπεὶ δὲ πλείους τε αἱ τῆς ψυχῆς δυνάμεις καὶ πεπερασμέναι, ἐπισκεπτέον, πόσαι τε καὶ τίνες. ἐπεὶ γάρ, ὡς ἤδη προείρηται, τῶν ἐχόντων ἐν αὐτοῖς τὸ πρῶτόν τε καὶ δεύτερον καὶ τὸ ἀτελέστερόν τε καὶ τελειότερον οὐχ οἷόν τε διά τινος κοινοῦ λόγου τὴν οὐσίαν ἀκριβῶς τε καὶ προσεχῶς παραστῆσαι τῷ μάλιστα μὲν ἐν τοῖς τελειοτέροις διασημαίνεσθαι τὴν τοῦ πράγματος φύσιν, τὸν δὲ κοινὸν λόγον μὴ δύνασθαι τούτων εἶναι δηλωτικὸν τῷ μηκέτ’ ἐφαρμόζειν τὸν τοιοῦτον λόγον τοῖς ἀτελεστέροις, οὕτως δὲ μηδὲ κοινὸν ἔτι μένειν (τῶν τοιούτων δὲ καὶ ἡ ψυχή· εἰσὶν γὰρ τῶν τῆς ψυχῆς δυνάμεων αἱ μὲν πρῶταί τε καὶ ἁπλούστεραι, διὰ τοῦτο δὲ καὶ ἀτελέστεραι, αἱ δὲ μετὰ ταύτας καὶ ἐπὶ ταῖσδε πάλιν ἄλλαι, καὶ οὕτως ἔχουσι πρὸς ἀλλήλας ἅπασαι, ὡς τὴν μὲν πρώτην δύνασθαι χωρίζεσθαι τῶν μετ’ αὐτάς, τὰς δὲ ὑστέρας ἄνευ τῶν πρώτων εἶναι μὴ δύνασθαι· γίνεται δὲ ἡμῖν ὡς προεῖπον ὁ λόγος περὶ ψυχῆς τῆς τῶν ἐν γενέσει καὶ φθορᾶ· ταύτης γὰρ καὶ ὁ προειρημένος ὁρισμός· ἡ γὰρ τῶν θεῶν ψυχή, εἰ καὶ ταύτην δεῖ ψυχὴν καλεῖν, ὁμωνύμως ἂν ταύτῃ ψυχὴ λέγοιτο), ἀναγκαῖον τῷ περὶ ψυχῆς λέγοντι περὶ ἑκάστης δυνάμεως [*](5 μάτην—ἀπειρίαν] das Dasein unendlicher Krafte im Thiere hat aber keinen Zweck 6 κατὰ] mit 8 ψυχῆς] addit: unendlich sind 9 ἔχει τὴν ἀναφοράν] steigt, erhebt sich zu 10 δὲ om. καὶ φύσει τε om. 11 ἔστιν ἄρα—αὐτῆς] also ist in ihr eine Kraft, welche die wurdigste ist unter den Kraften und sie ist es, um derentwillen das, was um ihretwillen 13 πρόοδος] Uebergang 14 (δυνάμεις) καὶ] jedoch 15 προείρηται] vorausgeschickt und gesagt 16 κοινοῦ λόγου] efinition 17 παραστῆσαι] erkennen 19—20 τῷ μηκέτ’—ἔτι μένειν] denn eine derartige Rede hängt auch mit dem Mangelhafteren zusammen und ware dann nicht allgemein beide egenstande umfassend 20—21 τῶν τοιούτων—ψυχή] mit der Seele aber es sich ebenso verhalt 27—28 ὁμωνύμως—λέγοιτο] so sagt man von ihr Seele nur in der Veise des Zusammentreffens mit dieser im Namen) [*](3 ,,ὅτι οὐκ ἄπειροι αἱ τῆς ψυχῆς δυνάμεις.“ ὅτι μὲν Va 4 μὲν om. a 5 fortasse ἔσεσθαι cf. ράτην γὰρ ἔσται πλείους ἐνεργείας ἐνεργεῖν ἡ ψυχὴ ἡ ἐν ἐκείνοις δυναμένη p. 27, 13 et lnd. s. v. Futurum 8 ποιεῖν a 10 φύσις τε καὶ φύσει καὶ a: φύσις καὶ φύσει ⟨σύνθεσίς⟩ τε καὶ τάξις Usenerus 12 ἐπαπειρον V 14 ὡς ἤδη προείρηται] p. 17,1 sq. 15 τὸ δεύτερον a 16 οῖόνται V 26 φθορά a 27 ταὐτη a)

29
αὐτῆς ἰδίᾳ ποιήσασθαι τὸν λόγον. τῆς δὴ ψυχῆς τῆς τῶν ἐμψύχων τῶν ἐν γενέσει τε καὶ φθορᾷ πρώτη μέν ἐστιν ἡ θρεπτική, ᾗ συνέζευκται ἥ τε αὐξητικὴ καὶ ἡ γεννητική. ταύτῃ γὰρ τῇ δυνάμει πρώτῃ τὸ ἔμψυχον τοῦ ἀψύχου χωρίζεται. ζῆν γοῦν ἤδη τῶν ταύτην ἐχόντων τὴν δύναμιν κατηγοροῦμεν, ὃ διὰ ψυχῆς παρουσίαν γίνεται. καὶ ἔστι τὸ ζῆν πᾶσιν τοῖς [*](128v) ἐμψύχοις, οὐ τοῖς φυτοῖς μόνον παρὰ τῆς θρεπτικῆς δυνάμεως, ὡς τοῖς αἰσθανομένοις τὸ αἰσθάνεσθαι παρὰ τῆς αἰσθητικῆς. ἀποθνήσκει τε γὰρ τὰ ζῶντα ἐξ ἀνάγκης ταύτης τῆς δυνάμεως στερηθέντα καὶ ζῇ πάντα ταύτης κεκοινωνηκότα, καὶ ὅσα πλείους δυνάμεις ἔχει τῇ τοῦ πρώτου ζῇ παρουσίᾳ. διὸ καὶ τὸ ζῆν ὁριζόμεθα τῇ δι’ αὐτοῦ τροφῇ τε καὶ αὐξήσει. δευτέρα δὲ ψυχὴ ἡ αἰσθητική τε καὶ ὁρμητική, ἔτι δὲ ἥ τε ὀρεκτικὴ καὶ φανταστική, αἵτινες αὐταὶ μὲν οὐχ οἶαί τε ἔν τινι χωρὶς τῆς θρεπτικῆς γενέσθαι, ἡ μέντοι θρεπτικὴ καὶ χωρὶς τούτων ὑφίσταται. τοιαύτη γὰρ ἡ τῶν φυτῶν. ὅσα δὲ τὴν αἰσθητικὴν ἔχει (ταῦτα δέ ἐστι τὰ ζῷα· ταύτῃ γὰρ τῇ δυνάμει τὸ ζῷον ὁρίζεται), ταῦτα ἐξ ἀνάγκης ἔχει καὶ τὴν θρεπτικήν. ἀλλὰ καὶ οἷς ἡ ὀρεκτική τε καὶ φανταστική, τούτοις καὶ ἡ αἰσθητικὴ συνέζευκται. καὶ γὰρ τῇ αἰσθητικῇ πάλιν ἢ τε ὀρεκτικὴ καὶ ἡ φανταστική. καὶ οἷς δὲ ἡ ὁρμητική τε καὶ κατὰ τόπον κινητική, τούτοις καὶ ἡ φανταστική τε καὶ ἡ αἰσθητική. πᾶν μὲν γὰρ τὸ κατὰ τὴν ἐν αὐτῷ ψυχὴν κατὰ τόπον τε καὶ μεταβατικῶς κινούμενον καὶ φανταστικὸν καὶ αἰσθητικὸν καὶ θρεπτικόν ἐστιν ἐξ ἀνάγκης. οὐ μὴν πᾶν τὸ φανταστικόν τε καὶ αἰσθητικὸν ἤδη καὶ μεταβατικῶς κινητικόν. ἔσχατον δὲ εἶδος ψυχικῶν δυνάμεων, ὃ λογικὸν μὲν κοινῶς καλεῖται, εἰσὶν δὲ ἐν αὐτῷ δυνάμεις ἥ τε βουλευτικὴ καὶ δοξαστική, καὶ ἡ ἐπιστημονική τε καὶ νοητική, αἰ καὶ τελειόταται τῶν τῆς ψυχῆς εἰσι δυνάμεων τῷ τε τὸ τιμιώτερον ἐν αὐταῖς ἔχειν καὶ τῷ τὴν ἔχουσαν τάσδε τὰς δυνάμεις ψυχὴν καὶ τὰς ἄλλας [*](4—5 ζῆν—γίνεται] das Lebende namlich, womit bezeichnet sird, was diese Kraft besitzt, ist furwahr [lebend] durch das Vorhandensein dieser Kraft an ihm 5—7 καὶ ἔστιν αἰσθητικῆς] Das Leben alles dessen, was eine Seele hat, um so viel mehr der Pflanzen insbesondere, [kommt] furwahr von der nahrenden Kraft, wie das, was wahrnimmt, die Kraft der Wahrnehmung hat von der sinnlichen Kraft 9 τῇ—παρουσίᾳ], [Alles] hat sie [i. e. diese Kräfte] nach dem Vorhandensein des ebens in ihm als erste [Seele?] (zuerst) 10 δι’ αὑτοῦ] dem Wesen (Substanz) nach 11—12 αἰσθητική —φανταστική] sinnliche, vergleichende (vorstellende Phantasie? ), dann die Volgefallen findende begehrende 12—13 αἶτινες—γενέσθαι] diese konnen aber in keinem Dinge ohne die ernahrende sein 14—15 ταύτῃ —ὁρίζεται] denn diese Kraft findet sich am Fhier 17 post φανταστική addit: und findet sich beim Finden derselben 18 καὶ οἷς ἡ ὁρμητική τε καὶ κατὰ τόπον κινητική] was die Wolgefallen findende Kraft besitzt [und?] im Orte fortgeruckt sird 24 βουλευτική] kraft der Leitung (Hegemonie) δοξαστική] des Denkens 25—30,2 τῷ τε—δυναμένων] Denn das Schatzbarere unter dem, was in der Seele ist,) [*](1 ἰδία V: ἰδία a δὴ supra lin. V 2 ἥ τε V: καὶ ἡ a γενητική a ταύτῃ a πρώτη Va 10 αὑτοῦ scripsi: αὐτοῦ Va 11 ἡ ὀρεκτική τε καὶ a 12 αὐταὶ scripsi: αὖται Va 14 ταύτῃ a 18 ὁρμητική τε καὶ V: ὀρεκτική τε καὶ a 19 fortasse αὑτῷ 23 κοινῶς μὲν a 25 αὐταῖς Va)
30
ἁπάσας δυνάμεις αὐτῆς ἔχειν, οὐ πασῶν τῶν ἐκείνας ἐχουσῶν καὶ τούτων κοινωνεῖν δυναμένων. διὰ τοῦτο γὰρ καίτοι πολλῶν οὐσῶν τῶν ψυχικῶν δυνάμεων. ἐν οἷς ἡ λογικὴ δύναμίς ἐστι, μία ἡ ἐξ ἁπασῶν ψυχή, ὅτι μηδεμία τῶν ὑστέρων δυνάμεων ἄνευ τῆς πρὸ αὐτῆς οἵα τε εἶναι, ἀλλ’ εἰσὶν ὡς μέρη τῆς αὐτῆς ἅπασαι προστιθεμένων ταῖς πρώταις τῶν δευτέρων καὶ διὰ τοῦτο αὔξησίν τε καὶ ἐπίδοσιν τῶν πρώτων λαμβανουσῶν. κατὰ δὲ τὴν προειρημένην τῶν ψυχῶν τε καὶ ψυχικῶν δυνάμεων διαφορὰν γίνεταί τις καὶ τῶν ἐμψύχων κοινοτέρα διαίρεσις, καθ’ ἣν λέγομεν τῶν ψυχὴν ἐχόντων τὰ μὲν εἶναι φυτά, τὰ δὲ ζῷα, καὶ τῶν ζῴων τὰ μὲν λογικά, τὰ δὲ ἄλογα. ὅσα μὲν γὰρ πάσας τὰς προειρημένας δυνάμεις ἔχει, ταῦτα λογικά τε καὶ τέλεια ἀπὸ τῆς κυριωτάτης τῶν ἐν αὐτοῖς δυνάμεων καλούμένα. τοιοῦτο δὲ ὁ ἄνθρωπος ζῷον μόνον. τὰ δὲ λόγου μὲν μὴ κεκοινωνηκότα, αἴσθησιν δὲ ἔχοντα, ἄλογα ζῷα πάντα, τά τε πρὸς τῇ αἰσθήσει καὶ τὴν κατὰ τόπον κινητικὴν ἔχοντα καὶ τὰ χωρὶς ταύτης ἐκείνην, κατὰ ἀπουσίαν καὶ στέρησιν τῆς κυριωτάτης δυνάμεως οὕτως καλούμενα. ὅσα δὲ ὑπὸ τῆς θρεπτικῆς τε καὶ γεννητικῆς μόνης διοικεῖται δυνάμεως, φυτὰ ταῦτα. οὔσης τοίνυν τοιαύτης τῆς ψυχῆς, καὶ διὰ τοῦτο μὴ δυναμένης ὑπὸ τοῦ κοινοῦ λόγου δηλωθῆναι γνωρίμως, ἀναγκαῖον τοῖς περὶ ψυχῆς λέγουσιν ἰδίᾳ περὶ ἑκάστης τῶν δυνάμεων αὐτῆς ποιήσασθαι τὸν λόγον. οὕτως γὰρ ὁποία τις ἐστιν ἡ οὐσίχ εααὶ ἡ φύσις αὐτῆς φορθήσεται. ἔσται δὲ ἡμῖν ὁ περὶ αὐτῶν λόγος μέχρι τοῦ τήν τε φύσιν ἑκάστης αὐτῶν ἐνδείξασθαι καὶ τὰς διαφορὰς τῶν δυνάμεων. τὰ γὰρ περὶ ἑκάστης αὐτῶν ἀπορεῖσθαί τε καὶ ζητεῖσθαι δυνάμενα πλείονος σχολῆς δεόμενα οὐκ ἂν εἴη τῆς προκειμένης οἰκεῖα πραγματείας· πρὸς γὰρ τὸ γνωρίμως παραστῆσαι τὴν τῆς ψυχῆς φύσιν ἐμποδῶν ἡ τῶν περὶ ἑκάστης δυνάμεως αὐτῆς εἰρημένων τε καὶ ἠπορημένων ἐπικύκλησις. οὐκ ἐπεὶ μέρη δὲ τῆς ψυχῆς λέγομέν τινα, ἤδη καὶ μέγεθος αὐτὴν ποιοῦμεν. οὐ γὰρ πᾶν τὸ μέρη ἔχον ἀναγκαῖον εἶναι μέγεθός τι. οὐδὲ γὰρ ὁ ἀριθμὸς μέγεθος καίτοι συγκείμενος ἐκ μερῶν. ἡ δὲ ψυνὴ οὐ μόνον οὐχ ὡς μέγεθος, ἀλλ’ οὐδὲ ὡς [*](und das Wichtigere darunter ist furwahr in diesen (durch diese?) Kraften, und da die Seete, welche diese Krafte hat, auch alle anderen Krafte der Seele besitzt, aber nicht jede Seele, welche diese Krafte besitzt, vermogend ist einen Theil von ihnen zu nehmen 11 τε καὶ om. 14 τὴν—κινητικὴν] die im Orte bewegende Kraft 17 καὶ διὰ τοῦτο] incipit apodosis 22 διαφορὰς τῶν δυνάμεων] deren Arten und Unterschieden 22— 23 ἀπορεῖσθαι—δυνάμενα] was bezweifelt werden kann und erforcht werden muss 24—26 πρὸς γὰρ—ἐπικύκλησις] da die Beschaftigung mit der Speculation uber das, was von den einzelnen ihrer Krafte gesagt wird, und die weifel, welche daruber vorgekommen, bedrängea und zuruckhalten die Erkenntniss der Natur der Seele, so dass sie erkannt verde 28 οὐδὲ] nicht 29 μόνον om.) [*](2 δυναμένων scripsi: δυνάμεων Va 4 τῶν om. a 11 post καὶ paululum erasum V τελεία a ἐν αὐτῇ a 19 ἰδία a 23 δυνάμενα] m2 in marg. adscripsit post ζητεῖσθαι, om. m1 V: om. a 24 προειημένης a 25 ἐμποδόῶν V 28 μέγεθος m1 in marg. V)
31
ἀριθμός ἐστι μεριστή. οὐ γὰρ εἰς ἃ διαιροῦμεν αὐτήν, ὡς ἐκ τούτων κεχωρισμένων συγκειμένην διαιροῦμεν, ἀλλὰ τῇ τῶν δυνάμεων ὧν ἔχει καταριθμήσει καὶ τῇ τῶν διαφορῶν αὐτῶν εὑρέσει τὴν διαίρεσιν αὐτῆς ποιούμεθα, ὡς ἂν εἰ τὸ μῆλόν τις διαιροίη εἴς τε εὐωδίαν καὶ εἰς εὖχροιαν καὶ εἰς σχῆμα καὶ εἰς χυμόν. ἡ γὰρ τοιαύτη τοῦ μήλου διαίρεσις οὔτε ὡς σώματος γίνεται, εἰ καὶ ὅτι μάλιστα σῶμα τὸ μῆλον, οὔτε ὡς ἀριθμοῦ. ἐπεὶ τοίνυν τὸ ζῆν τῷ ζῶντι παντὶ ψυχῆς παρουσίᾳ, τὰ δὲ φυτὰ ζῇ, τὰ φυτὰ ψυχὴν ἂν ἔχοι καὶ εἴη ἂν αὐτῶν ψυχὴ ἡ δύναμις. καθ’ ἣν ζῇ. ζῇ δὲ καθὸ τρέφεταί τε καὶ αὔξεται, ἡ θρεπτικὴ ἄρα καὶ ἡ αὐξητικὴ δύναμις ἐν αὐτοῖς ψυχή τε καὶ εἶδος τῶν φυτῶν. πᾶν γὰρ σύνθετον εἶναί τε καὶ ἐνεργεῖν λεγόμενον καθ’ ἑκάτερον τῶν ἐν τῇ συνθέσει, καθὸ μὲν πρῶτόν ἐστί τε ὅ ἐστι καὶ ἐνεργεῖ τὰς οἰκείας ἐνεργείας, τοῦτο ἕξις τε καὶ εἶδός ἐστιν αὐτοῦ, καθὸ δὲ δεύτερον, τοῦτο ἐν αὐτῷ ὕλη τε καὶ ὑποκείμενον ἐκείνῳ, καὶ ἔστι τὸ μέν, καθ’ ὃ δεύτερόν ἐστί τι, τὸ δεδεγμένον ἐν αὐτῷ, τὸ δέ, καθ’ ὃ πρῶτον, ὃ τοῦτο δέδεκται. οἶον τὸ ὑγιαῖνον ζῷον, ἐξ ὑγιείας καὶ σώματος συγκείμενον, λέγεται μὲν ὑγιαίνειν καὶ τῇ ὑγιείᾳ, λέγεται δὲ καὶ τῷ σώματι, καὶ ἔστιν ἡ μὲν ὑγίεια ἡ ἕξις τε καὶ τὸ εἶδος ὃ δέδεκται τὸ σῶμα, τὸ δὲ σῶμα, καθὸ δευτέρως ὑγιαίνει, ἡ ὕλη τε καὶ τὸ ὑποκείμενον καὶ δεδεγμένον τὴν ὑγίειαν. εἰ δὴ καὶ ἐπὶ τοῦ ζῆν τὰ ζῶντα συγκείμενα ἔκ τε ψυχῆς καὶ σώματος ἀμφοτέροις ζῆν λεγόμενα τῇ τε ψυχῇ καὶ τῷ σώματι πρώτῃ μὲν τῇ ψυχῇ ζῇ, δευτέρῳ δὲ τῷ σώματι, εἴη ἂν καὶ ἐκ τούτου δεικνύμενον, ὅτι ἡ μὲν ψυχὴ εἶδός τε τοῦ σώματος καὶ ὃ δέδεκται τὸ τοιόνδε σῶμα, τὸ δὲ σῶμα ὕλη τε τῆς ψυχῆς καὶ τὸ δεδεγμένον.//καὶ [*](129r) ἡ θρεπτικὴ ἄρα ψυχὴ εἶδος τοῦ ἔχοντος αὐτὴν σώματος. ὅτι γὰρ ἡ ψυχὴ τοῦτο καὶ οὐχ πλῶς φύσις, δῆλον ἐκ τοῦ μηδὲν τῶν ἄλλων ζῆν, ἃ ὡμολόγηται φύσιν ἔχοντα μὴ ἔχειν ψυχήν. οὐδὲν γὰρ τῶν ἁπλῶν σωμάτων ζῆν λέγεται, ὡς τοῦ ζῆν λεγομένου κατὰ ψυχῆς παρουσίαν. πάντα [*](3 εὑρέσει] Existenz 10—15 πᾶν— δέδεκται] Denn in Bezug auf alles Zusammengesetzte, sovon wir sagen, dass es vorhanden sei, und dass es wirke durch jedes der beiden Dinge, aus denen seine Zusammensettzung [besteht], ist das ing, wodurch jenes [das Zusammeagesetzte] zuerst ist, was es ist, und wodurch es seine Wirkungen ausubt, elche dasselbe specifiren,— jenes Ding (subiect. repet.) ist dessen Aneignung und orm, und das Ding, wodurch jenes so ist. das Ding ist in ihm die Hyle und der Trager fur jenes. Das Ding, wodurch jenes zweitens ist, ist das in ihm Aufnehmende und das, vodurch jenes erstens ist, ist das, was dieses aufgenommen hat 18 post σώματι addit: Es ist aber zuerst gesund durch die Gesundheit und es ist zweitens gesund durch den Leib ὃ δέδεκται τὸ σῶμα] welche der Leib angenommen hat 23—24 ὃ—τὸ τοιόνδε σῶμα] welches der bestimmte Korper aufgenommen hat 24 τὸ δεδεγμένον] das Aufnehmende 25 τοῦ ἔχοντος αὐτὴν om. 27 ἃ ὡμολόγηται] bei denen vorkommt) [*](1 κεχωρισμένην a 2 συγκειμένην om. a 8 ἂν ἔχοι V: ἄρα ἔχει a 10 πᾶν γὰρ κτλ.] cf. p. 4,4 13 ἐν αὐτῷ om. a 14 ἐαείνω a αὑτῷ scripsi: αὐτῷ Va 15 τοῦτο sc. ἡ ὕλη δέδεκται V: δέδεικται a, corr. ex. Vict. ὑγιείας V: ὑγείας a 16 ὑγείᾳ Va 18 fortasse τῷ σώματι. ⟨ἔστι δὲ πρώτως ὑγιαῖνον τῇ ὑγιείᾳ, δευτέρως δὲ τῷ σώματι⟩ καὶ ἔστιν cf. int. hebr. ὃ δέδεκται] cf. v. 5 ὃ τοῦτο δέδεκται et v.23 δ δέδεκται τὸ τοιόνδε σῶμα 19 δεύτερον ὑγιαίνῃ a 24 δεδεγμένον] δεδ in lit. V)
32
γοῦν τὰ ψυχὴν ἔχοντα ζῇ καὶ οὐδὲν ζῇ τῶν μὴ ψυχὴν ἐχόντων. ἔτι δὲ εἰ αἱ δυνάμεις, καθ’ ἃς τὰ σπέρματα ἐνεργεῖ, συγγενεῖς καὶ οἰκεῖαι τοῖς, ἀφ’ ὧν τὰ σπέρματα, καθ’ ἃς δυνάμεις ἐνεργεῖ τὰ ἀπὸ τῶν ἐμψύχων σπέρματα, εἶεν ἂν αὗται ψυχικαί. ἀλλὰ μὴν κατὰ πρώτην τὴν θρεπτικὴν δύναμιν ἐνεργεῖ πάντα τὰ ἀπὸ τῶν ἐμψύχων σπέρματα. ψυχικὴ ἄρα ἡ δύναμις ἡ θρεπτικήρ.// ἐπεὶ τοίνυν ψυχή τε ἡ θρεπτικὴ δύναμις καὶ πρώτη τῶν τῆς ψυχῆς δυνάμεων, περὶ ταύτης πρῶτον ῥητέον καὶ τὴν οὐσίαν αὐτῆς καὶ τὴν φύσιν δεικτέον, ἥτις ποτέ ἐστι. συνέζευκται δὲ τῷ περὶ τῆς θρεπτικῆς ψυχῆς λόγῳ καὶ ὁ περὶ τῆς γεννητικῆς. τῆς γὰρ θρεπτικῆς ψυχῆς οἰκεῖα ἔργα ὥσπερ τὸ θρέψαι τε καὶ αὐξῆσαι, οὕτως δὲ καὶ τὸ γεννῆσαι ὅμοιον τῷ σπείραντι. τῶν γὰρ ζώντων ὅσα τέλειά ἐστι καὶ μὴ πηρώματα, ὡς οἱ εὐνοῦχοι, μηδὲ τὴν γένεσιν αὐτομάτην ἔχει, ἔργον τὸ ποιῆσαι ἕτερον οἷον αὐτό, ἵνα τοῦ ἀεὶ εἶναι καὶ τῆς πρὸς τὸ θεῖον ὁμοιότητος ὡς δύναται πάντα μετέχῃ. πάντα γὰρ τὰ κατὰ φύσιν συνεστῶτα ἐκείνου ἐφίεται καὶ πάντα πράττει κατὰ φύσιν ἐκείνου χάριν. ἀλλὰ μὴν ψυχὴ αἰτία τῷ ἐμψύχῳ τοῦ πράσσειν τὰ κατὰ τὴν αὐτοῦ φύσιν. ἂν δὲ τῶν ὑπὸ τοῦ ἐμψύχου κατὰ φύσιν γινομένων καὶ ἡ τοῦ αὐτῷ ὁμοίου γένεσις. καὶ γὰρ τὰ φυτὰ καὶ τῶν ζῴων ὅσα μὴ πεπήρωται κατὰ τὴν οἰκείαν φύσιν ὁμοίων αὐτοῖς ἐστι γεννητικά. ψυχικὴ ἄρα καὶ ἡ δύναμις ἡ γεννητική. ἀλλὰ μὴν τὰ φυτὰ μόνην τὴν θρεπτικὴν ψυχὴν ἔχοντα πρὸς τῷ τρέφεσθαί τε καὶ αὔξεσθαι καὶ τὸ γεννᾶν ἔχει. τῆς θρεπτικῆς ἄρα δυνάμεώς τε καὶ ψυχῆς μόριον καὶ τὸ γεννητικόν. κοινὸς οὖν ἡμῖν ὁ περὶ ἀμφοτέρων λόγος. ἐπεὶ δὲ ἐν πᾶσιν ἡ τῶν ἀσαφεστέρων γνῶσις διὰ τῶν σαφεστέρων γίνεται, καὶ ἐπὶ τῶν προκειμένων οὕτω χρὴ ποιεῖν. καὶ ἐπεὶ αἱ κατὰ τὰς τῆς ψυχῆς δυνάμεις ἐνέργειαι σαφέστεραι τῶν δυνάμεων, ἀφ’ ὧν ἐνεργοῦνται, τὸ αἰσθάνεσθαι τῆς αἰσθήσεως καὶ τὸ τρέφεσθαι τῆς θρεπτικῆς δυνάμεως, ἀρκτέον ἀπὸ τοῦ τρέφεσθαι. καὶ γὰρ πρὸς τῷ γνωριμώτερον εἶναι καὶ πρῶτόν ἐστι κατὰ τὸν λόγον τῆς δυνάμεως ἀφ’ ἧς γίνεται. ταῦτα γὰρ πρῶτα τῷ λόγῳ, ἃ ἐν τῷ οἰκείῳ λόγῳ περιέχει τινὰ ὧν οὐκέτ’ αὐτὰ ἐν τῷ λόγῳ παραλαμβάνεται. οὕτως δὲ ἔχει καὶ τὸ τρέφεσθαι [*](2 συγγενεῖς καὶ οἰκεῖαι] ahnlich der Gestalt nach und ahnlich der attung nach 4—5 κατὰ—ἐνεργεῖ] wirken zuerst durch die nahrende Kraft 6 τοίνυν om. ψυχή] seelisch 8 συνέζευκται] es ziemt sich, dass wir verbinden 9 γεννητικῆς] der achse enma ache end en und erz eugenden 10 ὑσπερ—γεννῆσαι] das Nahren Wachsenachen und Erzeugen 11—12 μὴ πεπηρωμένα] nicht impotent 12 ὡς ο—ἔχει] vie der Verschnittene und dessen Erzeugung nicht von selbst 16 τοῦ—φύσιν] dass es durch seine Natur wirke 18—19 κατὰ τὴν οἰκείαν φύσιν] durch seine Natur und das es en s einer S e ele 20 τὰ φυτὰ—ἔχοντα] die Pflanze und das, w as hat 23 δὲ om. 29—30 ταῦτα γὰρ—παραλαμβάνεται] Denn die in der Definition ersten Dinge sind die Dinge, welche in der Definition, die dieselben specificirt, die Dinge begreifen, durch welche sie in einer Definition gefasst werden.) [*](10 ἔργω a θρέψαι] ψαι in lit. V 14 μετέχη a 16 αὐτοῦ Va 21 γεννᾷν a 27 τρέφεσθαι] post τρέφε 3 lit. erasae V 30 ὧν pendet ab ἐν τῷ λόγῳ. ideo enim τὸ τρέφεσθαι est πρῶτον τῷ λόγῳ, quod in sua definitione τὴν δύναμιν τὴν θρεπτικὴν continet, in cuius definitione ipsum non inest.)
33
πρὸς τὴν δύναμιν τὴν θρεπτικήν. τῷ μὲν γὰρ τρεφομένῳ τὸ τρέφεσθαι ἀπὸ τῆς δυνάμεως τῆς θρεπτικῆς. οὐ μὴν ἡ δύναμις ἡ θρεπτικὴ πρὸς τὸ εἶναι δεῖται τῆς ἐνεργείας. τὰς μὲν γὰρ ἀπὸ τῶν ἕξεων γινομένας ἐνεργείας ἀδύνατον εἶναι χωρὶς τῶν ἕξεων, αἱ δὲ ἕξεις καὶ χωρὶς τῶν ἐνεργειῶν εἶναι δύνανται. ἀλλὰ μὴν τὸν περὶ τοῦ τρέφεσθαι λέγοντα δεῖ πρῶτον περὶ τροφῆς εἰπεῖν. ἀδύνατον γὰρ γνώριμον γενέσθαι τὸ τρέφεσθαι ἀγνοουμένης τῆς τροφῆς, τὸ τρεφόμενον τρέφεται. ἡ δὲ αὐτὴ τῆς ζητήσεως τάξις εἴη ἂν καὶ ἐπὶ τῶν ἄλλων τῆς ψυχῆς δυνάμεων. καὶ γὰρ ἐπ’ ἐκείνων αἱ ἐνέργειαι τῶν ἕξεων γνωριμώτεραι. συνέζευκται δὲ τῷ τῶν ἐνεργειῶν λόγῳ καὶ ὁ τῶν περὶ ἃ αἱ ἐνέργειαι λόγος. δεῖ ἄρα τῷ μέλλοντι δεικνύναι, τίς ποτέ ἐστιν ἡ θρεπτικὴ ψυχή, πρῶτον εἰπεῖν περὶ τροφῆς.

Διττὴ δὴ ἡ τροφὴ δοκεῖ εἶναι. ἥν τε γὰρ προσφερόμεθα ἔξωθεν τὴν ἄπεπτον ἔτι, τροφὴ καλεῖται τροφὴ λέγεται καὶ ἡ κατειργασμένη τε ἤδη καὶ προσκρινομένη. καὶ διὰ τὸ διττὸν τοῦτο τῆς τροφῆς ποτὲ μὲν λέγεται τὸ ἐναντίον τῷ ἐναντίῳ τρέφεσθαι, ποτὲ δὲ τὸ ὅμοιον τῷ ὁμοίῳ. ἡ μὲν γὰρ ἄπεπτος ἔτι καὶ ἀκατέργαστος τροφή. αὕτη δ’ ἐστὶν ἡ πρώτη ἐναντία τῷ τρεφομένῳ τῷ δεῖν μὲν αὐτῇ μεταβολῆς, ὅπως ἐξομοιωθῇ τῷ τρεφομένῳ, τοιοῦτον γὰρ ἡ πέψις. ἡ δὲ μεταβολὴ πᾶσιν εἰς τὸ ἐναντίον. οὔτε γὰρ τῷ λευκῷ εἰς ἄλλο τι καθὸ λευκόν ἐστιν ἡ μεταβολή, ἢ εἰς τὸ μέλαν ἤ τι τῶν μεταξὺ χρωμάτων, ὃ καὶ αὐτὸ κατὰ τὴν εἰς τοὐναντίον μεταβολὴν γίνεται, οὔτε τῷ θερμῷ εἰς ἄλλο τι ἢ τὸ ψυχρόν, καὶ τῷ ψυχρῷ πάλιν εἰς ἐκεῖνο· ἀλλ’ οὐδὲ τὸ γλυκὺ εἰς λευκὸν ἢ μέλαν ἢ εἰς ψυχρὸν ἢ θερμὸν μεταβάλλει καθὸ γλυκύ, ἀλλ’ εἰς τὸν ἐναντίον χυμόν. καὶ ἡ ἄπεπτος δὴ τροφή, εἰ διὰ τῆς πέψεως μεταβάλλουσα ὁμοία γίνεται τῷ τρεφομένῳ, πρὸ τῆς πέψεώς τε καὶ μεταβολῆς εἴη ἂν ἐναντία αὐτῷ. διὸ δεῖ πᾶσαν τὴν τοιαύτην τροφὴν πέττεσθαι δύνασθαι καὶ μεταβάλλειν εἰς τὸ τρεφόμενον ὑπ’ αὐτῆς. οὕτως μὲν οὖν τὸ ἐναντίον τῷ ἐναντίῳ [*](2—3 οὐ μὴν—ἐνεργείας] nur braucht die nährende Kraft nicht zum Act (in actu) vorhanden zu sein 3 ἀπὸ τῶν ἕξεων] von den Aneignungen 5 ἀλλὰ μὴν] also λέγοντα] gesprochen hat. var. lect. spricht 10 περὶ ἃ] in wselchen 13 δοκεῖ εἶναι] wir seben vom Wissen aus 13—14 ἥν—ἔτι] das Ding nämlich, das er erreicht, das zu ihm von aussen gelangt, das noch nicht verdaut ist 14 τροφὴ λέγεται] aber Nahrung wird genannt 17 ἡ μὲν γὰρ—αὕτη δ’ ἐστὶν] Die Nahrung nämlich, welche noch nicht verdaut und verkocht ist, das ist die erste Nahrung, ist das dem von ihm Ernährten Entgegengesetzte 19 τοιοῦτον—πέψις] das ist der Sinn der Verdauung 23—24 ἀλλ’ οὐδὲ—καθὸ γλυκύ] die Veränderung des Süssen ist nicht [andere], als in den Geschmack, der das ihm Entgegengesetzte 27 διὸ δεῖ] daher muss 28 τὸ ἐναντίον τῷ ἐναντίῳ] das E. dem E.) [*](3 ἕξεων m2 ἔξωθεν m1 V: ἕξεων ex. Vict.: ἔξωθεν a 5 δύνανται] ται in lit. V 6 τὸ τρέφεσθαι m1 in mg. V 13 ,,ὅτι διττὴ ἡ τροφή. διττὴ δὴ Va 14 τροφὴ λέγεται uncis seclusi τε om. Ka 17 αὕτη a: αυτη V 18 αὐτῇ a: αυτη V 21 ἢ a: ἠ V 26 corr. ex πρὸς m1 V 27 δεῖ Ka: δὴ V 28 τῷ ἐναντίῳ τὸ ἐναντίον Ka)

34
τροφή. οὐ μὴν πᾶν· οὐ γὰρ πᾶν τὸ μεταβάλλον εἰς τὸ ἐναντίον ἤδη τρέφειν αὐτὸ δύνατο. τὸ γοῦν ὀξὺ εἰς τὸ βαρὺ μεταβάλλει καὶ τοῦτο εἰς ἐκεῖνο καὶ τὸ ἀσχημάτιστον εἰς τὸ ἐσχηματισμένον καὶ τὸ λευκὸν εἰς τὸ μέλαν, ἀλλ᾿ οὐ διὰ τοῦτο ἤδη τρέφεται καὶ αὔξεται ὧν ἡ μεταβολὴ γέγονεν εἰς τἀναντία. ἀλλ᾿ ἔστι ταῦτα τῶν ἐναντίων τροφή, ἃ μεταβάλλοντα εἰς τὰ ἐναντία αὔξειν δύναται τὰ εἰς ἃ ἡ μεταβολὴ γέγονεν αὐτοῖς. αὐξητικὰ δὲ τὰ σώματα· δεῖ ἄρα τὴν τροφὴν ἐναντίον τε εἶναι καὶ σῶμα ἄλλο τοῦ [*](129v) τρεφομένου. οὐκ εἰ τὴν τροφὴν δὲ δεῖ τοιαύτην εἶναι ὡς δύνασθαι συναύξειν, ἤδη καὶ πᾶν τὸ συναῦξόν τι ὡς τροφὴ συναύξει. τὰ γοῦν ἁπλᾶ τῶν σωμάτων, ἃ στοιχεῖα καλοῦμεν, συναύξεται μὲν ὑπὸ τῶν εἰς αὐτὰ μεταβαλλόντων, οὐ μὴν ὡς ὑπὸ τροφῆς. κοινότερον γὰρ λέγεται τὸ ὕδωρ εἶναι τροφὴ τῷ πυρί· μόνα γὰρ κυρίως τρέφεται τὰ τὴν θρεπτικὴν ψυχὴν ἔχοντα· τὸ γὰρ τρέφειν ταύτης. διὸ τῶν ἀψύχων οὐδὲν τρέφεται, εἰ καὶ αὔξεται. καὶ οὕτως μὲν ἡ τροφὴ τὸ ἐναντίον. ἡ γὰρ πρώτη τοιαύτη. καθὸ δὲ καὶ τὸ προσκρινόμενον ἤδη τροφή, προσκρίνεται δὲ τὸ ὅμοιον τῷ ὁμοίῳ, κατὰ τοῦτο πάλιν τὸ ὅμοιον τρέφει. τροφῆς γάρ, ὥς φασιν, τὸ τρέφον τροφή, τρέφον δὲ τὸ προσκρινόμενον, τοιοῦτον δὲ τὸ ὁμοιούμενον ἤδη τῷ τρεφομένῳ. ὅτι δὲ τὸ ἔχον τὴν θρεπτικὴν ψυχὴν τρέφεται καὶ οὐκ ἄλλο τι, δῆλον καὶ ἐκ τοῦ ἐν τῇ τῶν ὁμοίων συνθέσει τοῦ τρέφοντος καὶ τοῦ τρεφομένου μεῖζον μὲν ἑκάτερον αὐτῶν δύνασθαι λέγεσθαι γεγονέναι (ὁμοίων γὰρ ὄντων ἑκατέρων οὐδὲν μᾶλλον τόδε μεῖζον ἂν ἐν τῇ συνθέσει γεγονὸς εἴη), τεθράφθαι δὲ καὶ διὰ τροφῆς ηὐξῆσθαι τὸ μὲν ἐκ τῆς τροφῆς μεταβεβληκὸς μὴ δύνασθαι λέγεσθαι, ἐκεῖνο δὲ τοῦτο προστίθεται διὰ τὸ καὶ τὴν τρέφουσαν ψυχὴν ἐκεῖνο ἔχειν, κἀκεῖνο μὲν ἀμετάβλητον μένειν, τὴν δὲ τροφὴν μεταβαλλομένην ὑπ᾿ αὐτῆς τῆς δυνάμεως προσκρίνεσθαι τῷ ἐμψύχῳ τε καὶ μένοντι.

