De anima

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Ἡ δὲ γευστικὴ αἴσθησίς τε καὶ δύναμίς ἐστι μὲν ἀντιληπτική τε καὶ [*](4 ἐν] durch 4—6 ἡ γὰρ φύσις—ἐγχύμου ξηρότητος] indem die Natur, welche die Geruche aufnimmt, das ist diejenige, die wir bezeichnen, als den Trager der in der Luft oder im wasser vorhandenen Geruche, die Trockenheit des Geschmacksgeggensstan aufnimmt 9—10 ἤδη γὰρ—ξηρότητα] weil es einen bitteren und trockenen Geschmack erworben hat 11 ξύλα] die Arten des Baumes 13 αὕτη—ῥηθήσεται] denn so ist die Erzeugung der ubeln Geschmache ebenfalls und der ekligen, fremdartigen, die einen schlechten Geschmack haben, wie wir spater in einer Rede auseinandersetzen werden 15 καθὸ—δίοσμα] weil diese die Geruche tragen 19—20 ἄμφω—χυμῷ] und dass beide Dinge zusammen sich zusammenfinden im Geschmack 21 γοῦν] daher 26 ἐν-αἰσθήσεων] in dem Buche der Sinne und Sinnesobjecte 28 τῷ ὀσφραντῷ] in dem Gerochenen 29 ἐστιν] wird) [*](5 οὖσαν a 8 ὀσφαντόν a 17 τινος] τι supra lin. V 22 ὀξὑτητος a τινὰ a 26 ἐν τῷ κτλ.] cf. Praef. 29 ἐστιν om. 30 „περὶ γευστικῆς αἰσθήσεως.“ ἡ δὲ Va)

54
κριτικὴ τῶν γευστῶν, ἅπερ εἰσὶν οἱ χυμοί, τὸ δὲ γευστὸν ἁπιόν τι, διὰ γὰρ ἀρῆς ἡ ἀντίληψις αὐτοῦ. διὸ οὐκ ἔστι διά τινος μεταξύ, ὄντος σώματος ἄλλου παρὰ τὸ. γευστικὸν καὶ τὸ γευστόν, ἡ γεῦσις γινομένη, διότι μηδὲ ἡ ἁφή. τὸ μὲν γὰρ γευστὸν χυμός, ὁ δὲ χυμὸς ὑγρόν, τὸ δὲ ὑγρὸν ἁπιόν (ἁφὴ γὰρ αἴσθησις ὑγροῦ), ὥστε τὸ γευστὸν ἁπιόν. ὑγρὸν δὲ ὁ χυμός, ὅτι ὕλη τῇ ποιότητι ταύτῃ τὸ ὑγρὸν ὕδωρ γίνεται. οὐδὲν γὰρ γευστὸν ἄνευ ὑγρότητος. τὸ γὰρ ὕδωρ ἄχυμον ὃν καθ’ αὐτό, πάσχον καθ’ ὃ ὑγρόν ἐστιν ὑπὸ τῆς ἐν τῇ γῇ ξηρότητος οὔσης ἐναντίας αὐτῷ, ὅταν ἐν αὐτῇ καὶ δι’ αὐτῆς ῥέῃ, προσγινομένης τινὸς αὐτῷ διὰ θερμότητος πέψεως ἔγχυμον γίνεται. γένεσις γὰρ χυμοῦ ἡ τοῦ ὑγροῦ διὰ τοῦ γεώδους ηροῦ διήθησις προσλαβοῦσα πέψιν τινὰ καὶ σύστασιν διά τινος θερμότητος. κατ’ ἰδίαν μὲν γὰρ ἑκάτερον αὐτῶν ἄχυμον, ὅτι καὶ πᾶν πλοῦν σῶμα. ἡ δὲ κατὰ τὸν προειρημένον τρόπον μῖξις αὐτῶν γινομένη χυμῶν γεννητική. καὶ γὰρ οἱ ἐν τῇ γῇ δοκοῦντες εἶναι χυμοὶ κατὰ μῖξιν ὑγροῦ καὶ σύστασιν ὑπὸ θερμότητος γινομένην τὴν γένεσιν ἔχουσιν. εἰσὶ γὰρ ἐν τῇ γῇ ἐγκαταμεμιγμέναι καὶ ὑγρότητες καὶ θερμότητες. διὸ καὶ ὡρίσατο τὸν χυμὸν Ἀριστοτέλης πάθος τὸ ὑπὸ τοῦ ἐν τῇ γῇ ξηροῦ γινόμενον ἐν τῷ ὑγρῷ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν. ἐπεὶ δὲ τὸ γευστὸν ὑγρόν, ἀνάγκη τὸ τῶν χυμῶν ἀντιληπτικὸν ὄργανον μήτε ἐντελεχείᾳ ὑγρὸν εἶναι μήτε ἀδύνατον ὑγραίνεσθαι, εἴ γε δι’ ὁμοιώσεως μὲν ἡ αἰσθητικὴ ἀντίληψις, ἡ δὲ ὁμοίωσις δι’ ἀλλοιώσεως, ἡ δὲ ἀλλοίωσις μεταβολή· τὸ γὰρ εἰς τὸ ὅμοιόν τινι μεταβάλλον ἐξ ἀνομοίου ποιεῖται τὴν μεταβολήν. τοιοῦτον δὲ ἡ γλῶττα· οὔτε γὰρ αὐτὴ καθ’ αὐτὴν ὑγρά (οὐ γὰρ ἂν ἔτι τῆς ἀλλοτρίας ὑγρότητος ᾐσθάνετο μὴ πάσχουσα ὑπ’ αὐτῆς δι’ ὁμοιότητα, μὴ αἰσθανομένη δὲ τοῦ ὑγροῦ οὐδ’ ἂν τοῦ ἐν αὐτῷ χυμοῦ [*](1 τὸ δὲ—τι] der Geschmack ist eine Art des etnsteten 2 ἀρῆς] addit: desselben 5 ὥστε τὸ γευστὸν ἀπιόν] also ergiebt sich, dass das Geschmacksobjekt Tastobjekt feuchtsei 5—6 ὑγρὸν δὲ— ὕδωρ γίνεται] der Geschmack ist die Qualitat, welche in der Hyle des Geschmacksobjectes (Schmeckbaren) ist. Die Hyle des Geschmacksobjektes ist das Feuchte, da es Wasser ist 7 καθ’ αὑτὸ om. 8— ὅταν—ῥέῃ] indem sie (die Erde) in ihm (dem Wasser) ist und es in ihren Durchgang (Canal?) bewegt 11 διήθησις] Mengung mit σύστασιν] Geteiltwerden 12 ἑκάτερον] addit: Wasser und Erde 12 ὅτι καὶ πᾶν] addit: weil jedes eine von beiden in seiner Gesammtheit 13—14 ἡ δὲ κατὰ—γεννητική] weum aber in dem, was wischen beiden ist, die Mengung entsteht in der Weise, die wir geschildert baben, so werden daraus die Geschmacke erzeugt 15 σύστασιν] Geteiltwerden 18 γεύσεως] Geschmacksobjekt 19 τῶν χυμῶν] die Feuchtigkeiten 20 ἐντελεχείᾳ] addit: das heisst in seiner Vollendung 25 οὐδ’ ἂν—χωμοῦ] selbst das nicht, as darin [i. e. in dem Feuchten] ist) [*](2 σώματι a 5 ἀρὴ a: ἁφη fortasse ἀφῇ 6 graeca sana videntur, gustus autem definitio, quae corruptis hebraicae interpretationis verbis subest [„gustus qualitas esl, quae in gustabilium materia inest“] unde fluxerit, non video 9 ρέη a 10 γαίώδους sic V 15 γινομένην a: γινομένης V 1i6 prius καὶ om. a διὸ καὶ κτλ.] Ar. de sens. 4, 441b19 sq. 17 τὸ om. a 24 ἠσθάνετο a 25 δὲ supra lin.V)