Καὶ τοιοῦτον μὲν ἡ τροφή· ἡ δὲ κατὰ τὸ τρέφεσθαι ἐνέργεια γίνεται τῆς θρεπτικῆς ψυχῆς μεταβαλλούσης τὴν ἔξωθεν προσενεχθεῖσαν τροφὴν διὰ [*](1—2 οὐ μὴν—δύναται] aber nicht Alles, was sich in das ihm Entegegengesetzte verändert ist so angethan, dass es ihn dadurch (davon) ernähre 4 τρέφεται om. 4—5 αὔξεται — τἀναντία] wachsen nicht auch die Dinge, in welche sie sich verändert haben 6—7 αὐξητικὰ— σώματα] die Vergrössernden sind aber Körper 8 post τοῦ τρεφομένου addit: fur den er angemessen ist, Nahrung zu sein 11 γὰρ] denn 12 γὰρ] denn μόνα] furwahr 19—22 δῆλον—γεγονὸς εἴη] wird daraus klar, dass wir von dem, in dessen Zusammensetzung die beiden ähnlichen Dinge, ich meine das Nährende und das Genährte, in Bezug auf jedes Eine von ihnen sagen müsseen, dass es mehr war, als es [gewesen] war, denn da sie alle beide ähnlich waren, so war keines von beiden das erste vor dem andern durch Zusammenstzung grösser geworden zu sien, als es [gewesen] war 28—35,2 τῆς θρεπτικῆς—αὕτη] [die Wirkung ist die], dass) [*](1 μεταβάλλου, ου ex corr. V 5 τἀναντία Usenerus restituit: ταὐτά Va 6 αὐξητικὴ Ka 7 ἐναντίαν K καὶ τὸ σῶμα K 11 κοινότερον] vid. Ind. γὰρ κτλ.] cf. p. 14,19 18 ἔχον καὶ θρεπτικὴν Ka 21 τόδε scripsi: τὸ δὲ Va, exspectas τόδε ἢ τὸ ἕτερον 23 ἐκεῖνο δὲ ᾧ τοῦτο προστίθεται] suppl. τεθράφθαι καὶ διὰ τροφῆς ηὐξῆσθαι 27 „περὶ τῆς θρεπτικῆς ἐνεργείας.“ ἡ δὲ Va 28 μεταβαλούσης a)

35
πέψεως καὶ ἐξομοιούσης καὶ προσκρινούσης τῷ σώματι, οὗ ἐστιν εἶδός τε καὶ δύναμις αὕτη. ὄργανον δ᾿ αὐτῇ πρὸς τὰς τοιαύτας ἐνεργείας τε καὶ μεταβολὰς τὸ θερμόν. διὸ καί τισιν ἔδοξεν ἤδη τοῦτ᾿ εἶναι τὸ τρέφον τὴν τῆς ποιούσης ἀρχῆς δύναμιν ἐπὶ τὸ δι᾿ οὗ ποιεῖ μεταφέρουσιν διὰ τὸ ὁρᾶν χωρὶς ταύτης μὴ δυνάμενον τρέφεσθαί τι. κινητικὸν μὲν γὰρ καὶ τὸ θερμόν, ἀλλ᾿ οὔτε ὡρισμένη οὔτε τεταγμένη κίνησις, ἧς προηγουμένως ἀρχὴ τὸ θερμόν. τὸ δὲ τρεφόμενον τάξει τινὶ καὶ ὁδῷ πρόεισιν καὶ ὅρον ἔχει τινά, ἃ οἰκεῖα ψυχῆς, ἀλλ᾿ οὐ πυρός. ᾧ δὲ τρέφεται τὰ τρεφόμενα, τούτῳ καὶ αὔξεται, ὡς ἤδη προείρηται. οὐ μὴν ταὐτόν ἐστιν αὔξεσθαί τε καὶ τρέφεσθαι, οὐδὲ ἅμα γίνεται οὐ δὲ ἑκατέρῳ αὐτῶν ὁ αὐτὸς σκοπός. τρέφεται μὲν γὰρ ἀεὶ τὸ ζῷον, ἔστ᾿ ἂν (διὸ καὶ συνεχεστάτη ἥδε τῶν ψυχικῶν ἐνεργειῶν). αὔξεται δὲ οὐκ ἀεὶ τρεφόμενα, εἴ γε τρέρεται μὲν ἔστ᾿ ἂν ᾖ, ἔστι δὲ καὶ τὰ γηράσκοντά τε καὶ μειούμενα. σκοπὸς δὲ τῷ μὲν τρέφοντι ἡ τοῦ τρεφομένου σωτηρία, τῷ δὲ αὔξοντι εἰς μέγεθος ἡ συντέλεια τῷ τρεφομένῳ. διὸ καὶ τῶν δυνάμεων ἡ μὲν τοῦ εἶναί τε καὶ τῆς οὐσίας ἐστὶ τηρητική (τοιαύτη γὰρ ἡ θρεπτική), ἡ δὲ αὐξητικὴ προηγουμένως ἐστὶ τῆς κατὰ τὸ ποσὸν ἐπιδόσεως ποιητική. ἔστι δὲ καὶ τὸ γεννᾶν τε καὶ ὅμοιον ἑαυτῷ καταλιπεῖν ἑπόμενον ταῖς προειρημέναις ἐνεργείαις ταῖς κατὰ τὸ αὔξεσθαί τε καὶ τρέφεσθαι, οὐ πᾶσιν μὲν ὑπάρχον οἷς κἀκείνων ἑκάτερον, τοῖς μέντοι μήτε πεπηρωμένοις μήτε ἀτελέσιν ἅπασιν, ὡς προείρηται. καὶ ἔστι τῶν τῆς θρεπτικῆς ψυχῆς δυνάμεων ἥδε τελειοτάτη. τελεία γὰρ ἤδη ἡ κατὰ ταύτην ἐνέργεια οὖσα κατὰ φύσιν καὶ ἤδη τελείων. παντὶ γὰρ τῷ κατὰ φύσιν ἔχοντι τέλος ἐστίν, ὡς ἤδη προείρηται, τὸ γεννῆσαι οἷον αὐτό. καὶ αὗται μὲν αἱ τῆς φυτικῆς τε καὶ πρώτης ψυχῆς ἐνέργειαι· τρέφειν αὔξειν γεννᾶν. εἶεν δ᾿ ἂν καὶ αἱ δυνάμεις ἀφ᾿ ὧν αἵδε αἱ ἐνέργειαι φανεραί· ἡ μὲν θρεπτικὴ δύναμις, οὖσα ἡ πρώτη ψυχῆς, σωστικὴ τοῦ ἔχοντος αὐτὴν διὰ τῆς οἰκείας ἐνεργείας, ἥτις ἐπὶ παρουσίᾳ τροφῆς γίνεται, ἡ δὲ [*](die nährende Seele die Nahrung verdaunt, welche von aussen genommeen wird (?), sie verändert, assimilirt und mit dem Körper zusammenhängend macht 6 ἧς—θερμόν] so dass das Warme selbst das vorangehende Princip wäre 6—7 τὸ δὲ—ἔχει τινά] Das Nahrende aber befolgt Abstufung, Ordnung und Gesetz 11 συνεχεστάτη] niedrigere 3 von den (als die) Wirkungen der Seele. Interpres hebr. se in margine legisse contendit: ausser (veschieden von) 12—13 ἔστι—μειούμενα] und das Abgenutzte und Mangelhafte dauert fort 16—17 ἡ δὲ—ποιητική] und fürwahr der Zweck, den das Wachsenmachen zuerst beabsichtigt, ist etwas von der Kategorie der Quantität 21 τελειοτάτη] die letzte und das worin ihre Vollendung 21—22 τελεία—τελείων] und es ist eine natürliche Wirkung der zwei Vollendeten [i. e Mann und Weib, adn. interpr. hebr.] 24 φυτικῆς τε καὶ πρώτης] der nährenden Seele, welche die arste Seele ist) [*](2 „ὅτι ὄργανον τὸ θερμὸν τῆς θρεπτικῆς ψυχῆς.“ ὄργανον δ᾿ Va αὐτῇ a: αὐτη V τοιαύτας m2 τοιαύτης m1 V: τοιαύτας a 4 ὁρᾷν a 10 γὰρ supra lin. V 11 ἧδε V 12 ἕστ᾿ a. etiam ἔστι δὲ—μειούμενα pendent ab εἴ γε 17 γεννᾷν a: γενᾶν V 20 μήτε ante πεπηρωμένοις om. a 21 δυνάμεως a ἧδε V 24 φυτικῆς ex Vict.: φυσικῆς Va. cf. p. 38,12 μετὰ δὲ τὴν ζωτικὴν καὶ φυτικὴν ψυχήν verba confundi solent vid. Ind. 27 παρουσία a cf. ὁ ἐπὶ τῇ τοιαύτῃ ἁρμονίᾳ γινόμενος ψόφος p. 26,2)
36
αὐξητικὴ δύναμις ψυχῆς, διὰ τροφῆς αὐξητικὴ τοῦ ἔχοντος αὐτὴν σώματος διὰ τῆς οἰκείας ἐνεργείας, ἡ δὲ γεννητικὴ δύναμις ψυχῆς. γεννητικὴ ὁμοίου τῷ ἔχοντι αὐτήν, ἣ καὶ αὐτὴ τροφῇ πως χρῆται, εἴ γε τὸ σπέρμα δι’ οὗ ἡ γέννησις τῆς ἐσχάτης τροφῆς περίττωμα, ὡς ἐν ἄλλοις δέδεικται, τελειοτέρα τις οὖσα τῶν πρὸ αὐτῆς. οὐ γὰρ εἰς αὐτὸ καὶ τὴν αὐτοῦ σωτηρίαν τε καὶ τελείωσιν συντελεῖ ἡ κατὰ τὴν γεννητικὴν δύναμιν ἐνέργεια, ἀλλὰ τοῖς ἤδη τελείοις οὖσιν αἰτία γίνεται τῆς ἄλλου ὁμοίου γενέσεως ἐφέσει ἀθανασίας ἐπισκευαστῆς τινος, ὡς ἐνδέχεται τὸ θνητὸν ἀθανασίας μετέχειν οὕτως αὐτῷ χορηγούσης αὐτὸ τῆς φύσεως διὰ τῆσδε τῆς δυνάμεως. τριῶν δὲ ὄντων ἐξ ὧν τὸ τρέφεσθαι γίνεται, τοῦ τρέφοντος, τοῦ τρεφομένου, τρέφεται, τὸ μὲν τρέφον ἐστὶν ἡ θρεπτική τε καὶ πρώτη ψυχή, τὸ δὲ τρεφόμενον τὸ σῶμα, οὖ εἶδος ἡ προειρημένη δύναμις, τὸ δὲ ὧ τρέφεται ἡ τροφή. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ αὔξεσθαί τε καὶ γεννᾶν. ἐπεὶ δὲ πάντα ἀπὸ τοῦ τέλους καὶ ἀπὸ τοῦ τελειοτάτου τῶν ἐν αὐτοῖς δίκαιον ὀνομάζειν (διὰ τοῦτο γοῦν καὶ τὸν ἄνθρωπον λέγομεν λογικὸν καίτοι ὄντα καὶ αἰσθητικόν), τέλος δὲ τῆς πρώ| της ψυχῆς ὡς ἐδείχθη τὸ γεννῆσαι ὅμοιον [*](130r) αὐτῷ, καὶ ἡ πρώτη ἂν ψυχὴ εὐλόγως καλοῖτο γεννητικὴ ὁμοιοῦσα τῷ ἔχοντι αὐτήν, εἰ καὶ ὅτι μάλιστά ἐστι πρὸς τούτῳ καὶ θρεπτικὴ καὶ αὐξητική. ἔστι δ’ ἡ θρεπτικὴ ψυχή τε καὶ δύναμις αἰτία καὶ τῆς συστάσεως τὴν ἀρχὴν τῷ τοῦ ζῴου σώματι, ὥσπερ οὖν καὶ τοῦ εἶναί τε καὶ τῆς ἐπιδόσεώς τε καὶ αὐξήσεως. ταύτης γὰρ ἔργον τὸ ἐν ᾧ ἂν ἦ παρασκευάζειν αὐτὸ τρέφεσθαί τε δι’ αὐτοῦ καὶ αὔξεσθαι δύνασθαι, ἥτις ἐν τῷ καταβαλλομένῳ σπέρματι ἐνυπάρχουσα, ὅταν ὕλης ἐπιτηδείου λάβηται, πρὸς τοῦτο συνίστησίν τε αὐτὴν οὕτως, ὡς ἐν τῇ τροφῇ τε καὶ τῇ αὐξήσει τὸ συνιστάμενον ἐξ αὐτῆς ὅμοιον γίνεσθαι τῷ προεμένῳ, καὶ τοῦ τρέφεσθαί τε αὐτὸ καὶ αὔξεσθαι παρούσης τῆς τροφῆς αἰτία γίνεται. καὶ κατὰ ταύτην μόνην τὴν ψυχικὴν δύναμιν ἐνεργεῖ τὸ κατὰ γαστρὸς ὂν ἐξ αὐτοῦ ἔχον [*](4 ἐσχάτης om. 5—6 εἰς αὐτὸ—τελείωσιν] in der Substanz des Dinges, dessen Rettung und Vollstandigkeit 7 τοῖς ἤδη—οὖσιν] in den zwei Vollendenten (vide 35,22) 8 ἐπισκευαστῆς—μετέχειν] welche erworben wird in dem moglichen Masses in dem Teile, der [v. l. dem, was] ihm zukommt an Unsterblichkeit 9 οὕτως—δυνάμεως] und dies ist ihm Leben von der Natur durch diese Kraft 17—18 γεννητικὴ—αὐτήν] welche etwas erzeungt, dem sie ahnlich ist 18 μάλιστα om. πρὸς τούτῳ] vordem 19 ἔστι— δύναμις] Auch die nahrende Seele hat eine Kraft, welche 21 γὰρ] om. 21—22 ταύτης γὰρ—δι’ αὐτοῦ] die Wirkung dessen ist, dass sie das, worin sie ist, vermogend macht, dass es sich selbst ernahre 23—25 πρὸς τοῦτο—τῷ] so sersetztz er dieselbe in einen Zustand, dass mit ihm (dabei) das Ding, woraus er es macht, auf die Weise der Nahrung und des Wachsens ahnlich wird dem 27 ἐνεργεῖ ἐξ αὐτοῦ] wirkt von selbst) [*](1 ψυχῆς 0m. a 3 αὐτὴ τροφῇ m2 αυτη τροφη m1 V: αὐτὴ τροφῆ a 5 αὑτοῦ scripsi: αὐτοῦ Va 8 ἐπισκευαστῆς V: ἐπισκευαστικῆς a 9 αὐτῷ V: αὐτὸ a χωρηγούσης V 13 αὐτὸς a: αὐτος V γεννᾷν a 17 αὑτῷ scripsi: αὐτῷ a καλοῖτο a: καλλοῖτο V ὁμοιοῦσα] fortasse ὅμοιον ποιοῦσα cf. καὶ τὸ γεννῆσαι ὅμοιον τῷ σπείραντι 32,11 ποιῆσαι ἕτερον οἶον αὐτό 32,13 18 ὅτι V: ἄρα a 21 ἐν ᾧ ἂν ᾖ] cf. quae coll. ad 137r 20 22 ᾖτις a 23 πρὸ 27 αὐτοῦ Va)
37
μὲν καὶ τῶν ἄλλων δυνάμεων ἀρχάς τε καὶ ἐπιτηδειότητας, ὧν τὰς ἕξεις εἶχεν καὶ τὸ γεννῆσαν αὐτό, οὐ μὴν ἤδη καὶ ἔχον αὐτὰς ἐνεργείᾳ, τῷ μηδὲ μόριά πως ἔχειν, δι’ ὧν αἱ κατ’ ἐκείνας τὰς δυνάμεις ἐνέργειαι.

Αἰτίαν δὲ ἡγητέον καὶ τοῦ ἀπὸ μὲν τῶν φυτῶν ἀφαιρούμενά τινα μέρη ζῆν τε καὶ τελειοῦσθαι δύνασθαι, μηκέτι δὲ καὶ τῶν ζῴων, ὅτι ταῦτα μὲν τὴν θρεπτικὴν μόνην ψυχὴν ἔχοντα, ἥτις ἐστὶν ἐν παντὶ τῷ σώματι, καὶ διὰ τοῦτο ὄντα ἁπλούστερά τε καὶ οὐ δεόμενα τοσούτων ὀργάνων, ὅτι ἂν μόριον αὐτῶν ἀφαιρεθὲν δυνηθῇ τὴν ἐν αὐτῷ δύναμιν θρεπτικὴν τηρῆσαι δι’ εὐπορίαν τροφῆς, σώζεταί τε καὶ ὅμοιον τῷ ὅλῳ γίνεται. καθ’ ἣν γὰρ δύναμιν ἐνεργεῖ καὶ τὰ ἀπὸ σπέρματος γεννώμενα, κατὰ ταύτην ἐνεργεῖν καὶ ταῦτα οἷά τε, οὔσης αὐτοῖς ἐν ταύτῃ καὶ τῆς τελειότητος· ἐπὶ δὲ τῶν ζῴων οὐχ ὁμοίως ἐν παντὶ αὐτῷ παρεσπαρμέναι, διὸ οὐδὲ ἐν τῷ ἀφαιρουμένῳ μέρει. οὐ γὰρ ὁμοιομερὴς ἡ τῶνδε ψυχή, ὥσπερ ἡ τῶν φυτῶν, οὔτε δύναμίς ἐστιν ἐν αὐτοῖς ἐκείνων τινός, ὥσπερ ἐν τοῖς σπέρμασιν, τῷ τὴν ἀρχὴν τὰ μέρη ταῦτα μηδὲ δεκτικὰ ἐκείνων αὐτῶν εἶναί τινος, ἔπειτα δὲ καὶ τὴν τροφὴν αὐτὰ μηδὲ ὡς ἔτυχεν δύνασθαι λαμβάνειν, ἀλλὰ διά τινων ἀφωρισμένων ὀργάνων, ἃ οὐχ σἶόν τέ ἐστι τοῖς μὴ ἀπὸ σπερματικῆς ἀρχῆς συνισταμένοις προσγενέσθαι, ὡς τὰς ῥίζας τοῖς φυτοῖς. ἐκεῖναι μὲν [*](1 ἀρχάς m. 6 post ἔχοντα addit: wie erlanutert worden 6 ἐστὶν] sich findet var. lect. verbreitet ist 6—7 καὶ διὰ τοῦτο— δεόμενα] daher weil sie einfacher ist und nicht bedarf. addit: wie das Thier 7—9 ὅτι ἂν—γίνεται] welcher Teil derselben auch abgesondert worden, so vermag er die nahrende Kraft, die in ihm ist, zu bewahren, wenn er die Nahrung gesund und gut findet: er gleicht also der Totalitat, von der er abgesondert worden 9—11 καθ’ ἣν—τελειότητος] Durch die Kraft namlich, wodurch das wirkt, was aus dem Samen erzeugt wird, konnen auch jene Teile wirken, da sie gleichfalls in dieser Kraft dis Vollendung besitzen 11—18 ἐπὶ δὲ τῶν —ῥίζας τοῖς φυτοῖς] Beim Thiere ist aber das unmoglich, weil in ihm furwahr nicht die) [*](2 ἐνεργεία a 4 „διὰ τί ἀπὸ μὲν τῶν φυτῶν ἀφαιρούμενα μέρη ζῇ καὶ τελειοῦται, ἀπὸ δὲ τῶν ζῴων οὐκέτι.“ αἰτίαν δὲ Va, nisi quod a τὰ μέρη 6 ἔχοντα δέδεικται legebat Arabs 7 ὅτι V: ἄρα a 9 cf. 32,4: ἀλλὰ μὴν κατὰ πρώτην τὴν θρεπτικὴν δύναμιν ἐνεργεῖ πάντα τὰ ἀπὸ τῶν ἐμψύχων σπέρματα 11—15 ἐπὶ δὲ τῶν ζῴων—εἶναί τινος] supr παρεσπαρμέναι manus recentissima μέρει scripsit V (12) αὐτῷ a(15) haec manca esse et apertum est et confirmat interpretatio hebraica. quam secutus totum locum ita fere restituere conatus sum. ἐπὶ δὲ τῶν ζῴων ⟨οὐχ οἶά τε (sc. τὰ μέρη ταῦτα ἐνεργεῖν), ὅτι οὐ μόνον ἡ θρεπτική, ἀλλὰ καὶ ἄλλαι ψυχαί εἰσιν ἐν τῷ ζῴῳ⟩ οὐχ ὁμοίως ἐν παντὶ αὐτῷ παρεσπαρμέναι (διὸ οὐδὲ ἐν τῷ ἀφαιρουμένῳ μέρει· οὐ γὰρ ὁμοιομερὴς ἡ τῶνδε ψυχή, ὥσπερ ἡ τῶν φυτῶν) οὐ δὲ δύναμίς ἐστιν ἐν αὐτοῖς ἐκείνων τινός, ὡσπερ ἐν τοῖς σπέρμασιν, τῷ τὴν ἀρχὴν τὰ μέρη ταῦτα μηδὲ δεκτικὰ ἐκείνων αὐτῶν εἶναί τινος ad διὸ οὐδὲ ἐν τῷ ἀφαιρουμένῳ μέρει suppleas ὁμοίως ἐν παντὶ αὐτῷ παρεσπαρμέναι εἰσὶν αἱ ψυχαί. ὅτι usque ad φυτῶν primam rationem, cur desectae animalium partes agere nequeant, continent. de quibus disserere pergit verbis οὐδὲ— εἶναί τινος, quae sic intelleges: „neque facultas inest i eis (partibus) τινος ἐκείνων (i. e. ullius illorum amimalium), quali facultate praedita sunt semina“. cuius rei ea est causa „quod hae partes nihil omnino eorum recipere possunt, quae illis irsis (ἐκείνων αὐτῶν sc. animalibus) propria sunt“. οὔτε mutavi in οὐδέ, ut 145v7 153 r29, nisi mavis οὔτε μόνον ἡ θρεπτική, . . οὔτε δύναμίς ἐστιν)

38
γὰρ ῥᾳδίως τῇ τῆς τροφῆς παρουσίᾳ συνίστανταί τε καὶ αὔξονται οὐ πολλῆς τῆς οἰκονομίας δεόμεναι. οὐδὲν δὲ τῶν ζῴων οἷόν τε οὔτε χωρὶς τῶν ἀφωρισμένων πρὸς τὴν τροφὴν ὀργάνων τρέφεσθαι, οὔτε οἷά τε ταῦτα συστῆναι μὴ τοῦ σπέρματος τὰς δυνάμεις αὐτῶν ἔχοντος. διὸ καὶ κατὰ γαστρὸς ὄντα ἔτι ὡς μέρη τῆς φερούσης αὐτὰ τὴν τροφὴν λαμβάνει. τρέφεται μὲν γὰρ κατὰ τὴν δύναμιν τὴν ἐν αὐτοῖς, δέχεται δὲ τὴν τροφὴν ὡς μέρη. διὸ οὔτε ζῷον ἤδη οὔτε ἁπλῶς ζῆν καὶ καθ’ αὑτὰ λέγεται τὰ ἔτι κατὰ γαστρὸς ὄντα. ζῇ μέντοι καὶ τὰ τῶν ζῴων μέρη πολλάκις διαιρεθέντων αὐτῶν ἐπὶ χρόνον τινά, εἰς ὅσον ἐπὶ τῶν ψυχικῶν δυνάμεων ἔχειν οἷά τε τὰ μέρη ἐγκαταλείμματά τινα τῶν τε ἐνεργειῶν καὶ τῶν δυνάμεων ὧν εἶχον ὅτε ἦν ἡνωμένα τε καὶ συνεχῆ τῷ ὅλῳ.

Καὶ τοιάδε μὲν ἡ πρώτη τῆς ψυχῆς δύναμις, μετὰ δὲ τὴν ζωτικήν τε καὶ φυτικὴν ψυχήν, ἢ δέδεικται διὰ τῶν περὶ αὐτῆς λόγων εἶδος οὖσα τοῦ ἔχοντος αὐτὴν σώματος, ἦς δυνάμεις αἱ προειρημέναι τε θρεπτικὴ καὶ ἡ αὐξητικὴ καὶ ἡ γεννητική, μετὰ δὴ τὸν περὶ ἐκείνης λόγον εἴη ἂν ἑπόμενον λέγειν περὶ τῆς αἰσθητικῆς. δευτέρα γὰρ ἥδε μετ’ ἐκείνην. τάντα γὰρ τὰ ἄλλην τινὰ δύναμιν ἔχοντα ψυχικὴν ἀναγκαῖον, ὥσπερ ἔχει τὴν θρεπτικήν, οὕτως δὲ ἔχειν καὶ τὴν αἰσθητικήν· καὶ ἔστιν ἡ δύναμις αὕτη, καθ’ ἣν τὰ ζῶντα πρὸς τῷ ζῆν καὶ ζῷά ἐστιν ἤδη. ἔστι μὲν οὖν ὁ περὶ αἰσθήσεως λόγος πλείων τε καὶ οἰκείας δεόμενος πραγματείας, ως δὲ συνελόντι καθόλου περὶ τῆς αἰσθητικῆς ψυχῆς εἰπεῖν, δύναμίς ἐστι ψυχῆς, καθ’ [*](ernahrende Seele allein ist, sondern [auch] andere Seelen, welche nicht nach jenem Beispiele (wie jene) in sienem genzen Korper gestellt sind (Stand haben), daher findet sie sich nicht einmal in einem Gliede, welches von ihm abgesondert wird, denn die Seele des Thieres ist nicht von gleichartigen Teilen, wie die Seele der Pflanze, und in ihm (ihr) ist nicht die Kraft zu Manchem, was in jenen ist, wie in den Samen, weil es (sie) uberhaupt Manches nicht annimmt, was jene besitzen. Ferner nach diesem, wenn die Glieder die Nahrung nehmen (wurden?), so ware es unmoglich, dass ein empfangender Teil vorkomme (?), [deest: es sei denn] mit irgend welchen bestimmten Organen. Denn es ist unmorglich, dass jene in (miti?) Organen entstehen, wie die Wurzeln [an] der pflanze entstehen, es sei denn, dass sie vom Beischlaf ihren Anfang nehmen. 1—2 οὐ—δεόμεναι] da in dem Regimen ihres Zustandes keine grosse Arbeit ist 3—4 οὔτε ἔχοντος] diese Organe konnen aber nur vorhanden sein durch Beischlaf, da durch denselben ihr Bestand ist 4—5 διὸ—λαμβάνει] daher so lange der Foetus im Mutterliebe bleibt, nimmt er furwahr die Nahrung, insofern er ein Teil der Schwangerenist, die ihn tragt 7 ζῷον] ein Lebendes καὶ om. 8 πολλάκις] viele 8—9 διαιρεθέντων-αὐτῶν] wenn sie abgeschnitten werden 9 εἰς ὅσον—δυνάμεων] in dem Maasse als es moglich ist, dass in diesen Gliendern von den Kraften der Seele ein Rest von den Wirdkungen und Kraften ubrig bleibe 18—19 καὶ ἔστιν—καθ’ ἣν] diese Kraft ist die, durch welche 19—20 ἔστι—πλείων] die Rede uber den Sinn ist lange 20—21 ὡς δὲ συνελόντι-εἰπεῖν] die kurze summarische Rede uber die sinnliche Seele ist die, dass man von ihr sagt) [*](5 φερούσης scripsi cf. int. hebr.: τρεφούσης Va 8 τοι supra lin. V 9 ἐπὶ] fortasse ἀπὸ 12 „περὶ τῆς αἰσθητικῆς ψυχῆς“. καὶ τοιάδε Va(τοιᾶδε) 13 οὖσα a 15 τὸν a τῶν V 16 ἧδε V 17 ἔχειν a 18 αὕτη ex. Vict.: αὐτὴ Va 19 καὶ om. a 20 αἰσθήσεων a)

39
ἣν τὸ ἔχον αὐτὴν οἰόν τέ ἐστιν ὁμοιούμενον τοῖς δεκτοῖς αἰσθητοῖς διά τινος ἀλλοιώσεως τῇ πρὸς αὐτὰ ἐνεργείᾳ κρίνειν αὐτά. ὡς γὰρ ἡ θρεπτικὴ δύναμις τροφῆς ἐδεῖτο πρὸς τὸ ἐνεργεῖν (περὶ γὰρ ταύτην ἡ ἐνέργεια αὐτῆς), οὕτως καὶ ἡ αἰσθητικὴ τῶν αἰσθητῶν. περὶ γὰρ ταῦτα ἡ ἐνέργεια καὶ ταύτης καὶ τούτων ἐστὶν ἀντιληπτική τε καὶ κριτική. διὸ μὴ παρόντων αὐτῶν οὐκ ἐνεργεῖ, ἀλλ’ ἔστιν δυνάμει αἴσθησις, ἀνάλογον ἔχουσα τοῖς ἔχουσι μέν τινα ἐπιστήμην, μὴ ἐνεργοῦσι μέντοι κατ’ αὐτήν. ὁμοίως γὰρ ἐκεῖνά τε δυνάμει ἐπιστήμονα καὶ ἡ ἀνενέργητος αἴσθησις δυνάμει αἴσθησις. ἐκτὸς δὲ τὰ αἰσθητά, ὅτι ἡ αἴσθησις ἐπὶ χρήσιμόν τι τὴν ἀναφορὰν ἔχει· ἢ γὰρ τοῦ λαβεῖν τι χάριν, ἢ τοῦ φυγεῖν, ἐκτὸς δὲ ταῦτα. ἔστι δὲ τὸ αἰσθητόν τε καὶ ἡ αἴσθησις πρὸ μὲν τῆς ἐνεργείας ἀνόμοια, ἐν δὲ τῇ [*](130v) ἐνεργείᾳ ὅμοια γίνεται. κατὰ ὁμοίωσιν γάρ τινα γινομένην δι’ ἀλλοιώσεως τὸ αἰσθάνεσθαι. τὸ γὰρ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης γινόμενον ἐν τῷ αἰσθητικῷ ἡ κατ’ ἐνέργειάν ἐστιν αἴσθησις. εἰ δὲ δι’ ἀλλοιώσεως ἡ ὁμοίωσις, δῆλον ὡς πρὸ τῆς ἀλλοιώσεως ἕτερά τε καὶ ἀνόμοια ἦν, ὡς ἐδείχθη καὶ ἐπὶ τῆς τροφῆς. διὸ καὶ εὐλόγως λέγεται ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου πάσχειν τὴν αἴσθησιν, ἔστι δ’ ὡς ὑπὸ τοῦ ἀνομοίου. παθοῦσα γάρ ἐστιν ὁμοία. γίνεται δὲ τὸ πάθος τοῦτο ἐν τῷ πρώτῳ τὴν αἰσθητικὴν ψυχὴν ἔχοντι σώματι διά τινων ὀργάνων ὄντων ἄλλης φύσεως τῶν αἰσθητῶν οἷς διακονεῖται τῷ δύναμιν ἔχειν πάσχειν ὑπ’ αὐτῶν, ἃ ὅταν πάθῃ εἶτ’ ἐκεῖνο τὸ πάθος διαδίδωσιν. ἔστι δὲ ἐκεῖνο ἱδρυμένον περὶ τὴν καρδίαν, ἔνθα καὶ ὅλως τὸ τῆς ψυχῆς ἡγεμονικόν, ὡς προϊὼν ὁ λόγος δείξει. ἐν ᾧ γὰρ μάλιστα τὸ εἶναι τῷ ζῴῳ, ἐν ἐκείνῳ εὔλογον εἶναι καὶ τὸ εἶδος [*](1 τὸ ἔχον αὐτὴν] sie [i. e. die Kraft] δεκτοῖς om. 2 πρὸς αὐτά om. κρίνειν αὐτά] so dass sie uber dieselben allgeme ein urteilt [p mg: in Allgemienheit] 4—5 περὶ—κριτική] denn an ihnen ist ihr Wirken und durch dieses Wirken ergreift sie und urteilt uber dieselben 7—8 ὁμοίως— αἴσθησις] Denn dieses und jenes (dieser und jener) ist einerlei, denn dieser erkennt virtualiter und der Sinn ohne Wirkung ist furwahr [nur] virtualiter ein Sinn 9—10 ἐκτὸς—ταῦτα om. 12 κατὰ ὁμοίωσιν] [die Wahrnehmung] ist eine Aehnlichkeeit 17 πάσχειν] zum Wirken gebracht [var. lect. mit Abbild versehen] werden 17—18 παθοῦσα—ὁμοία] Es wird namlich zum Wirken gebracht (afficirt?) durch den Umriss (von dem Eindruck?), der nicht ahnlich ist; dann werden sie einander ahnlich 20—21 οἷς διακονεῖται—διαδίδωσιν] durch welche dasjenige, was die Kraft besitzt, den Umriss von ihnen anzunehmen vermag; wenn es den Unriss angenommen hat, dann bringt (?) es selbst den Umriss 22 ἔνθα] weil (weil in ihm? ?) 23 ἐν γὰρ] durch welches ἐν ἐκείνῳ—εἷδος] das muss in ihm die Form sein) [*](1 δεκτικοῖς a 3 ἐνεργεία a: ἐνέρ| α V 4 Arabs ἡ ἐνέργεια αὐτῆς καὶ ταύτῃ τούτων egisse videtur 7 τινὸς a 8 ἐκεῖνα . . ἐπιστήμονα] cf. Alexandri de sensu comment. 105,11 ed. Thurot et ib. 422: κατὰ γὰρ ποιὰν σχέσιν . . τῶν ὁρωμένων. πρὸς τὰ ὁρῶντα. de an. 42,17 εἴ τινες παρεστῶτες τύχοιεν . . τοῦ πεφωτισμένου διαδιδόντος καὶ ἐπὶ ταῦτα τὸ χρῶμα, Ind. s. v. neutrum 10 ἐκτὸς] sc. τὰ ληπτὰ καὶ φευκτά (Diels) 19 τινων] sub ι litura V 20 οἶς διακονεῖται] quius (i. e. sensibilibus) inserviunt organa, quippe quae ita instituta siat, ut a sensibilibus patiantur. de διακονεῖσθαι cf. Ind. 21 πάθη a εἶτ’ scripsi: εἴτ’ Va 22 δείξει] 140r48 sq.)
40
τὸ κυριώτατον. ἐν θερμῷ δὲ καὶ ὑγρῷ τὸ εἶναι μάλιστα τῷ ζῴῳ. τοιοῦτος δὲ ὁ περὶ καρδίαν τόπος. ἀρχὴ γὰρ αὕτη καὶ πηγὴ τοῦ αἵματος, ᾧ τρεφόμεθα, καὶ τοῦ πνεύματος, ταῦτα δὲ ὑγρά τε καὶ θερμά. καὶ τοιοῦτος μὲν ὁ κοινὸς τῆς αἰσθήσεως λόγος. ἐπεὶ δέ ἐστι μέρη τῆς αἰσθήσεως πέντε, καὶ ἔχει ταῦτα πρὸς ἄλληλα ὁμοίως τοῖς τῆς ⟨φυτικῆς⟩ ψυχῆς μέρεσιν τὸ πρῶτόν τε καὶ ὕστερον (ἐν δὲ τοῖς οὕτως ἔχουσιν οὐκ ἦν ὁ κοινὸς λόγος γνωρίμως τὴν τοῦ προκειμένου πράγματος σημαίνων φύσιν, ἀλλ’ ἔδει περὶ ἑκάστου αὐτῶν ἰδίᾳ ποιεῖσθαι τὸν λόγον τῷ βουλομένῳ περὶ αὐτῶν οἰκείως τε καὶ προσεχῶς λέγειν), δεῖ καὶ τὸν περὶ αἰσθήσεως λέγοντα ἰδίᾳ περὶ ἑκάστου μέρους εἰπεῖν. μέρη δὲ τῆς αἰσθητικῆς δυνάμεως ἁφή, γεῦσις, ὄσφρησις, ἀκοή, ὅρασις ἢ ὄψις. ὧν ἡ μὲν ἁφὴ τῶν ἄλλων χωρίζεται (ἔστι δὲ τρόπον τινὰ καὶ ἡ γεῦσις ἁφή)· ἔστι γοῦν τινα τῶν ζῴων, ἃ ταύτην τὴν αἴσθησιν ἔχει μόνην. τῶν δὲ ἄλλων τινὰ αἰσθήσεων ἀδύνατον παρεῖναί τινι χωρὶς φῆς. οὐδὲ γὰρ τὴν ἀρχὴν οἷόν τε ζῷον εἶναί τι χωρὶς ταύτης τῆς αἰσθήσεως. μέλλοντας δὲ λέγειν περί τε τῶν αἰσθητικῶν δυνάμεων καὶ περὶ τῶν ἐνεργειῶν τῶν κατ’ αὐτάς, ἐπεὶ αἱ ἐνέργειαι αὐτῶν ἑκάστης γίνονται περὶ οἰκεῖόν τι αἰσθητόν, ἀναγκαῖον πρὸς τὴν δήλωσιν αὐτῶν πρῶτον ἐπ’ ὀλίγον περὶ τῶν αἰσθητῶν διαλαβεῖν, ἐπεὶ ὁμοιώσει τούτων τὸ αἰσθάνεσθαι.

Καθόλου δὴ τῶν αἰσθητῶν τὰ μὲν καθ’ αὑτά ἐστιν αἰσθητά, τὰ δὲ κατὰ συμβεβηκός, καὶ τῶν καθ’ αὑτὰ αἰσθητῶν τὰ μὲν ἰδίᾳ ἑκάστῃ αἰσθήσει ἐστὶν αἰσθητά (ἄλλα μὲν γὰρ ὄψεως ἴδια αἰσθητά, ὡς τὰ χρώματα, ἄλλα δὲ ἀκοῆς, ὡς ψόφοι, ἄλλα δὲ ὀσφρήσεως, ὀσμαὶ γάρ, ἄλλα δὲ γεύσεως, χυμοὶ γάρ, ἄλλα δὲ φῆς, αἱ γὰρ ἀπταὶ ἐναντιώσεις, ὧν θερμότητες, ψυχρότητες, ξηρότητες, ὑγρότητες, τραχύτητες, λειότητες· ἔστι γὰρ ἑκάστῃ αἰσθήσει αἰσθητά, ὧν οὐχ οἶόν τε αἰσθέσθαι ἄλλην τινὰ αἴσθησιν καθ’ [*](2 ὁ— τόπος] die Beschaffenheit des Gliedes Herz 3 ᾧ τρεφόμεθα-πνεύματος] wodurch der Geist (Hauch) ernahrt wird 5 τῆς ψυχῆς] der vitalen Seele 6 τὸ πρῶτόν τε καὶ ὕστερον] dass namlich das eine ein ersten, das andere ein letztes ist 7 γνωρίμως] so dass sie erkannt werden τοῦ προκειμένου πράγματος] des Gegenstandes, welcher gemeint ist durch sie [plur die Dinge ?] 8—9 ἀλλ’ ἔδει—προσεχῶς λέγειν] sondern derjenige, der daryber 'n einer Rede reden will, wodurch sie (?) erkannt verden (γνωρίμως?), die Rede uber jedes Einzelne trennen muss 11 ὅρασις ἢ ὄψις] und das Gesicht 15 δὲ om. 17—18 πρὸς τὴν δήλωσιν] in einer Belehrung 18—19 ἐπεὶ—αίσθάνεσθαι] da die Wahrnehmung durch das ihne ahnlich werden geschieht 20 ἐστιν] wir sagen, dass ist 21—23 τὰ μὲν—ἀκοῆς] tells specifiche Sinnesobjekte fur je einen der Sinne, z. B. die Sinnesobjecte des Gesuchts sind ihm specifisch, wie wenn du sagst, die Farben, die Sinnesbjekte des Gehors sind andere) [*](5 τέντε a ἔχη a φυτικῆς addidi cf. int. hebr. sed potest etiam ζωτικῆς legisse Arabs 6 ἦν cf. 17,1.2 28,14 7 λόγον γνώριμος a 8 ἔδη a ἐδία a 10 ἰδία a 11 ἢ a: η V. cur ἢ ὄψις adiunxerit nescio 13 μόνην] η in lit. V 14 οἷονται V 1 ανα-| καῖον i. e. ἀνανκαῖον V 19 ὁμοιώσει scripsi cf. int. hebr. ὁμοίως εἰ Va τὶ ἐσθάνεσθαι a 20 ,,περὶ αἰσθητῶν (αἰθητῶν V) τῶν τε καθ’ αὑτὰ ὄντων καὶ τῶν κατὰ συμβεβηκός.· καθόλου δή Va 21 ἰδία ἑκάστη a 22 ἴδιά ἐστιν αἰσθητά a ἄλλα V: ἀλλὰ a( item 23) 25 ξυρότητες a)