55
ᾐσθάνετο, εἴ γε διὰ τῆς τοῦ ὑγροῦ ἀντιλήψεως ἡ τῶν ἐν αὐτῷ χυμῶν αἴσθησις γίνεται), οὔτ’ αὖ πάλιν ἐστὶ τοιαύτη, ὡς μὴ ῥᾳδίως ὑγραίνεσθαι. καὶ ἔστιν ὡς ἐπὶ τῶν κατὰ τὰς ἄλλας αἰσθήσεις αἰσθητηρίων τὸ αἰσθητήριον δυνάμει μὲν ὅμοιον τῷ αἰσθητῷ, ἐνεργείᾳ δὲ ἀνόμοιον, οὕτω δὲ καὶ τὸ τῆς γεύσεως ὄργανον ἡ γλῶττα. τὰ δὲ εἴδη τῶν χυμῶν, ἀφ’ ὧν κατὰ μεταφορὰν καὶ τὰ ἐπὶ τῶν ὀσφραντῶν ἐλέγετο, ὡς ἐπὶ τῶν χρωμάτων ἔχει. ὡς γὰρ ἐπ’ ἐκείνων ἀπλᾶ μὲν τὸ λευκὸν καὶ μέλαν, τὰ δ’ ἄλλα ἐκ τούτων μικτά, οὕτω δὲ καὶ ἐπὶ τῶν χυμῶν ἀπλοῦς μὲν ὁ γλυκὺς καὶ ὁ πικρός, ἐκ δὲ τῆς μίξεως τούτων ἐγγυτέρω μὲν τοῦ γλυκέος ὁ λιπαρός, τοῦ δὲ πικροῦ ὁ ἁλμυρός, μεταξὺ δὲ τούτων ἐκ τῆς τούτων πάλιν μίξεως ὅ τε δριμὺς καὶ αὐστηρὸς καὶ στρυφνὸς καὶ ὀξύς. τὸ μὲν οὖν γευστόν ἐστι τὸ ποιοῦν ἐντελεχείᾳ ὅμοιον αὐτῷ τὸ γευόμενον αὐτοῦ, γευστικὸν δὲ τὸ ἔχον δύναμιν ἀντιληπτικήν τε καὶ κριτικὴν τοῦ τοιούτου διὰ τῆς πρὸς αὐτὸ κατ’ ἀλλοίωσιν ὁμοιότητος.

Λοιπὸς δὲ τοῦ περὶ αἰσθήσεων ὁ περὶ ἁρῆς λόγος. ἔστι δὲ καὶ ἡ ἁφὴ ἀντίληψίς τε καὶ κρίσις τῶν ἁπτῶν, ἣ γίνεται τοῦ τὴν ἁπτικὴν δύναμιν ἔχοντος ὁμοιουμένου τῷ ἁπτῷ. ἀμφισβήτησιν δὲ ἔχει, μήποτε οὐ μία αἴσθησίς ἐστιν ἡ φή, ἀλλὰ πλείους καὶ τοσαῦται, ὅσαι καὶ αἱ ἁπταὶ ἐναντιώσεις. δοκεῖ γὰρ ἑκάστη αἴσθησις μιᾶς ἐναντιώσεως εἶναι κριτική, ὄψις μὲν λευκοῦ καὶ μέλανος καὶ τῶν τούτων μεταξύ, ἀκοὴ δὲ βαρέος καὶ ὀξέος καὶ γεῦσις πικροῦ καὶ γλυκέος. ἐν δὲ τοῖς ἁπτοῖς πλείους εἰσὶν ἐναντιώσεις· θερμότης γὰρ καὶ ψυχρότης καὶ ὑγρότης καὶ ξηρότης καὶ σκληρότης καὶ μαλακότης καὶ λειότης καὶ τραχύτης καὶ βαρύτης καὶ κουφότης, ἐναντιώσεις ἕτεραί τε ἀλλήλων καὶ διαφέρουσαι, ὥστ’, εἰ καθ’ ἑκάστην ἐναντίωσίν ἐστί τις ἁφὴ ἰδίως ἐκείνης τῆς ἐναντιώσεως κριτική, εἶεν ἂν πλείους ἁραί. ἢ ἔστι καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων εὑρεῖν πλειόνων ἐναντιώσεων τὴν αὐτὴν αἴσθησιν