41
αὐτά), τὰ δέ τινα τῶν καθ’ αὐτὰ αἰσθητῶν ἐστι κοινά. ἔστι δὲ τοιαῦτα, ὅσα τὸ μὲν γνωρίζεσθαι δι’ αἰσθήσεως ἔχει, πλείους μέντοι εἰσὶν αὐτῶν αἰσθήσεις διάκονοι. μεθ’ ὧν γὰρ τὸ ἑκάστῃ αἰσθήσει ἴδιον αἰσθητὸν ὑποπίπτει, μετὰ τούτων καὶ τὰ αἰσθητήρια τὴν ἐπὶ τὴν αἴσθησιν αὐτῶν ποιπίπτει εῖται διάδοσιν. τοιαῦτα δέ ἐστι κίνησις, ἠρεμία, ἀριθμός, σχῆμα, μέγεθος. κατὰ συμβεβηκὸς δὲ αἰσθητὰ τῷ συμβεβηκέναι τι αὐτοῖς αἰσθητὸν αἰσθητὰ καὶ αὐτὰ καλοῦμεν, οἶον εἴ τις τὸν ἀφρὸν αἰσθητὸν εἶναι λέγοι, διότι συμπίπτει βέβηκεν αὐτῷ λευκῷ εἶναι, τοῦτο δὲ αἰσθητόν. τὰ μὲν οὖν οὕτως λεγόμενα αἰσθητὰ οὐδὲ αἰσθητὰ τὴν ἀρχήν, ὅτι μηδὲ πάσχει τι ἡ αἴσθησις ὑπ’ αὐτῶν ἢ τοιαῦτα. τῶν δὲ καθ’ αὐτὰ αἰσθητῶν περὶ μὲν τὰ κοινὰ συμβαίνει τὰς αἰσθήσεις ἀπατᾶσθαι, ὡς μὴ πάσχειν, ὡς ἔχει τὰ ὑποκείμενα. αὕτη γὰρ αἰσθήσεως διαμαρτία τὸ διά τινα περίστασιν ἀλλοῖον αὐτῇ γίνεσθαι τὸ πάθος καὶ μὴ ὅμοιον τῷ ἀφ’ οὖ γίνεται. περὶ δὲ τὰ ἴδια αἰσθητὰ ἀληθεύουσι μάλιστα, ὅταν αὐταῖς φυλάσσηται ταῦτα, μεθ’ ὧν εἰσιν αὐτῶν ἀντιληπτικαί. ὧν πρῶτον μὲν ἂν εἴη τὸ ὑγιαίνειν τε καὶ κατὰ φύσιν ἔχειν τὰ αἰσθητήρια, δεύτερον δὲ ἡ θέσις τοῦ αἰσθητοῦ (οὐ γὰρ τοῦ ὄπισθεν κειμένου ἡ ὄψις ἀντιληπτική), τρίτον ἡ τοῦ διαστήματος συμμετρία. οὐ γὰρ ἀπὸ παντὸς διαστήματος τοῖς αἰσθητηρίοις ἡ τῶν αἰσθητῶν ἀντίληψις γίνεται. καὶ ἐπὶ τούτοις δεῖ τὸ μεταξύ, δι’ οὖ ἡ τῶν αἰσθητῶν ἀντίληψις, ἐπιτηδείως ἔχειν πρὸς τὸ τοῖς αἰσθητηρίοις διακονεῖσθαι (οὐ γὰρ [*](1 τὰ δέ—κοινά] Einige Sinnesobjecte sind ihrem Wesen nach gemeinschaftlich 3— 5 μεθ’ ὧν—διάδοσιν] und zwar was die Dinge anbetrifft, bei welchen das einem einzelnen der Sinne specifische Sinnesobject dem Sinne unterliegt, mit diesen [Dingen] gelangen Vir zur Whrnehmung jener (durch jene?) 6—7 κατὰ συμβεβηκὸς—αἰσθητὸν εἶναι λέγοι] Vas man Sinnesobjekte per accidens nennt, das sind die Dinge, die nicht nach dem Wesen ihrer Natur Sinnesobjecte sin d, aber da sie zufallig trifft und erriecht ein sinnlich wahrnehmbares Ding, so nennen wir auch sie Sinnesobjekte, z. B. dass Jemand von dem Nachdenkebdeb (Einsichtigen) sagt, er ist ein Sinnesobjekt 10 ᾗ] insofern 11—15 ὡς μὴ πάσχειν—ἀντιληπτικαί] so dass sie nicht einsehen (richtig wahrnehmen), wie ihnen passirt, in dem, was wir vor uns sehen von diesem Buche. Denn der Irrtum kommt vor im Sinn, Wenn ihm der Gegenstand ahnlich vorkommt (?), und er irre wird, und der Umriss, welcher in ihm ist (wird), verschieden ist von dem Dinge, von welchem er kommt, wegen siener Aehnlichkeit. Was die Dinge anbetrifft, welche den Sinnen dienen, so ist er in ihnen insbesondere wahrhft, so lange die Dinge, mit welchen ihnen die Wahrnehmung stattfindet, erhalten (gegenwärtig?) sind 17 ἡ —συμμετρία] dass die Entfernung zwischen e. u. d. a. kurza sei 19 μεταξύ] zwischen demahrnehmeende en und dem Wahrgenomm enea 20 τοῖς αἰσθητηρίοις] durch das Sinnesorgan) [*](2 αὐτῶν V ex. Vict.: αὐτῷ a 3 ἑκάστη a 5 ἡρεμία ut solet V 6 post αἰσθητὰ plura excidisse interpretatio hebraicadocet. fortasse κατὰ συμβεβηκὸς δὲ αἰσθητὰ ⟨τὰ καθ’ αὑτὰ οὐκ αἰσθητά, ⟩ τῷ συμβεβηκέναι τι αὐτοῖς αἰσθητὸν αἰσθητὰ καὶ αὐτὰ καλοῦμεν 7 ἀφρὸν] ἀφορὸν a. casu sensibilia Aristoteles nominis appellativi exemplo solet notare [Διάρους οἱός de an. 2,6. 418a21] latet fortasse Εὔφ φρον’, quod Arabs der Einsichtige vertit 10 ᾗ scripsi: ἣ V: om. a 11 ἀπατᾶσθαι a 12 αὐτῇ a: αὐτη V 14 ἀληθεύουσι sc. αἱ αἰσθήσεις φυλάσσηιται V 17 ὄπισθεν a: ὄπιθεν V)
42
οἷόν τε ὁρᾶν μὴ ὄντος τοῦ διαφανοῦς πεφωτισμένου), ἔτι ὑπὸ μηδενὸς ἐνοχλεῖσθαι· οὐ γὰρ οἶόν τε ἀκούειν οὖ τις βούλεται, ὅταν ἐνοχλῶσιν ψόφοι μείζονες.

Τῆς μὲν οὖν ὄψεως ἴδιά ἐστιν αἰσθητὰ τά τε χρώματα καὶ ὅσα φωτὸς οὐχ ὁρώμενα σκότους ὁρᾶται, ἃ οὐκ ἂν εἴη χρώματα, ὅτι μὴ ὑποπίπτει τῷ τοῦ χρώματος ὁρισμῷ, εἴ γε χρῶμά ἐστι τὸ κινητικὸν τοῦ κατ’ ἐνέργειαν διαφανοῦς. ἔστι δὲ διαφανῆ μὲν ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ καὶ ὅσα τῶν στερεῶν οἰκείῳ οὐ κέχρηται χρώματι, κινούμενα δέ πως ὑπὸ τῶν χρωμάτων διακονεῖσθαι τῇ ὄψει δύναται πρὸς τὴν ἀντίληψιν αὐτῶν. ταῦτα δὲ κατ’ ἐνέργειαν γίνεται διαφανῆ, ὅταν ᾖ πεφωτισμένα. οὕτως γὰρ ἐχόντων αὐτῶν κινητικὰ τὰ χρώματα. ὅτι γὰρ τὸ φῶς καὶ τὰ πεφωτισμένα τῶν διαφανῶν ὑπὸ τῶν χρωμάτων κινεῖταί πως, δῆλον ἐκ τοῦ πολλοῖς τῶν [*](131r) χρωμάτων τῶν διὰ τοῦ φωτὸς ὁρωμένων ὁμόχροον ὁρᾶν γινόμενον αὐτὸ καὶ συναναφέρον αὐτῷ τὸ χρῶμα. ἀπὸ γὰρ χρυσοῦ χρυσοειδὲς καὶ αὐτὸ φαίνεται καὶ ἀπὸ ἁλουργοῦς πορφυροειδές, καὶ ἀπὸ τῶν χλωρῶν ποῶδες. πολλάκις δὲ ἔστιν ἰδεῖν καὶ τοὺς καταντικρὺ τοίχους τοῦ τοιούτου χρώματος καὶ τὸ ἔδαφος ὥσπερ χρωννύμενα τῷ ἐκείνων χρώματι, καὶ εἴ τινες δὲ παρεστῶτες τύχοιεν, ὡς τοῦ πεφωτισμένου τῷ πάσχειν ἀπ’ αὐτῶν διαδιδόντος καὶ ἐπὶ ταῦτα τὸ τοιόνδε χρῶμα. γίνεται δὲ τὸ χρῶμα ἐν τῷ πεφωτισμένῳ τε καὶ φωτὶ οὕτως ὡς καὶ τὸ φῶς ἐν τῷ διαφανεῖ, οὔτε κατὰ ἀπόρροιάν τινα, οὔτε ὡς ὕλης ἢ τοῦ διαφανοῦς δεχομένου τὸ φῶς ἢ τοῦ φωτὸς τὸ χρῶμα (ἀπελθόντων γοῦν τῶν ταῦτα ἐμποιούντων εὐθὺς συναπέρχεται τὸ μὲν χρῶμα ἐκ τοῦ φωτός, εἰ τὰ χρωννύντα αὐτὸ ἀπέλθοι, τὸ [*](3 μείζονες] addit: als die Tone jenes Dings, das er horen will 7 καὶ om. 12—14 δῆλον—χρῶμα] der Beweis [ist], dass du, wenn du viele der Farben im Lichte siehst, auch von ihren Farben das Licht gefarbt siehst, welches ihre Farben mit sich fortgetragen 14—15 ἀπὸ— ποῶδες] wir sehen namlich, dass es von der goldenen Farbe zur Farbe des Goldes werde, und von der Farbe der Violen zur Farbe des Purpurs und von den grunen Farben grasartig (grun) 16—19 πολλάκις—χρῶμα] Haufig sehen wir die Wande, welche einer von jenen Farben gegenuberstehen, und die Erde (der Boden) der Pflanze von der (den) Farbe(n) derselben (desselben) gefarbt werden [i. e. Wande und Boden werden gefarbt, jene von der gegenuberstehenden Farbe, dieser von der Farbe der Pflanze. St.], ebenso auch, wenn es sich trifft, dass ein Mensch in der Nahe derselben steht, so wird er von ihren Farben gefarbt, weil das Licht von ihnen afficirt wird und die Farbe, die er empfangt, auch zu diesen Dingen bringt 20—22 οὕτε—χρῶμα] nicht indem Etwas aus beiden sich ergiesst auch nicht in der Weise, dass das Sapphirische, indem es das Licht aufnimmt, Hyle fur das Licht wird, und das Licht, indem es die Farbe aufnimmt, Hyle fur die Farbe [wird] 22—23 ἀπελθόντων—τοῦ φωτός] denn wenn die beiden Wirkenden (Wirkungen?) fur diese entweichen, s o entw eich t au ch der U nriss mit ihrem Entw eiche en, also entweicht auch die Farbe dem Licht) [*](1 ὁρᾷν a 2 οὗ τις βούλεται om. a 8 οἰκείω a κέχρηαι χρώματα a 13 αὐτὸ] i. e. τὸ φῶς ὁρᾶν] ante V ι erasum V: ὁρᾷν a τὸ γινόμενον a 14 fortasse αὑτῷ 15 ἀλουργους V: ἁλουργοῦ a 16 κατ’ ἄντικρυ V: κατ’ ἀντικρὺ a. plura aut egit aut coniecit Arabs. cf. int. hebr. sed fortasse tantummodo ἐκείνων corruptum ex παρακειμένῳ cf. 153r16 sq. 17 χρωνούμενα a 19 ἐπὶ ταῦτα] cf. p. 398 20 οὕτως] υ et ς in lit. V 22 Arabs legerat εὐθὺς συναπέρχεται ⟨κ αὶ τὸ π άθος⟩ τὸ μὲν)