κριτικήν. ἐν γοῦν φωνῇ οὔσῃ ἀκουστῇ οὐ μόνον ἐστὶν ἐναντίωσις ὀξύτης καὶ βαρύτης, ἀλλὰ καὶ μέγεθος καὶ μικρότης καὶ λειότης καὶ τραχύτης καί τινες ἄλλαι τοιαῦται, ὁμοίως δὲ καὶ [*](3 καὶ] sondern μεταφορὰν] Entlehnung und Aehnlichkeit καὶ τὰ ἐπὶ τῶν ὀσφραντῶν] die Gerochenene 9 λιπαρός] fade (fett) 12 ἐντελεχείᾳ] vollstandig 13 τοῦ τοιούτου] das Geschmacksobjekt 19 δοκεῖ γὰρ] denn man konnte meinen κριτική] erκennt und kennt 21 πλείους] addit: als einer 24 ἐναντιώσεις —διαιαφέρουσαι] sind einander entgegngesetzt und sie sind verschieden 24—25 ῶστ’ εἰ κριτική] und wenn jeder Gegensatz unter diesen Entgegengestzten deuselben Gegensatz nicht kennt 26—27 ἢ ἔστι—ἐν γοῦν φωνῇ] und vielleicht indet sich (p: ist Etwas, was sich findet) nach dieser Analogio auch bei den anderen Sinnen in jedem Sinn derselben mehr als einer [scil. Sinn], da wir finden, dass ein und derselbe Sinn unter ihnen metr als einen egensat kenne. Dahin [gehort], dass im Tone) [*](1 ἠσθάνετο a 2 τοιαύτη] ια in lit. V 4 μὲν om. 6 fortasse τὰ τῶν 8 ἀπλᾶ a 15 „περὶ ἁρῆς.“ λοιπὸς δὲ Va καὶ ἡ om. a 22 ἐναντιώσεις] ι et ει in lit. V ψηχρότης a 26 ἢ] cf. ἢ οὐκ εἰσὶν 56,1 et 58,2 63,6 Ind 27 ἀκουστῆ Va)

56
περὶ χρῶμα ἔστιν εὑρεῖν διαφορὰς τοιαύτας. ἢ οὐκ εἰσὶν αὗται αἱ ἐναντιώσεις, τὸ μέγεθος καὶ ἡ μικρότης καὶ ἡ λειότης καὶ ἡ τραχύτης, ἴδια αἰσθητὰ φωνῆς. κοινὰ γὰρ ταῦτα αἰσθητά. εἰ δὲ τοῦτο, μένοι ἂν τὸ ἠπορημένον, καὶ ἐκεῖνο δὲ διαφέρον ἔχει τὰ ἁπτὰ πρὸς τὰ ταῖς ἄλλαις αἰσθήσεσιν αἰσθητά, ὅτι ἐκείνων μὲν ἑκάστῃ ἕν τί ἐστι τὸ ὑποκείμενον οἰκεῖον ἔχον ὄνομα (τῇ μὲν γὰρ ἀκοῇ ψόφος τὸ ὑποκείμενον, τῇ δὲ ὄψει [*](133v) χρῶμα. χυμὸς δὲ γεύσει, ὀσφρήσει δὲ ὀσμή), τῇ δὲ ἁφῇ, ὅτι ἓν τὸ ὑποκείμενον, περὶ ὃ αἱ ἀπταί εἰσιν ἐναντιώσεις, οὐκ ἔστι δῆλον. οὐ γάρ ἐστι τὸ ἁπτὸν ὄνομα τοῦ ὑποκειμένου, ἀλλὰ τῆς σχέσεως, ὡς τὸ ὁρατόν, ὡς τὸ ἀκουστόν, ὀνόματα δὲ ἐκείνων μὲν τὸ χρῶμα καὶ ὁ ψόφος, τοῦ δὲ ἀπτοῦ οὐδέν ἐστιν ἂν ὄνομα οἰκεῖον. ἢ οὐδὲ ἐπὶ τῶν ὁρατῶν ἑνὶ οἷόν τε ὀνόματι περιλαβεῖν αὐτά, εἴ γέ ἐστιν ὁρατὰ χρώματα καὶ ὃ λόγῳ μέν