43
δὲ φῶς ἐκ τοῦ διαφανοῦς, εἰ τὸ φωτίζον αὐτὸ μὴ παρείη), ἀλλ’ ἔστι τις ἡ ἀπ’ ἀμφοτέρων κίνησις ἐν τοῖς δεχομένοις αὐτὰ γινομένη κατὰ παρουσίαν τε καὶ ποιὰν σχέσιν, ὡς γίνεται καὶ ἐν τοῖς κατόπτροις τὰ ἐν αὐτοῖς ὁρώμενα. ἔστιν οὖν κατ’ ἐνέργειαν, ὥσπερ εἶπον, διαφανῆ τὰ πεφωτισμένα. ὅτε γὰρ δύναται διαφαίνεσθαί τι κατ’ ἐνέργειαν δι’ αὐτῶν, τότε ἐστὶ κυρίως τε καὶ κατ’ ἐνέργειαν διαφανῆ τὴν τελειότητα καὶ τὸ οἰκεῖον εἶδος καθό ἐστι διαφανῆ παρὰ τοῦ φωτὸς λαμβάνοντα. ἔστι γὰρ φῶς ἐνέργεια καὶ τελειότης τοῦ διαφανοῦς καθὸ τοιοῦτον. γίνεται δὲ τόδε τὸ φῶς ἐν τῷ διαφανεῖ παρουσίᾳ πυρὸς ἢ τοῦ θείου σώματος. κατὰ σχέσιν γὰρ τοῦ φωτίζειν δυναμένου πρὸς τὰ φωτίζεσθαι πεφυκότα τὸ φῶς. οὐ γὰρ σῶμα τὸ φῶς. διὸ καὶ ἀχρόνως γίνεται. εἰ δὲ τὸ χρῶμα ἐν φωτὶ ὁρατόν, καὶ τούτου κινητικόν. τῷ γὰρ τὸ κατ’ ἐνέρκότα διαφανές, τοῦτο δ’ ἐστὶ τὸ πεφωτισμένον, πρῶτον πάσχειν ὑπὸ τοῦ χρώματος (τούτου γὰρ τὸ χρῶμα κινητικόν), τὴν δὲ ὄψιν ὑπὸ τούτου, οὖσαν καὶ αὐτὴν διαφανῆ, τούτῳ ἡ τῶν χρωμάτων αἴσθησίς τε καὶ κρίσις γίνεται, ὡς δέδεικται ἐν τοῖς περὶ τοῦ πῶς ὁρῶμεν ἐζητημένοις (ὥστε οὐκ ἂν εἴη χρώματα ὅσα ὁρᾶται σκότους· πῶς δὲ ταῦτα ὁρᾶται καὶ τίνος γινομένου, ἐν τοῖς περὶ τοῦ πῶς ὁρῶμεν καὶ αὐτὸ εἴρηται). ἀφ’ ἑκάστου γὰρ τῶν ὁρατῶν ἀνακεχρωσμένον τὸ φῶς κατ’ εὐθυωρίαν τεταγμένον ταῖς κατὰ τοῦτο οὔσαις ὄψεσιν διαδίδωσιν τὸ ἴδιον πάθος, ὡς ἀπ’ ἐκείνων ἔπαθεν [*](1—3 ἀλλ—σχέσιν] Vielmehr die Bewegung von beiden furwahr entsteht in den (durch die) Dingen, welche dieselben aunfnehmen durch das Gesehenwerden und durch eine Art von Beziehung 5 ὅτ—δι’ αὐτῶν] vena es namlich moglich ist, dass irgend eines der Dinge sapphirisch in actu sei 6—7 τὸ—διαφανῆ] die Form und dasjenige, was ihnen, in sofern sie sapphirisch sind, angemessen ist 11 εἰ δὲ] wenn auch 12—16 τῷ γὰρ— ἐζητημένοις] denn die Wahrnehmun der Farben geschieht furwahr, wenn das Sapphirische in actu ist, und dasjenige, welches achon beleuchtet ist, wird zuerst von der Farbe aficirt, nachdem die Farbe dasjenige ist, vas es bewegt. Davon wird das Gesicht afficirt, nachdem das Gesicht ebenfalls beleuchtet wirden, wie erlautert werden wird in unserer Forschung uber das Gesicht, wie es sei 18 εἴρηται] Futur 18—20 ἀφ’ ἑκάστου — ἴδιον πάθος] denn wenn das Licht von jedem einzekbeb der sichtbaren Dinge desseb Farbe erhalten hat, und ein Jedes von diesen Beiden gegenubergestellt ist in grader Linie dem Anblicken [adspectus ?? v 21 (καὶ αὐταῖς). conf. p.4 44,7 ?? die Betrachtenden = κόραι, St.], welches im Seh en, so bringt es ihnen den Umriss, welchen es insbesondere von ihnen erhalten hat) [*](1 τις κίνησις ἡ γινομένη] cf. 152r31 καὶ εἴ τις τοιαύτη ἐστὶν ἐν διαφέρουσιν σώμασιν κοινὴ φύσις ἡ τοῦτο δυναμένη 2 ἡ om. a ἀμφωτέρων a 4 διαφανῆ] δι in lit. V 5 τότε (sic) V ἐνέργειαν αὐτῶν legerat Arabs 8 „πῶς γίνεται τὸ φῶς ἐν τῷ διαφανεῖ.“ γίνεταὶ δὲ V: γίνεται δὲ a 9 παρουσία a 15 τούτῳ] cf. τῷ γὰρ εὔκρατον μάλιστα εἶναι τὸ σῶμα αὐτῷ (διὰ τοῦτο γὰρ κτλ.), τούτῳ καὶ τὴν ἁρὴν ἀκριβεστάτην ἔχει 132 v19 τὰ δὲ ἄλλοτε ἄλλη ταῦτα εἶναι καὶ δύνασθαι πᾶν τὸ ὃν ἢ νοηθῆναι ἢ ὑπὸ αἴσθησιν πεσεῖν, τού τῳ πάντα γίνεται 140rin. 16 ἐν τοῖς περὶ τοῦ πῶς ὁρῶμεν ἐζηπημένοις] hunc librum exstare in l. qui fertur de animaaltero coniecit Fabricius B. G. V, 660, frustula ibi eius servata esse Val. Rose, Arist. Pseud. 274 sq. et hoc verum est de visu secundum Aristotelem agi 152r22—153v13 passim. locus 43,18 citatus ibi non legitur 18 τοῦ a: τὸ V 19 εὐθεωρίαν a 20 οὖσαις a: fortasse βλεπούσαις)
44
αὐτό, λείαις τε οὔσαις καὶ διαφανέσιν καὶ αὐταῖς καὶ προσέτι δυναμέναις δέχεσθαι τὴν ἔμφασιν. ἐπεὶ δὲ τῷ δέξασθαι τὸ χρῶμα τὸ αἰσθητήριον καὶ ὁμοιωθῆναι αὐτῷ πως τὸ ὁρᾶν γίνεται, δεκτικὸν δὲ χρώματος τὸ ἢ μὴ ἔχον οἰκεῖον χρῶμα ἢ τοιοῦτον ὡς ὁρᾶσθαι μόγις (τοιοῦτον δὲ μάλιστα τὸ ὑγρόν τε καὶ ἀόριστον διαφανές, τοιαῦτα δὲ ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ), τὸ αἰσθητήριον, δι’ οὗ ἡ τῶν χρωμάτων ἀντίληψις, ἐκ τοιούτων. ἐξ ὕδατος γὰρ ἡ κόρη, ἐπεὶ τοῦτο τῶν ἀορίστων διαφανῶν ἤδη καὶ στέγειν οἷόν τε τὸ πάθος τὸ ὑπὸ τοῦ χρώματος γινόμενον ἐν αὐτῷ διὰ παχύτητά τε καὶ σύστασιν· ὁ γὰρ ἀὴρ οὐ τοιοῦτος. τὸ μὲν οὖν ὁρᾶν γίνεται διὰ τῆς περὶ τὰ ὁρατὰ ἐνεργείας διὰ τῶν ὀμμάτων τῆς ὁρατικῆς δυνάμεως κατὰ ὁμοίωσιν τὴν πρὸς αὐτά. ἡ δὲ ὁρατικὴ δύναμίς ἐστι, καθ’ ἣν τὸ ἔχον αὐτὴν σἷόν τέ ἐστιν ἀλλοιούμενον ὑπὸ τῶν ὁρατῶν διὰ τῆς περὶ αὐτὰ ἐνεργείας ἀντιλαμβάνεσθαί τε αὐτῶν καὶ κρίνειν αὐτά. τὸ μὲν οὖν φῶς, ὃ μάλιστά τέ ἐστιν ὁρατὸν καὶ τοῖς ἄλλοις τοῖς ὁρατοῖς αἴτιον τοῦ ὁρᾶσθαι γίνεται, τί ποτέ ἐστιν εἴρηται, ὅτι γὰρ ἐνέργεια τοῦ ἀορίστου διαφανοῦς διαφανές. λέγεται δὲ καὶ χρῶμα τοῦ διαφανοῦς διαφανές· ὡς γὰρ ἐν τοῖς χρῶμα ἔχουσιν τὸ χρῶμα, οὕτως ἐν τοῖς διαφανέσιν τὸ φῶς γινόμενον ἐν αὐτοῖς καὶ αἴτιον ὃν προειρήκαμεν τρόπον. τὸ δὲ χρῶμα, ὃ κινητικόν ἐστι τοῦ οὕτως διαφανοῦς, ἔστι μὲν καὶ. αὐτὸ ἐν διαφανεῖ, ἀλλὰ ἐν ὡρισμένῳ. πᾶν γὰρ σῶμα, ἐπεὶ χρώματός ἐστι δεκτικόν, ἢ μᾶλλον ἢ ἧττον κεκοινώνηκεν τῆς φύσεως ταύτης, ἣν διαφάνειαν καλοῦμεν. αὕτη γὰρ προσεχής ὕλη τῶν χρωμάτων· δεῖ γὰρ ὄντος χρώματος εἶναι καὶ τὴν φύσιν τὴν τούτου δεκτικήν. τὸ μὲν οὖν ἀόριστον διαφανές, ὃ καὶ μάλιστά ἐστί τε καὶ καλεῖται διαφανές, τῷ τε τὸ φάος, τουτέστι τὸ φῶς δέχεσθαι καὶ τῷ τοῖς ἄλλοις αἴτιον τοῦ φαίνεσθαι εἶναι ὑπό τινος ἐκτὸς ὄντος χρωματίζεται. τὸ [*](2 ἔμφασιν] das Seben 7 ἡ κόρη] das Betrachtende 9 ἐπεὶ σύστασιν] denn das Wasser ist aus dem sapphirischen Unbegrenzten, und wenn in ihm der Umriss entsteht, welcher von drr Farbe enstateht, [so geschieht es] wegen seiner Dicke und Festigkeit 9 ὁ γὰρ—τοιοῦτος om. 9 —10 τὸ μὲν οὖν—δυνάμεως] Das Seben geschieht [var. l. P in mg: mit zwei Gegenstanden, indem die Sehkraft die Ding aufnimmtt] mit den Augem durch die Wirkung der Kraft, welche die sichtbaren Dinge sieht 11—13 καθ’ ἣν —αὐτά] wodurch der, welcher sie bestzt,, vermogend ist, aufzunehmen die Weranderung von den sichtbaren Dingen, indem er auf sie wirkt und sie erreicht und uber sie urteilt 16—18 λέγεται—τρόπον om. 20 κεκοινώνηκεν] hat Teil und Gemeinschaft 21—22 προσεχὴς τῶν χρωμάτων] welche den Farben nahe ist 22—25 δεῖ γὰρ χρωματίζεται] denn es ist notwendig, enn die Farbe sich in dem unbegrenzten Sapphirischen findet, dass auch die Natur, welche die Farbe aufnimmt, sich finde, das ist das, was insbesondere sapphirisch genannt wird. Dies ist selbst so, weil es das Offenbarwerden, ich meine das Licht aufnimmt, und weil es Ursache fur das Gesehenwerden der ubrigen Dinge vom Auge ist, und von einen von sussen befindlichen Dinge gafarbt wird) [*](1 οὔσαις a προς’ ἔτι V 2 δὲ τῷ V: δὲ τὸ a 8 αὐτῷ V: αὐτό a 6 τοιούτων m2 τοιούτον m1 V: τοιούτων a 8 ὑπό scripsi cf. int. hebr.: αὐτὸ Va 15 γὰρ] cf.10,9 16 λέγεται—ᾗ διαφανὲς om. a 17—18 τὸ φῶς— τρόπον] temptavi τὸ φῶς, γινόμενον ἐν αὐτοῖς ⟨ὥσπερ χρῶμα, οὐχ ἀπλῶς μέν, ἀλλὰ κατὰ συμβεβηκός cf. Al. de sens. 99,2], ἀρχὴ δὲ τοῦ ὁρᾶσθαι τοῖς χρώμασιν αὐτοῖς⟩ καὶ αἴτιον ὃν προειρήκαμεν τρόπον. meliora invenienda sunt 24 τε τὸ om. a)
45
γὰρ φῶς χρῶμά πως γίνεται τοῦ οὕτως διαφανοῦς, ὡς προείρηται, ὃ ἐν αὐτῷ γίνεται παρουσίᾳ τοῦ φωτίζειν αὐτὸ πεφυκότος, τοιοῦτον δὲ τό τε πῦρ καὶ τὸ θεῖον σῶμα. κατὰ γὰρ τὴν τούτων ποιὰν σχέσιν πρὸς αὐτὰ τὸ φῶς γίνεται. διὸ καὶ παρόντων μὲν αὐτῶν πεφώτισται, ἀπελθόντων δὲ συναπέρχεται καὶ τὸ φῶς. ἡ δὲ ἐν τοῖς στερεοῖς διαφάνεια ἐντὸς καὶ μεμιγμένον καὶ συνὸν ἔχει τὸ χρῶμα. διὸ οὐ ποτὲ μὲν πάρεστιν αὐτῇ, ποτὲ δ’ οὔ, ὡς τοῖς ἀορίστοις διαφανέσιν τὸ φῶς. ἔστι δὲ τῶν οὕτως διαφανῶν τὰ μὲν μᾶλλον, τὰ δ’ ἧττον διαφανῆ, ὃ γίνεται ποσῇ μίξει τοῦ ἥκιστα διαφανοῦς σώματος. τοιοῦτον δὲ ἡ γῆ· αὕτη γὰρ ἐν οἷς ἂν μιχθῇ ἐμποδίζει τὴν διαφάνειαν αὐτῶν. παρ’ ἣν αἰτίαν καὶ ἡ τῶν χρωμάτων γίνεται διαφορά. τὸ μὲν γὰρ χρῶμα ἐν παντὶ διαφανεῖ γίνεται λευκοῦ τινος παρουσίᾳ, τοιοῦτον γὰρ καὶ τὸ πῦρ, ἀλλὰ ἢ ἐκτὸς ὄντος, ἢ μεμιγμένου αὐτῷ. ἡ δὲ κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον τοῦ διαφανοῦς διαφορὰ καὶ τοῦ φωτίζειν αὐτὸ πεφυκότος πλείονος ἢ ἐλάττονος μῖξις ποιεῖ τὰς τῶν χρωμάτων διαφοράς. λευκὸν μὲν γὰρ καὶ φωτοειδές, ἐν οἷς καθαρώτερόν τε τὸ διαφανὲς καὶ πλεῖον τὸ χρωννύον, ἔλαττον δὲ καὶ ὑφειμένον, ἤδη δὲ καὶ εἰς τὸ μέλαν ἀποκλῖνον, ἐν οἷς ἐπὶ τοσοῦτον καὶ τὸ διαφανές. ἐν οἷς μέντοι διαφανέσιν τὸ ἐνεργείᾳ αὐτὰ ποιοῦν τοιοῦτον μέμικται, ταῦτα συνὸν ἔχει καὶ οἰκεῖον τὸ χρῶμα, ὃ καὶ κυρίως καλεῖται χρῶμα. τὸ γὰρ φῶς οὐ τοιοῦτον. [*](131v) καὶ ἔστι τὸ πέρας τῶν ὡρισμένων διαφανῶν καθό ἐστι διαφανῆ τὸ χρῶμα. καθὸ μὲν γὰρ σῶμα, πέρας αὐτῶν ἐπιφάνεια, καθὸ δὲ διαφανῆ, τὸ χρῶμα. διὸ καὶ σύνεστιν τῇ ἐπιφανείᾳ τὸ χρῶμα. ἐν ταύτῃ γὰρ ἡ φαντασία τῶν χρωμάτων. μόνον τε γὰρ τῶν σωμάτων τὸ πέρας φανερόν, καὶ τὸ χρῶμα φανερόν τε καὶ φαινόμενον· καθὸ μὲν γὰρ ὁρατὰ τὰ σώματα, κατὰ τοῦτο καὶ κέχρωσται· κατὰ δὲ τὸ πέρας ὁρατά. διὸ εὐλόγως τὸ χρῶμα λέγεται [*](1 ὡς προείρηται om. 5 δὲ om. 5—6 ἐντὸς—ἔχει τὸ χρῶμα] die Farbe (das Farbende? ?? findet sich von inwendig (P: darin vermengt) 6 οὐ Arabem omisisse vidit int. hebr. 8 ἤκιστα διαφανοῦς] addit: unter den Korpern 12 ἡ ἐκτὸς—αὐτῷ] von aussen oder v on innen oder darin vermengt. alterum ,oder absurdum esse notat Hebr. δὲ om. 13—14 καὶ τοῦ φωτίζειν—μῖξις] und wenn (ob?) das Gemenge von einem Dinge, dessen Natur es ist, dass es dasselbe beleuchte, und dessen Art, dass es dasselbe beleuchte in grosserem oder geringerem Maasse 15—19 λευκὸν—οὐ τοιοῦτον] Es wird namlich die Farbe des Dinges weiss [var. lect. des Weissen], leuchtend, wenn das Sapphirische in ihm lauter und rein ist und es mehr Farbendes (?) hat, aber geringer aneissee und Lichtist, und schacher von (in?) jenen beid en egenstand dem, zum Schwarzen neigend. Wie (?) das Sapphirische ebenfalls, wenn das, was dasselbe in actu in diesem Maasse macht (und) dieser Gegenstad, der vermengt ist in ihm, wird demsellben eine besondere Farbe Und dass ist das Ding, welches in Wahrheit Farbe genannt wird, denn das Licht ist nicht so 20 διαφανῆ] begrenzte, sapphirische 23—24 μόνον τε γὰρ—φαινόμενον] die Flache ist namlich allein das Ende der Korper und ist auch das Offenbare, was von ihnen gesehen wird 24—25 καθὸ—ὀρατά] om.) [*](3 fortasse αὐτὸ 5 στερὰιοις (sic) V 6 αὐτῇ m2, αὐτη m1 V: αὐτῇ a δὲ a 8 ἥκιστα] ἥ supra lin. V 9 μιχθῇ a 15—17 λ.υκὸν—διαφανές] Arabs legisse videtur ἔλαττον ⟨κατὰ λευκότητά τε καὶ φῶς⟩ καὶ ὑφειμένον. sed ut int. hebr. itas verbagraeca gravius corrupta nidentur, velut postulatur v.16 ⟨τὸ χρωννύον⟩ καὶ τὸ διαφανές 17 ἐν οἶς ἐπὶ ν οἶ in lit. 23 μόνον scripsi: μόνων Va 24 σώματα scripsi: χρώματα Va)
46
εἶναι πέρας τοῦ ἐν ὡρισμένῳ διαφανοῦς ᾗ διαφανές. ἥτις δὲ ἐν τῷ πυρὶ καὶ ἐν τοῖς ἄλλοις τοῖς φωτὸς ποιητικοῖς ἐνοῦσα δύναμις αὐτά τε μάλιστα ὁρατὰ ποιεῖ, καὶ τοῖς ἄλλοις χρώμασιν αἴτια τοῦ ὁρᾶσθαι, τῷ φωτὸς αὐτὰ εἶναι ποιητικά, δι’ οὖ ὁρᾶται τὰ ὁρώμενα, ταύτην ἡγητέον τὴν φύσιν καὶ ἐν τοῖς ὡρισμένοις διαφανέσιν μεμιγμένην ἢ μᾶλλον ἢ ἔλαττον τῆς τε τῶν χρωμάτων γενέσεως καὶ τῆς διαφορᾶς αὐτοῖς αἰτίαν εἶναι. τοῦ δὲ εἶναι τὸ χρῶμα πέρας τοῦ διαφανοῦς, διαφανές, σημεῖον τὸ καὶ τῶν διαφανῶν ὅσα μὲν οἰκεῖον πέρας οὐκ ἔχει, τοιαῦτα δὲ τὰ ἀόριστα, ταῦτα δὲ μηδὲ χρῶμα ἔχειν οἰκεῖον. τῷ γὰρ πέρατι τοῦ σώματος σύνεστι καὶ τὸ ὡς διαφανοῦς αὐτοῦ πέρας. ὡς γὰρ ὑπό τινος ἔξωθεν περατοῦταί τε καὶ σχηματίζεται, οὕτω δὲ καὶ χρώννυται. ὧν γὰρ ὡς σωμάτων τὸ πέρας ἀόριστον, τούτων καὶ ὡς διαφανῶν. ὧν δὲ ὥρισται τὸ πέρας διαφανῶν, ταῦτα καὶ χρῶμα οἰκεῖον ἔχει ὡς συνημμένου τοῦ τε πέρατος καὶ τοῦ χρώματος. συνῆπται μὲν οὖν, οὐ μὴν ταὐτόν ἐστιν. τοῦ μὲν γὰρ ἑνὸς κατ’ ἀριθμὸν σώματος μία κατ’ ἀριθμὸν καὶ ἐπιφάνεια, οὐ μήν, εἰ μία κατ’ ἀριθμὸν ἐπιφάνεια, καὶ ἓν χρῶμα κατ’ ἀριθμόν. ἐνδέχεται γὰρ τὴν αὐτὴν ἐπιφάνειαν καὶ τὰ ἐναντία ἔχειν ἐν αὐτῇ χρώματα. καὶ τὰ ὁριστὰ διαφανῆ πέρας μὲν ἔχει, ἄν τε πεφωτισμένα ἄν τε μή, χρῶμα δὲ ἔχει τότε μόνον, ὅτε καὶ πεφώτισται.

Ἡ δέ γε ἀκοή ἐστι μὲν τῶν κατ’ ἐνέργειαν ψόφων ἀντιληπτική τε καὶ κριτική, γίνεται δὲ ὁ κατ’ ἐνέργειαν ψόφος ὑπὸ πληγῆς. ἡ δὲ πληγὴ ὑπό τέ τινος καὶ πρός τι καὶ διά τινος. ὑπὸ μέν τινος, τοῦ γὰρ πλήσσοντος· πρός τι δέ, πρὸς γὰρ τὸ πλησσόμενον· διά τινος δέ, δι’ οὖ ἡ πληγή. ἡ γὰρ πληγὴ κίνησίς τίς ἐστι κατὰ τόπον· πᾶσα δὲ ἡ τοιαύτη κίνησις διά τινος· ὥστε καὶ ἡ πληγὴ μὲν διά τινος, οὐ μὴν τοῦ τυχόντος. οὔτε γὰρ διὰ στερεοῦ, ὅτι μὴ οἷόν τε διὰ τοιούτου κίνησιν γενέσθαι, οὔτε διὰ κενοῦ, [*](1—4 ἥτις—ὁρώμενα] die Kraft, die sich im Feuer findet und in den ubrigen Korpern, welche das Licht bewirken, das sie insbesondere sichtba macht, sie ist auch die Ursache fur die anderen Farben, dass sie gensehen werden, weil sie selbst das Licht bewirkt und das ist dasjennige, wodurch die durch dasselbe gesehenen Dinge gesehen werden 9—11 τῷ γὰρ πέρατι—χρώννυται] weil namlich ihr Zustand zur Zeit der Aufnahme der Farbe [so ist], wie ihr Zustand wahrend der Aufnahme des Beendetwerdens und der Form non einem Dinge ausserhalb 11 ἀόριστον] unbegrenzt 14—15 τοῦ μὲν γὰρ—ἐπιφάνεια] denn das Sein, in dem es ist, ist Eines der Zahl nach und die Flache, in welchem sie ist, auch Eines der Zahl nach 17 ὁριστὰ] die nicht begrenzten 20 δέ γε om. ἐστι ἀντιληπτική] ist desjeninge, was wahrnimmt 22—23 ὑπὸ—ἡ πληγή] Das Ding, von welchem das Klopfen kommt, ist das Klopfende. Das Ding, an welches geklopft wird, ist das Angeklopfte. Das Ding, durch welches das Klopfen entsteht, ist dasjenige, durch dessen Vermittlung dass Klopfen wird) [*](1 V 3 τῷ m2 τὸ m1 V: τῷ a . 6 αἰτίαν scripsi: αἴτια litera post ια eras. V: αἴτια a 7 V: ἧ a 9 —11 γὰρ] cf.14,19 11 ἀόριστον scripsi cf. int. hebr.: ὁριστόν Va; apertum enim est v. 6—12 (τοῦ δὲ εἶναι—ὡς διαφανῶν) de rebus non terminatis dici, de terminatis 12 sq. (ὧν δὲ ὥρισται κτλ.) 20 „περὶ ἀκοῆς.“ ἡ δέ Va γε om. a. cf. ἡ δέ γε τῶν ἀγαθῶν ὄρεξις 136v28 26 στεραιου (sie) V ο μὴ V: τῷ μὴ ex. Vict.: τὸ μὴ a)

47
ὅτι μηδὲ τὴν ἀρχὴν τὸ κενόν ἐστί τι. ἀλλὰ μάλιστα μὲν ἐν ἀέρι καὶ δι’ ἀέρος ὁ ψόφος, ἤδη δὲ καὶ δι’ ὕδατος. οὔτε τὸ πλῆσσον δὲ οὕτε τὸ πλησσόμενον τὰ τυχόντα ὄντα ψόφον ποιεῖ, ἀλλὰ δεῖ στερεῶν γενέσθαι πληγὴν πρὸς ἄλληλα. οὐ γὰρ πάντα τὰ πλησσόμενα οἷά τε ψοφεῖν. ἡ γοῦν τῶν ἐρίων πρὸς ἄλληλα πληγὴ οὐ ποιεῖ ψόφον. οὐδὲ τὰ στερεὰ δὲ πάντα τὰ ψυφητικὰ ποιεῖ ψόφον. αἱ γοῦν βελόναι οὔτε πλήσσουσαι ἀλλήλας, οὔτε πλησσόμεναι ὑπ’ ἀλλήλων ποιοῦσι ψόφον. ὁ γὰρ ἀὴρ ἀθρόος ἀπολαμβανειαν πρὸς τῷ πλησσομένῳ λείῳ ἢ κοίλῳ ὄντι ὑπὸ τοῦ πλήσσοντος ὄντος καὶ αὐτοῦ τοιούτου ψρφεῖ. τὸ μὲν οὖν λεῖον τυπτόμενον ψόφον ποιεῖ διὰ τὸ ἀθρόον ὑπὸ τοῦ τύπτοντος πρὸς τῷ τοιούτῳ σώματι ἀπολαμβάνεσθαι τὸν ἀέρα. τὸ δὲ κοῖλον. ὅτι ὁ ἀὴρ ἐν τούτοις ἀδυνατῶν ἐξελθεῖν ὁ πρῶτος πληγεὶς διὰ τὴν κοιλότητα τοῦ περιέχοντος αὐτὸν ἄλλοτε πρὸς ἄλλα μέρη αὐτοῦ φερόμενος καὶ ἀνακλώμενός τε καὶ ἐνειλούμενος βιαίως ἐπὶ πολὺ ἠχεῖ, ἅτε διὰ τῶν ἀνακλάσεων πλείους πληγὰς ποιῶν. δεῖ δέ, εἰ μέλλοι ψόφος ἔσεσθαι, τὴν πληγὴν ταχυτέραν γίνεσθαι τῆς τοῦ ἀέρος θρύψεως τε καὶ χύσεως τοῦ μεταξὺ ὄντος τοῦ τε πλήσσοντος καὶ πλησσομένου. οὕτως γὰρ ὑπομένων καὶ ἀθρόος προσπίπτων τῷ πλησσομένῳ ποιεῖ τὸν ψόφον. ἤδη δὲ καὶ μόνος ὁ ἀὴρ πληγείς πως ψόφον ποιεῖ διὰ τὴν τῆς πληγῆς ταχυτῆτα ὡς στερεὸς ἀντιτυπῶν τῷ πλήσσοντι φθάνοντι διὰ τὴν ταχυτῆτα τῆς πληγῆς τὴν οἰκείαν αὐτοῦ διαίρεσίν τε καὶ θρύψιν, ὡς ἐπὶ τῶν μαστίγων γίνεται. ὡς εἴ γε μὴ γίνοιτο θᾶττον ἡ ἀπὸ τῆς πληγῆς κίνησις τῆς θρύψεως τοῦ ἀέρος, οὐκ ἂν ψόφος γίνοιτο, ὥσπερ οὐδ’ ἐὰν εἰς σωρὸν ἄμμου τύπτῃ τις φερόμενον ταχὐ μὴ φθάνων τὴν θρύψιν αὐτοῦ καὶ φθορὰν τῇ πληγῇ.