ἐστιν εἰπεῖν, ἀνώνυμον δὲ τυγχάνει ὄν, ὡς εἴρηκεν Ἀριστοτέλης· τοιαῦτα γὰρ τὰ σκότους στίλβοντά τε καὶ ὁρώμενα. ἀπορήσαι δ’ ἄν τις καὶ τοῦτο περὶ τῆς φῆς, πότερον ἡ σάρξ ἐστιν ἡ τῶν ἁπτῶν ἀντίλαμβανομένη καὶ τὴν ἁπτι κὴν δύναμιν ἔχουσα ἐν αὐτῇ, ἢ ἐντός τί ἐστιν ἄλλο τὸ τῶν ἁπτῶν ἀντιληπτικόν; οὐ γὰρ ἱκανὸν σημεῖον τοῦ ἐν τῇ σαρκὶ εἶναι τὴν ἁπτικὴν δύναμιν τὸ εὐθὺ τῷ ἅψασθαι τὸ ἁπτὸν τῆς σαρκὸς τὴν αἴσθησιν γίνεσθαι. καὶ γὰρ εἰ ὑμένα τις ἔξωθεν περιτείνειεν τῇ σαρκί, εὐθὺς ἂν ἁψαμένῳ ἡ αἴσθησις γίνοιτο, καίτοι οὐκ ὄντος τοῦ ὑμένος μέρους τῆς σαρκὸς οὐδὲ ἔχοντος δύναμιν ἀντιληπτικήν. ἔτι δ’ ἂν μᾶλλον εὐθὺς αἰσθανοίμεθα διὰ τοῦ ὑμένος, εἰ συμφυὴς ἡμῖν οὖτος ὁ ὑμὴν γένοιτο, ὥσπερ ἐστὶ καὶ ἡ σὰρξ συμφυής. ὥστ’ οὐ δόξει ἱκανὸν σημεῖον εἶναι τοῦ εἶναι τὴν σάρκα τὴν [*](1 διαφορὰς] Arten 1—3 ἢ οὐκ—φωνῆς] vielleicht sind diese Vegensatze, ich meine die Grosse und die Kleinheit und die Glatte und die Rauheit., nicht Sinnesobjekte (Wahriehmungen?), welche den Gehor, Gehor, soandern dem Ton (Sch all) eientumlich sind; deenn daruber scheinter zu zweeifeln (dies scheint zweifelhaft) 3 κοινὰ γὰρ ταῦτα αἰσθητά om. 3—4 εἰ δὲ τοῦτο—πρὸς τὰ] Es giebt auch einen Unterschied zwisehen den Tastobjecten und 7 ἡ ὀσμὴ] die Geruche ὅτι ὲν] as sein Trager sei 9 ἀλλὰ τῆς σχέσεως ὡς τὸ] sondern nur ein auf dasselbe bezuglicher Name, Wie es der Fall ist bei dem 11 οὐδέν—οἰκεῖον] hat nicht einen Namen, welcher dasselbe umfasst 11—12 ἑνὶ . . ὀνόματι] in einen Namen, der sie umfasse 18 τὸ—γίνεσθαι] dass, wenn der Betaster das Fleisch betasted, man sofort es wahrnimmt 19 εἴ τις. περιτείνειεν] wenn du bekleidest und dann es betastest 21—23 ἔτι—σὰρξ συμφυής] Wenn du diese Haut vom Leibe gafasst, ihm anhaftend vorstellst, wie dass Fleisch gefasst ist, und ihm anhaftet, so ware es viel angemessener, dass das Tasten des Tastenden sofort wahrnehme 23—57,i ὥστ’—αἰσθάνεσθαι] Aus dieser Ursache scheint es nicht, dass, wenn wir finden, fass das Fleisch, wenn es betastet, empfinde, genugend weise, dass das Fleisch es