Καὶ ἡ ἠχὼ δὲ γίνεται κατ’ ἀνάκλασιν ἀέρος. ὅταν γὰρ ὁ πληγεὶς [*](2 δὲ] auch 4 γοῦν] denn 5 ἐρίων] der luftigen Korper 5—7 οὐδὲ—ψόφον] om. 7—9 ὁ γὰρ—ψοφεῖ] Denn der Ton wird, wenn die Luft gepresst wird, bei dem Angeklopften, enn es glatt oder hohl ist, von Luft, [welche] daran klopft, von Seiten des Klopfenden, und [wenn?] das Klopfende ist von derselben Beschaffenheit 10 ἀποδείξεις, λαμβάνεσθαι] gepresst werden 11—14 ὅτι—ποιῶν] weil die Fuft, welche in ihm ist, nicht aus der Hohlung des ihn umgebenden hinauskommen kann, und das Erste, wovon es geklopft wird, das Klopfen einem Andern bringt, dann vieder einen Andern, und es sich in ihm nach verschiedenen Seiten bewegt, sich umwendet und umkreist durch Zwang; dies erschafft den Ton bis zu einen langeren Maasse, weil die Klopfungen sich vermehren durch die Umkehrungen 19 ὡς στερεὸς] plotzlich 19—20 τῷ πλήσσοντι — θρύψιν] und das Klopfende geht voran durch die Schnelligkeit des Klopfens, teilt die Luft und bricht sie 21 ὡς εἴ γε] denn wenn 22—24 ὥσπερ—πληγῇ] so wie kein Ton erschaffen wird, wenn ein Mensch sich an Weizenkleie oder etwas anderes lehnt und sie [die Weizenkleie] sich schnell bewegt, denn das Klopfen derselben ist ein Klopfen, welches nicht voraning dem Brechen und Teilen derselben) [*](1 ὅτι V: τῷ a εἶναί τι a 3 στεραιων (sic) V 5 στεραιὰ V 6 βελῶναι a 7 οὐ γὰρ a ἀπολαμβανόμενος ἀθρόος a 11 ὅτι V: ἄρα a 13 ἐνιλούμενος a 14 μέλλει a 16 τοῦ πλησσομένου a 17 τῷ πλησσομένῳ] de concavis dicit 19 στεραιος Va ἀντιτυπὼν a 23 ἄμμου a: ἅμμου V τύπτῃ a 25 „ὅπως χὼ⟩ γίνεται.“ καὶ ἡ Va)

48
ἀὴρ εἷς μείνας ἐνεχθεὶς ἐπί τι στερεὸν ἔχον τινὰ κοιλότητα ὑπὸ τοῦ ἀέρος τοῦ ὄντος ἐν τῷ κοίλῳ τούτῳ ἡνωμένου διὰ τὸ περιέχεσθαι καὶ μὴ θρυπτομένου ἀλλ’ ἑνὸς μένοντος ἀπωσθῇ, διὰ τὴν βίαν ἐπὶ ταὐτὸν φέρεται ὅθεν ἠνέχθη. οὐ γὰρ κενῷ τῷ ἀγγείῳ προσπίπτει, ἀλλὰ ἀέρος πλήρει, ὑφ’ οὖ διὰ τὸ συνέχεσθαι αὐτὸν ὑπὸ τοῦ ἀγγείου κωλυθεὶς εἰς τὸ πρόσω ἐνεχθῆναι ἢ θρυβῆναι, ἀπωσθεὶς εἰς τοὐπίσω πάλιν φέρεται ταχέως ἅτε εὐκίνητος ὢν τὸν αὐτὸν ἔτι φυλάσσων ψόφον. δύναται δὲ λέγεσθαι καὶ ὅτι οὐχ ὁ πρῶτος ἀὴρ πληγεὶς φέρεται ἐπὶ τὸ κοῖλον σῶμα καὶ τὸν ἐν [*](132r) τούτῳ ἀπειλημμένον ἀέρα καὶ πάλιν ἀπὸ τούτων εἰς ταὐτὸν ἀνακάμπτει (οὕτως γὰρ ἀντιπερίστασις ἂν γίνοιτο διπλῆ τοῦ μετὰ τὸν πεπληγότα ἀέρα καὶ φερόμενον αὐτῷ ἐπὶ τὸν κοῖλον τόπον ὑποχωροῦντος καὶ πάλιν ἀναστρέφοντος), ἀλλ’ ὁ μὲν πρῶτος ἀὴρ πληγεὶς διὰ τὸ τάχος τῆς πληγῆς συνεχὴς καὶ ἀδιαίρετος μείνας τὸν μετ’ αὐτὸν σχηματίζοι ἂν τῇ ὁμοίᾳ πληγῇ, καὶ πὗτος τὸν μετ’ αὐτόν, καὶ οὕτως κατὰ συνέχειαν μέχρι τοῦ ἀγγείου ἡ πρόοδος τοῦ ψόφου κατὰ διάδοσιν γίνοιτ’ ἄν, ὁ δὲ τελευταῖος ὁ πρὸς τῷ ἀγγείῳ πληγείς τε καὶ σχηματισθεὶς κωλυθεὶς εἰς τὸ πρόσω διαδοῦναι τὴν πληγὴν ὑπὸ τοῦ ἀγγείου, ἀνάπαλιν ὑπὸ τῆς τοῦ στερεοῦ ἀντιτυπίας ἀπωσθείς, ὡς σφαῖρα ἀπὸ στερεοῦ τινος, τὸν ἐπὶ τάδε αὐτοῦ πλήσσοι τε ἂν καὶ σχηματίζοι πάλιν, καὶ οὖτος πάλιν τὸν πρὸ αὐτοῦ, καὶ οὕτως ἡ διάδοσις ἐπὶ ταὐτὰ γίνεσθαι τῆς τε πληγῆς καὶ τοῦ ψόφου ὅθεν ἤρξατο τὴν ἀρχήν, ὥσπερ καὶ ἐπὶ τῶν κατόπτρων τὸ ὁρᾶν αὐτοὺς γίνεται. ἐπεὶ δὲ ὁ ἀὴρ δοκεῖ κενὸς εἶναι, οὖτος δὲ τοῦ ἀκούειν αἴτιος (διὰ γὰρ ἀέρος τὸ [*](7 δύναται δὲ λέγεσθαι] man konnte aber auch sagen 9 εἰς ταὐτὸν] zu ein und demselben an welchem sie fruher gewesen ist ἀνακάμπτει] sich wieder vendet und zuruckkehrt 10—11 οὕτως— ἀναστρέφοντος] denn so wurde die Luft insbesondere, velche nach der geklopften Luft kommt, eine Trennung von ihrem Orte zweimal erleiden, ich meine [1] in ihrer Bewegung nach der Seite des hohlen Ortes, wahrend sie (er?) von jener Luft unterdruckt (gepresst?) wird, und [2] in ihrer Ruckkehr und Umkehr zu dem Orte, an welchem sie gewesen ist 13 τῇ ὁμοίᾳ πληγῇ] nach der Form seines Klopfens 15—16 ὁ δὲ τελευταῖος—πληγείς] wenn zu der letzten Luft gelangt ist, was sich von jenem Klopfen zum Gefass hinzieht und jene Form empfangen hat 19—21 καὶ οὕτως—γίνεται] und es hort dieser Zusammenhang und das Hervorbringen ruchkwarts, welches vorfallt im Klopfen und im Tone, nicht auf, bis es endet an ein und desmelben Ort, von welchem es angefangen hat, damals vom Angange, wie das geschieht in den Spiegeln, wenn wir sie ansehen) [*](1 στερεὸν] ε post ρ in lit. V 3 ἑνὸς] fortasse ἐντος ἀπωδῆ Va 4 ἠνέχθη a 5 αὐτὸν V ex. Vict.: αὐτῶν a 6 τοὐπίσω a 7 λέγεσθαι scripsi: γίνεσθαι Va 8 ὅτι V: ἄρα a 9 ἀπαλληγμένον a ταὐτὸν Usenerus, ut v. 3: αὐτὸν Va 10—12 de antiperistasi cf. quod de simili ἀντιπεριστάσεως genere dicitur 148v48sq. τοῦ ὑποχωροῦντος καὶ πάλιν ἀναστρέφοντος] scil. ἀέρος, quod aut legit aut supplevit Arabs. διπλῆ] bis enim, si echo fit, locum mutant ὁ ἀὴρ πεπληγὼς καὶ φερόμενος et ὁ ἀὴρ ὑποχωρῶν. αὐτῷ] αὐτὸν Usenerus, quod ego sic intellego ut prior explicatio, secundum quam aer ipse ad concava fertur, opponatur alteri, ex qua loco non movetur. hanc alteram qui sequitur, is ἀντιπερίστασιν non admittet 12 πάχος a 20 ταὐτὰ m2 ταυτα m1 V: ταὐτὰ a γίνεσθαι] fort. γίνοιτ’ ἂν. cf. v.14 καὶ οὕτως κατὰ συνέγειαν ἡ πρόοδος κατὰ διάδοσιν γίνοιτ’ ἄν 21 fortasse αὑτοὺς)
49
ἀκούειν, ὁ γὰρ ἐν τοῖς ὠσὶν ἀὴρ ἐγκατῳκοδομημένος ὄργανον τοῦ ἀκούειν), διὰ ταύτην τὴν αἰτίαν εὐλόγως δοκεῖ λέγεσθαι εὖ ὑπό τινων τὸ ἀκούειν ἡμᾶς τῷ κενῷ. ἡ δὲ φωνὴ εὖδός ἐστι ψόφου. ὁ γὰρ ὑπὸ τοῦ ζῴου ὡς ζῴου γινόμενος ψόφος φωνή· ἔστι δὲ ὑπὸ ζῴου ὡς ὑπὸ ζῴου γινόμενα τὰ κατὰ φαντασίαν τινὰ καὶ καθ’ ὁρμὴν γινόμενα. τῶν γὰρ ἀψύχων ὅσα φωνεῖν λέγεται, κατὰ μεταφορὰν λέγεται. ἐπεὶ γὰρ τὸ μέλος καὶ ἡ διάλεκτος ἐμψύχου ψόφοι, ὅσα δοκεῖ ταῦτα μιμεῖσθαι, ὡς αὐλοί τε καὶ κιθάραι καὶ σάλπιγγες καὶ λύραι, ταῦτα λέγεται διὰ τοῦτο φωνεῖν. φωνὴν δὲ προΐεται τῶν ζῴων τὰ ἀναπνέοντα. ἔστι γὰρ ἡ φωνὴ πληγὴ τοῦ ἀναπνεομένου ἀέρος ὑπὸ τῆς ἐν τοῖς φωνητικοῖς ὀργάνοις δυνάμεως ψυχικῆς διὰ τούτων γινομένη πρὸς τὴν καλουμένην ἀρτηρίαν κατὰ φαντασίαν τινά. τῷ γὰρ ἀναπνεομένῳ ἀέρι καταχρῆται ἡ φύσις ἐπὶ δύο ἔργα, πρός τε τὴν ἔμψυξιν τοῦ πλεονάζοντος θερμοῦ περί τε τὸν πλεύμονα καὶ τὴν καρδίαν καὶ πρὸς τὴν φωνήν, ὥσπερ γε καὶ τῇ γλώττῃ πρός τε τὴν χυμῶν διάκρισιν καὶ πρὸς τὴν διάλεκτον. αὕτη γὰρ τὸ φωνητικὸν ὄργανον, δι’ οὖ ἡ ψυχὴ πρὸς τὴν ἀρτηρίαν καὶ τὸν ἐν ταύτῃ ἀέρα τὸν ἀναπνεόμενον ἀέρα πλήσσει. καὶ ὥσπερ ἐπὶ τῆς γλώττης τὸ μὲν κατὰ τὴν γεῦσίν τε καὶ τὴν τῶν χυμῶν διάκρισιν ἔργον αὐτῆς ἀναγκαῖον τῷ ἔχοντι αὐτήν, ἐπεὶ μή ἐστι ζῆν μὴ τρεφομένοις, τὸ δὲ κατὰ τὴν ἑρμηνείαν τοῦ βελτίονός τε καὶ τοῦ εὖ ἕνεκεν, οὕτως καὶ ἐπὶ τοῦ ἀναπνεομένου πνεύματος τὸ μὲν πρὸς τὴν τοῦ ἐντὸς θερμοῦ κατάψυξιν γινόμενον ἔργον δι’ αὐτοῦ ἀναγκαῖον (ἡ γὰρ ἔμψυξις ἡ ἀπ’ αὐτοῦ γινομένη τοῖς περὶ τὸν θώρακα μέρεσιν εἰς τὸ εἶναι συντελεῖ τοῖς ἀναπνέουσιν), τὸ δὲ πρὸς τὴν φωνὴν τοῦ εὖ χάριν. ὁ γὰρ λόγος καὶ ἡ μήνυσις τῶν τῆς ψυχῆς νοημάτων, γινόμενα διὰ τούτων, εἰς τὴν ἀρίστην συντελεῖ τῷ ἀνθρώπῳ κοινωνίαν. ὅτι δὲ τῷ ἀναπνεομένῳ ἀέρι χρῆται τὰ [*](1 ὁ—ἀὴρ] die Luft, welche in den Ohren ist ἐγκατῳκοδομημένος om. 7 ταῦτα] diese Tone 8 λέγεται] wird gesagt werden 9—11 ἔστι γὰρ—φαντασίαν τινά] ienn die Stimme ist furwahr das Klopfen der gehauchten Luft durch die sellische Kraft, welche in dem Organ des Tones entsteht durch die Organe, welche genannt werdon die Rohren der Lunge durch eine Art von Norstelung 13 τὸν πλεύμονα] die Seiten der Lunge 14 καὶ om. 15—16 πρὸς—ἀέρα] an die gewehte Luft in den Rohren der Lunge und der Luft, welche in ihr ist (sic) 17—18 κατὰ—διάκρισιν] im Beriech der Geschmacke und der Erkennung der Speisen 19 τοῦ βελτίονός—ἕνεκεν] das Vorzuglichste und am meisten Lobenswerte 20 τοῦ ἐντὸς θερμοῦ] elementare Warme 21—23 ἡ γὰρ—ἀναπνέουσιν] das Wehen des Windes namlich aus den Gliedern, velche in der Brust sind, und die Abkuhlung, welche ihnen daraus zukommt, beider bedarf das, was im Leibe atmet [fur? ] sein eben 23 τὸ—χάριν] jedoch die Wirkung, welche von ihm im Bereich des Tones und der Stimme ausgeht, geschieht fur das vorzuglichere 24 τούτων] dieselbe [scil]. Zunge] 24—25 εἰς τὴνκοινωνίαν] davon erhalt der Mensch einen Nutzen im Bereich seiner Genossenschaft mit Andern, so dass sie non der besten Beschaffenheit sei) [*](1 ὠσὶν γρ. ex. Vict.: σώμασιν Va ἐγκατωκιδομημένος a 8 λύραι a δὲ om. 13 πλεύμονα scripsi: πνεύμονα α. hoc loco et 145 v19 utrum πλεύμων an πνεύμων V dubium, πλεύμων certe 141r35)
50
φωνοῦντα δῆλον ἐκ τοῦ μήτ’ ἀναπνέοντας αὐτὸν μήτε ἐκπνέοντας φωνεῖν δύνασθαι, ἀλλὰ μόνον κατέχοντας. οὐ γὰρ ἐκπνεόμενος πλήσσεται, ἀλλὰ πλησσόμενος κατὰ μόρια ἐκπνέεται. διὸ καὶ μετὰ τὴν φωνὴν ἀναπνέομεν ἀλλ’ οὐκ ἐκπνέομεν. οὐχ ἡγητέον δὲ πάντα ψόφον ὑπὸ ζῴου γινόμενον φωνὴν εἶναι, ἀλλὰ μόνον τὸν οὕτως γινόμενον ὡς προείρηται. διὰ τοῦτο γὰρ οὐδὲ ὁ τοῦ βήττοντος ψόφος φωνή· καίτοι πληγὴ καὶ αὐτός ἐστιν ὑπὸ τῶν φωνητικῶν ὀργάνων γινομένη· ἀλλ’ ὅτι μὴ κατὰ φαντασίαν μηδὲ καθ’ ὁρμὴν γίνεται. οὐκ ἔστι φωνή. τὸ μὲν οὖν ἀκουστὸν τοιοῦτον, τὸ δὲ ἀκούειν ἐν τῇ περὶ τοῦτο ἐνεργείᾳ τῆς ἀκουστικῆς ψυχῆς. ἡ δὲ ἀκουστικὴ ψυχὴ δύναμις, καθ’ ἣν τὸ ἔχον αὐτὴν ἀντιληπτικόν τε καὶ κριτικόν ἐστι τῶν ἀκουστῶν διά τινος ἀλλοιώσεως γινομένης ἐν αὐτῷ. γίνεται δὲ τὸ ἀκούειν τόνδε τὸν τρόπον· ὁ ἐναπειλημμένος τε καὶ ὥς φησιν Ἀριστοτέλης ἐγκατῳκοδομημένος τοῖς ὠσὶν ἀὴρ κινούμενος ὑπὸ τοῦ ἐπεισιόντος ἔξωθεν καὶ ὑπὸ τῆς πληγῆς ἐσχηματισμένου πως ἀέρος, ἄθρυπτος μένων διὰ τὸ πάντοθεν περιέχεσθαι, καὶ διὰ τοῦτο ἀκριβῶς δεχόμενος τὰ τοῦ κινοῦντος αὐτὸν σχήματα, παραπέμπων ταῦτα μέχρι τοῦ πρώτου αἰσθητικοῦ διὰ τῶν ἀπ’ αὐτοῦ μέχρι τῶν ὤτων διατεινόντων πόρων, αἴτιος γίνεται τῇ ἐν ἐκείνῳ αἰσθητικῇ ψυχῇ τῆς ἀντιλήψεώς τε καὶ κρίσεως τῶν ψόφων. συναισθάνεται δὲ τὸ πρῶτον αἰσθητικὸν καὶ τοῦ διαστήματος μετροῦν αὐτὸ τῇ σφοδρότητί τε καὶ τῇ ἀνέσει τῆς πληγῆς. εἰ μὲν γὰρ σφοδρὰ ἡ ἐν τῷ ἀέρι τῷ ἐν τοῖς ὠσὶν ἡ πληγὴ ὑπὸ τοῦ ἐκτὸς γίνοιτο, ὡς ἐγγύς που τῆς πληγῆς γεγονυίας συνῄσθετο, εἰ δὲ ἠρεμαία, ὡς πόρρω. καὶ ἔστιν ἡ τοῦ διαστήματος ἀντίληψις τῇ ἀκοῇ γινομένη διὰ τῆς σφοδρᾶς ἢ ἠρεμαίας τοῦ ἐν τοῖς ὠσὶν ἀπειλημμένου ἀέρος πληγῆς. ὁμοίως δὲ τῇ ἀκοῇ καὶ τὴν ὄψιν ὑποληπτέον τοῦ διαστήματος ἀντιλαμβάνεσθαι. τὰ μὲν γὰρ ἐναργέστερον ὁρώμενα ἐγγυτέρω αὐτῇ εἶναι φαίνεται, τὰ δὲ ἀμαυρότερον πορρωτέρω. ὃ πάθος τῆς ὄψεως τηρήσαντες οἱ γραφεῖς τῶν ἐν τῷ αὐτῷ ἐπιπέδῳ σχημάτων τὰ μὲν ὡς ἐγγυτέρω ὄντα φαίνεσθαι παρασκευάζουσιν αὐτῇ, τὰ δ’ ὡς πορρωτέρω τῇ τῶν χρωμάτων παρ’ ἄλληλα θέσει τῶν τε μᾶλλον κινούντων [*](2—4 οὐ γὰρ—ἐκπνέομεν om. 8—9 τὸ δὲ ἀκούειν-ἀκουστικῆς ψυχῆς] Das Horen ist eine Wirkung des Horenden in dem (durch das) Gehorten 9—11 ἡ δὲ—ἀκουστῶν] Das Gehor ist eine Kraft der Seele, durch welche in demjenigen, der sie besitzt, eine Vahrnehmung [entsteht], welche das Horbare erkennt 11—12 γίνεται—τρόπον] das Gehor ist demnach 14 ἄθρυπτος μένων] fest geworden (?) und nicht gebrochen 22 καὶ] also 27 πάθος τῆς ὄψεως] Ursache, [durch] welche das Gesicht wahrnimmt 27—28 οἱ γραφεῖς—παρασκευάζουσιν] die Maler stutzen sich auf die Formen, welche in einer und derselben Flache sind, und trafen eine Bereitung in einer Weise 29 τῶν χρυμάτων] ihre Farben 29—51,1 τῶν—ἧττον] was von ihnen starker an Beweung ist fur das Sehen und was weniger an Bewegung ist fur dasselbe) [*](3 πλησσόμενοι a 10 ψυχῆς legit Arabs 12 ἐν ἀπειλημμένος V 13 ἐπισιόντος a 20 τῆς supra lin. V ἡ ἐν τῷ κτλ. ἡ πληγὴ] cf. τὸ τῆς ψυχῆς τῆς ἐν τοῖς ζῴοις τὸ ἡγεμονικόν 141v7 ἡ ἐν τῷ μήλῳ ἡ κατὰ τὴν ὀσμὴν ποιότης 147 v15 22 συνήσθετο a ἡρεμαία ut solet V 23 γινομένῃ a 24 ὁμοίως κτλ.] hunc locum de visu disputans omisit, at cf. 153r46 sq. 27 σχημάτων scripsi et legit Aras: χρωμάτων Va 29 παράλληλα V)
51
καὶ τῶν ἧττον τὴν τοιαύτην ἀπάτην παρασκευάζοντες αὐτῇ· ἐπεὶ γὰρ τὰ ἐγγυτέρω ὄντα μᾶλλον ὁρᾷ τῶν ἀπὸ πλείονος διαστήματος, καὶ ἃ μᾶλλον ὁρᾷ ταῦτα ἐγγυτέρω εἶναι φαντάζεται πρὸς τὴν ἀντιστροφὴν οὐ προσηκόντως γινομένην ἀπατωμένη. |