sei, velches wahrnimmt) [*](1 αἱ om. a 2 in verbis ἴδια αἰσθητὰ φωνῆς merito haesit Arabs. sed coniecit nisi fallor, non legit: ἴδια αἰσθητὰ ἀκοῆς. ἀλλὰ φωνῆς. hoc enim dicit philosophus contraria illa, de quibus disputat, non tantum in voce, sed etiam in coloribus aliis sensibilibus percipi: ἐστὶ γὰρ κοινά, ὅσα τὸ μὲν γνωρίζεσθαι δι’ αἰσθήσεως ἔχει, πλείους μέντοι εἰσὶν αὐτῶν αἰσθήσεις διάκονοι (41,1). quare lenissime fortasse mutabis ἰδία αἰσθητὰ ἐπὶ φωνῆς. 5 ἑκάστη a 13 ὡς εἴρηκεν Ἀριστοτέλης] Ar. de an. 2,7. 419 a2)
57
αἰσθανομένην τὸ εὐθὺς αὐτῇ ἁψαμένου τινὸς αἰσθάνεσθαι. μήποτ’ οὖν ἀληθέστερον μήτε ἐν τῇ σαρκὶ λέγειν τὴν αἴσθησιν εἶναι τὴν ἁπτικήν, μήτ’ αὖ μέσην οὕτως εἶναι τὴν σάρκα ὡς τὸν ἀέρα ἢ τὸ ὕδωρ, ἀλλ’ εἶναι τὴν μὲν σάρκα τὸ αἰσθητήριον ἀνάλογον οὖσαν τοῖς τε ὠσὶ καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ ῥινί, ἔνδον δὲ εἶναι τὸ τὴν αἰσθητικὴν δύναμιν ἔχον σῶμα τῶν ἁπτῶν, τὸ αὐτὸ κατὰ τὸ ὑποκείμενον ἐν πάσαις ὂν ταῖς αἰσθήσεσιν. ὥσπερ γὰρ ἐπ’ ἐκείνων ἡ αἴσθησις ἐγίνετο πάσχοντός τι ὑπὸ τοῦ αἰσθητηρίου (τοῦ⟩ ἐν ᾧ πρώτῳ τὸ αἰσθητικόν, οὕτως δὲ καὶ ὑπὸ τῆς σαρκὸς πάσχον τι τῶν ἐν ἡμῖν αἴτιον τῆς αἰσθήσεως γίνεται. ἀλλ’ ἡ μὲν σὰρξ ὑπὸ τοῦ αἰσθητοῦ πάσχει ἁπτομένου αὐτῆς, ὁ δὲ ὀφθαλμὸς οὐχ ἁπτόμενος αὐτὸς τοῦ αἰσθητοῦ πάσχει, ἀλλὰ διὰ τοῦ μεταξὺ διαφανοῦς. ὁμοίως δὲ καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη. ἅμα δὲ τῷ τῆς σαρκὸς πάθει ἡ κατὰ τὴν φῆν αἴσθησις, ὡς καὶ ἅμα τῷ τῶν ὀφθαλμῶν ὑπὸ τοῦ διαφανοῦς πάθει ἡ ὄψις. ἅμα γὰρ τῷ πάθει τῶν ὀργάνων ἡ αἴσθησις. οὐκ εἰ τῆς σαρκὸς δὲ παθούσης ὑπ’ αὐτοῦ τοῦ αἰσθητοῦ ἡ κατὰ τὴν ἁφὴν αἴσθησις, ἤδη γίνεται αὐτῷ τῷ αἰσθητικῷ ἐπιτιθέμενα τὰ ἁπτὰ ἐν τῇ αἰσθήσει. κεῖται γὰρ τὸ μὴ εἶναι ἐν τῇ σαρκὶ τὴν αἰσθητικὴν δύναμιν, ἀλλ’ εἶναι ταύτην ὄργανον, διαφέροι δ’ ἂν ὅτι ἐπὶ μὲν τῶν ἄλλων αἰσθήσεων οὐδὲ τοῖς αἰσθητικοῖς ὀργάνοις ἐπιτιθεμένων τῶν αἰσθητῶν ἡ αἴσθησις ἐγίνετο (ἐδεῖτο γάρ τινος ἄλλου μεταξύ), ἐπὶ δὲ τῆς φῆς αὐτῷ μὲν τῷ αἰσθητικῷ οὐχ [*](3 ὡς] addit: wie die Vermittlung des 5—8 ἔνδοναἰσθητικόν] und