Ὁμοίως δὲ ταύταις καὶ ἡ ὄσφρησις ἀντιλαμβάνοιτ’ ἂν τοῦ διαστήματος. [*](132v) ἔστι δὲ ἡ ὄσφρησις ἀντίληψίς τε καὶ κρίσις τῶν ὀσφραντῶν. ὀσφραντὰ δὲ αἱ ὀσμαί. οὐχ ὁμοίως δὲ γνώριμα ἡμῖν τὰ ὀσφραντὰ τοῖς τε ἀκουστοῖς καὶ τοῖς ὁρατοῖς, καὶ πολὺ πλέον ἔτι τοῖς ἀπτοῖς τε καὶ γευστοῖς. τὸ δ’ αἴτιον, ὅτι μηδὲ τὴν αἴσθησιν ταύτην ἔχομεν ἀκριβῆ. φαυλότερον γὰρ πολλῶν ζῴων ἄνθρωπος ὀσμᾶται. μόνων γοῦν αἰσθάνεται τῶν λυπηρῶν τε καὶ ἡδέων ὀσμῶν οὐχ οὕτως ὁρῶν οὐδὲ ἀκούων. ἐπὶ γὰρ ἐκείνων οὐ τῶν ἡδέων τε καὶ λυπηρῶν μόνων ἡ ἀντίληψις. ἀκούομεν γὰρ καὶ ὁρῶμεν καὶ τὰ μήτε λυπηρὰ μήτε ἡδέα. ἔοικε μὲν γὰρ τὰ ὀσφραντὰ ὁμοίως ἔχειν τοῖς γευστοῖς, ὡς εἶναι τὰ εἴδη τῶν ὀσφραντῶν ἀνάλογον τοῖς τῶν χυμῶν εἴδεσιν. ἀπ’ ἐκείνων γάρ πως καὶ ἡ γένεσις αὐτοῖς, εἴ γέ ἐστιν ὁ μὲν χυμός, ὥς φησιν ἐν τῷ περὶ αἰσθήσεων τε καὶ αἰσθητῶν Ἀριστοτέλης, τὸ ἐν τῷ ὕδατι γινόμενον πάθος ὑπὸ τοῦ γεώδους ξηροῦ διά τινος θερμότητός τε καὶ πέψεως τῆς κατὰ δύναμιν γεύσεως μεταβλητικὸν εἰς ἐνέργειαν, ὀσφραντὸν δὲ τὸ ἐν τῷ ὑγρῷ γινόμενον πάθος ὑπὸ τῆς ἐγχύμου ξηρότητος. τὸ γὰρ δίοσμον πλυντικὸν ὂν καὶ ῥυπτικὸν ἐγχύμου ξηρότητος, ὅταν τοῦτο δέξηται τὸ πάθος, ὀσφραντὸν κατ’ ἐνέργειαν γίνεται. ἀνάλογον μὲν οὖν διὰ τοῦτο τῷ χυμῷ τὸ ὀσφραντόν. διὸ καὶ ὡς τῶν χυμῶν οἱ μέν εἰσι γλυκεῖς, οἱ δὲ πικροί, καὶ οἱ μὲν λιπαροί, οἱ δὲ ἁλμυροί, καὶ πρὸς τούτοις οἱ μὲν αὐστηροί, οἱ δὲ ὀξεῖς, οἱ δὲ στρυφνοί, οἱ δὲ δριμεῖς, οὕτως δὲ καὶ αἱ τῶν ὀσφραντῶν ἔχουσι διαφοραί. ἀλλ’ ἐπεὶ τὴν μὲν γεῦσιν ἀκριβεστάτην αἴσθησιν ἔχομεν, ὅτι καὶ τὴν φῆν (ἁφὴ γάρ τις καὶ ἡ γεῦσις· κατὰ γὰρ [*](1 τὴν τοιαύτην ἀπάτην] eine Vorstellung, wie jene Tauschungen 2 μὰλλον ὁρᾷ] fur wahreer halt 2—3 ἃ μᾶλλον ὁρᾷ] dessen Sehen ihm wahrhafter ist 3—4 πρὸς τὴν —ἀπατωμένη] Dieser Irrtum eststeht in ihm, weil er das Umkehren an dem nicht Notaendigen (in ungebuhrlicher Weise) vornimmt 8 τε καὶ γευστοῖς om. 9 ὅτι— ἀκριβῆ] dass dieser Sinn nicht [ist] wahrhaft in uns 10 λυπηρῶν] die schadklchen 12 γὰρ om. 16 ἐν τῷ—αἰσθητῶν] im Buche von den Sinnen 19 ἐγχύμου] geschmacklos 19—20 τὸ γὰρ δίοσμον—ξηρότητος om. 20—21 τοῦτο . . τὸ πάθος] die Spuren des Geruches 22 καὶ om. 24 αὐστηροί] zusammenziehend (herb) ὀξεῖς] sauer στρυφνοί] galling δριμεῖς] scharf (herb) 25 διαφοραί] Arten 25—26 ἀλλ’ ἐπεὶ—ἔχομεν] Jedoch im Bereich des Geschmackes ist unser Sinn im hochsten Grade der Gesundheit [ct. 52,7 κατὰ—ἀκριβείας was den Geruch anbetrifft, so sind wir wrkurzt]) [*](3 ἐγγυτέρῳ V 5 „ περὶ ὀσφρήσεως.“ ὁμοίως δὲ Va 7 γνώρημα V 9 ὅτι V: ἄρα a 10 ὁ ἄνθρωπος a 16 αἰσθήσεώς a ἐν τῷ κτλ.] Ar. de sens. 4,441b19 20 πλυτικὸν a(et 53,5) 24 δριμεῖς m2 in lit. πικροί ut videtur m1 V: πικροὶ a cf. 52,10 25 ἐπεὶ μὲν τὴν γεῦσιν m1 m2 corr. τὴν μὲν V: ἐπεὶ τὴν μὲν γεῦσιν a ἐπεὶ non legit int. hebr. fortasse ἀλλ’ ἐκείνην μὲν [τὴν γεῦσιν] sive ἀλλ’ ἐκείνην μέν, τὴν γεῦσιν 26 ὅτι V: ἄρα a ἁφὴ γάρ τις κτλ.] parenthesis parenthesim continet 52,2—4 διὰ τοῦτο—τελειοτέρα)

52
τὴν ἁφὴν διαφερόντως ὁ ἄνθρωπος αἰσθητικός· τῷ γὰρ εὔκρατον μάλιστα εἶναι τὸ σῶμα αὐτῷ, διὰ τοῦτο γὰρ καὶ ἡ ἐντελέχειά τε καὶ ἡ αὐτοῦ, ὅπερ ἐστὶν ἡ ψυχή, τῶν ἄλλων ἀπάντων ζῴων ἀμείνων τε καὶ τελειοτέρα, τούτῳ καὶ τὴν ἀρὴν ἀκριβεστάτην ἔχει γινομένην σχεδὸν διὰ παντὸς τοῦ σώματος τοῦ τὴν προειρημένην εὐκρασίαν ἔχοντος· διὸ καὶ σημεῖον τοῖς ἀνθρώποις εὐφυίας εἶναι δοκεῖ ἡ ἐκ φύσεως κατὰ τὴν φῆν εὐαισθησία), κατὰ δὲ τὴν ὄσφρησιν ἀπολειπόμεθα τῆς ἀκριβείας. οὔτε γὰρ πάσας τῶν ὀσφρητῶν τὰς διαφορὰς γνωρίζομεν οὔτε ἀπὸ τῆς οἰκείας αὐτὰ διαφορᾶς ὀνομάζομεν, ἀλλὰ συνάπτοντες αὐτὰς τοῖς χυμοῖς τὰς μὲν τῶν γλυκέων χυμῶν ὀσμὰς καὶ αὐτὰς γλυκείας λέγομεν, τὰς δὲ τῶν δριμέων δριμείας. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὥσπερ δὲ ἥ τε ἀκοὴ καὶ ἡ ὄψις οὐ μόνον ἡ μὲν τῶν ἀκουστῶν ἡ δὲ τῶν ὁρατῶν κριτικαί, ἀλλὰ καὶ τῶν ἀντικειμένων αὐταῖς στερήσεων (ἀκοῆς γὰρ τὸ ἀνήκουστον οὕτως κρῖναι καὶ ὄψεως τὸ ἀόρατον· τοῦ γὰρ σκότους οὐκ ἄλλη τις ἢ ὄψις ἐστὶ κριτική). οὕτως δὲ καὶ ἡ ὄσφρησις τοῦ τε ὀσφρητοῦ καὶ ἀνοσφρήτου τοῦ κατὰ στέρησιν. πᾶσα γὰρ αἴσθησις κριτικὴ καὶ τῆς ἀντικειμένης τῷ αἰσθητῷ αὐτῷ στερήσεως· ἔχει δὲ καὶ τοῦτο ἡ ὄσφρησις παραπλήσιον τῇ τε ὄψει καὶ τῇ ἀκοῇ τὸ διὰ μέσου τε καὶ ἐκτὸς ὄντος γίνεσθαι ἀέρος ἢ ὕδατος, ἅ ἐστιν, ὥσπερ διαφανῆ καὶ δίηχα, οὕτως δὲ καὶ δίοσμα κατὰ δύναμίν τινα οἰκείαν οὖσαν ἐν αὐτοῖς ἑκάστῳ αὐτῶν διακονούμενα. καὶ γὰρ τὰ ἔνυδρα ὀσμῆς αἰσθάνεται· πόρρωθεν γοῦν ἐπὶ τὴν τροφὴν ἀπαντᾷ ὕποσμα γινόμενα. γίνεται δὲ τοῖς μὲν ἀνθρώποις τε καὶ ὅλως τοῖς ἀναπνέουσιν διὰ τοῦ ἀναπνεῖν ἡ ὄσφρησις, διὰ τῆς ἀναπνοῆς ἀποκαλυπτομένου καὶ ἀνευρυνομένου τοῦ τῆς ὀσφρήσεως ὀργάνου, τέως ἐπικεκαλυμμένου τε καὶ μεμυκότος, ὥσπερ ἐπὶ τῶν ὀφθαλμῶν γίνεται τοῖς ἔχουσι βλέφαρα. τοῖς δὲ μὴ ἀναπνέουσιν οὐχ οὕτω γίνεται τῷ τοὺς ὀσφρητικοὺς πόρους ἔχειν αὐτὰ [*](2 εἶναι] addit: unter den Leibern 2—3 ἡ ἐντελέχεια— αὐτοῦ] seine Vollkommenheit d. i. das, was Entelchie genannt wird 4—5 σχεδὸν—έχοντος] weil dieser Sinn den grossten Teil der Haut sienes Leibes, welcher von der furher bezeichneten Gleichchmassingkeit ist, umfasst 5—6 διὸ—εὐαισθησία] daher glauben wir, dass es ein Zeichen ist (?) desjenigen unter den Menschen, der mit einer vorzuglichen Natur begabt ist, dass er von Natur einen feinen Tastsinn habe 7 ἀπολειπόμεθα] wir die Genossenschaft der Menschen sind im hochsten Grade verkurzt ἀκριβείας] Gesundheit 12—13 καὶ— στερήσεων] und die Negation, die ihnen entgegengesetzt ist 13 οὕτως om. 15 τοῦ κατὰ στέρησιν om. 17 ὄσφρησις] Geschmack 18 διὰ— ὄντος] vermittlest eines Dinges von aussen 19—20 οὕτως—διακονούμενα] so tragen sie auch den Geruch; sie dienen je einem von diesen Sinnen durch eine Kraft in ihnen, angemessen je einem derselben 20 αὐτῶν] von diesen Sinnen 20—21 καὶ γὰρ—ὕποσμα γινόμενα] Denn das Thier, dessen Aufenthalt im Wasser, venn es auch von der Entfernung nicht wahrnimmt, so riecht es auf alle Falle, denn wir inden, dass es sich wendet nach der Seite der Speise, bis es sie findet) [*](6 εὐεσθησία a 10 δρυμέων δρυμείας a 13 κρῖναι a: κρίναι V ut solet (κρίνον) 14 σκότους V : σκόπους a 25 ἔχουσι] σι supra lin. V 26 ὀσφραντικοὺς a)
53
ἀσκεπεῖς, ὡς ἐπὶ τῶν ὀφθαλμῶν ἔχει ἐν τοῖς σκληροφθάλμοις τῶν ζῴων. ὥσπερ δὲ χυμὸς ὑγροῦ ἐστι καὶ ἐν ὑγρῷ (οὐ γὰρ σἷόν τε ἀντίληψιν χυμοῦ γενέσθαι μὴ πρῶτον διυγρανθέντος τοῦ ἐν ᾧ ἐστιν εἰ ξηρὸν εἴη), οὕτως καὶ ἡ ὀσμὴ τοῦ ξηροῦ τε καὶ ἐν ξηρῷ. ἡ γὰρ φύσις ἡ τῶν ὀσμῶν δεκτική, ἣν δίοσμον καλοῦμεν, οὖσα ἐν ἀέρι τε καὶ ὕδατι, πλυντική τε καὶ ῥυπτική ἐστιν ἐγχύμου ξηρότητος, ἣν ἔγχυμον ξηρότητα δεξαμένη γίνεται κατ’ ἐνέργειαν ὀσφραντή, ὡς προείρηται. οὐδὲν γὰρ τῶν μὴ ἐγχύμων ὀσφραντόν. οὔτε γὰρ πῦρ οὔτε ἀὴρ οὔτε ὕδωρ οὔτε γῆ καθ’ αὐτὰ ὀσφραντά, ὅτι ἄχυμα. ἡ δὲ θάλαττα ὀσμὴν ἔχει. ἤδη γὰρ προσείληφεν χυμόν τινα καὶ ξηρότητα. καὶ οἱ μὲν λίθοι ἄοσμοι διότι ἄχυμοι. τὰ δὲ ξύλα ὀσμώδη, ὅτι καὶ ἔγχυμα. ὡς γὰρ ὁ χυμὸς γίνεται τῆς γεώδους ξηρότητος ἐναποπλυνομένης ἐν τῷ ὕδατι καὶ πεσσομένης διά τινος θερμότητος (αὕτη γὰρ γένεσις καὶ τῶν ἐν τοῖς καρποῖς χυμῶν ὡς ῥηθήσεται), οὕτως καὶ αἱ ὀσμαὶ γίνονται ἐν τῷ ἀέρι τε καὶ ὕδατι ἐναποπλυνομένης ἐν αὐτοῖς τῆς ἐγχύμου ξηρότητος καθό ἐστι δίοσμα. τὸ μὲν γὰρ γεῶδες ξηρὸν μηδέπω χυμὸν ἔχον ἐν αὐτῷ, μιγνύμενον καὶ ἐναποπλυνόμενόν πως τῷ ὕδατι διά τινος πέψεως τοὺς χυμοὺς ποιεῖ, τὰς δὲ ὀσμὰς οὐκέτι τὸ ἄχυμον ξηρὸν ποιεῖ, ἀλλὰ τὸ μεμιγμένον ἤδη τῷ ὕδατι καὶ χυμὸν ἔχον. ὅτι γὰρ αἱ ὀσμαὶ ὑπὸ τῆς ἐγχύμου ὑγρότητός τε καὶ ξηρότητος (ἄμφω γὰρ ἐν τῷ χυμῷ), δῆλον ἐκ τοῦ πάντα τὰ ὀσφραντὰ καὶ χυμὸν ἔχειν τινά. διὰ γοῦν τῆς ὀσφρήσεως πολλάκις καὶ τῶν σηπομένων καὶ τῶν προσκαιομένων χυμῶν καὶ τῶν εἰς ὀξύτητα μεταβαλλόντων τινὰς γνωρίζομεν, ὡς ἐκ τῶν χυμῶν τὴν γένεσιν τῶν ὀσφρητῶν ἐχόν| των καὶ διὰ τοῦτο ἑπομένων [*](125r) τῇ ἐκείνων μεταβολῇ. διὸ εἴη ἂν ὀσφραντὸν τὸ ἐγγινόμενον ὑπὸ τοῦ ἐγχύμου ξηροῦ καθὸ τοιοῦτόν ἐστι πάθος ἐν τῷ ὑγρῷ. ἐπὶ πλέον δὲ εἴρηται περὶ τούτων ἐν τῷ περὶ αἰσθητῶν τε καὶ αἰσθήσεων. τὸ μὲν οὖν ὀσφραντὸν τοιοῦτον, ὀσφραντικὸν δέ ἐστιν τὸ δύναμιν ἔχον ψυχῆς, καθ’ ἣν δι’ ἀλλοιώσεώς τε καὶ ὁμοιώσεως τῷ ὀσφραντῷ ἀντιληπτικόν τε αὐτοῦ καὶ κριτικόν ἐστιν.