dass der Beαἰσθητικόν] de Kraft, durch die er die Tastobjekte wahrnimmt, von innen ist und ein und dasselbe in dem Trager in allen Sinnen. Wie also die Sinnestatigkeit in jenen wird, wenn in regend einer Weise afficirt wird von dem Organ des Sinnes das Ding, in welchem zuerst die Existenz des Wahrnehmenden ist, weil das Oragan des Sinnes in der Mitte ist zwischen dem wahrnehmenden und dem Wahrgenommenen 8—9 οὕτως δὲ—γίνεται] Ebenso wird disser Sinn (Sinneswahrnehmung), wenn in irgend einer Weise von Fleische afficirt wird das Ding, welches in uns die Ursache fur die Sinnestatigkeit ist 10 ἁπτομένου αὐτῆς] wenn es (ut videtur das Fleisch) dasselbe beruhrt und betastet ἁπτόμενος] beruhrt und beyastet 14 ἄμα τῷ] durch 14—16 οὐκ εἰ—ἐν τῇ αἰσθήσει] und nicht daraus, dass das Fleisch vom Sinnesobjekt selbst afficirt wird, ergiebt sich, dass der Sinn des Tastens stattfindet, wenn zur Zeit des Sinnes (der Sinnesvorstellung) die Tastobjekte vor den Wahrnehmenden selbst gestellt werden 17 ταύτην] Fleisch 18 διαφέροι δ’ ἂν] der Unterschied zwischen diesem Sinn und den anderen Sinnen ist 18—19 οὐδὲ τοῖς— αἴσθησις ἐγίνετο] dass bei jenen Sinnen der Sinn (Sinnestatigkeit) nicht geschieht, wenn ihre Objekte nicht vor die Sinne und nicht vor die Sinnesorgane, geschwiege denn von einem anderen als sie, gestellt werden) [*](4 τὸ supra lin, V 8 τοῦ manus recentissima addidit V 8—9 tradita sensu non carent, sed notandum est Arabem vertere πάσχον τι τὸ ἐν ἡμῖν αἴτιον τῆς αἰσθήσεως (i. e. τὸ πρῶτον αἰσθητικόν) γίνεται (scil. ἡ αἴσθησις) = πάσχοντος τι τοῦ ἐν ἡμῖν αἰτίου τῆς αἰσθήσεως 10 ἅπτεσθαι de tangibili dictum ut 56,18 58,14 12 ἡ in lit. V 15 ἤδη γίνεται] incipit apodosim creberrima in priore enuntiato ellipsi. cf. οὐ γὰρ ἐπεὶ ἡ ὄρεξις ἐκείνων τινὸς προηγησαμένου, ἤδη καὶ τὸ κινοῦν ἐκείνων τι 137 v25 et Ind. s. v. ἤδη et Ellipsis 16 ἐπιτιθέμενα τὰ ἁπτὰ m1 ἐπιτιθεμένων τῶν ἁπτῶν m² V: ἐπιτιθέ μενα τὰ ἁπτὰ a 18 ὄγανον a) οἷόν τε ἐπιτίθεσθαι τὰ ἁπτά, τῷ μέντοι ὀργάνῳ τῇ σαρκὶ ἐπιτιθεμένων ἡ αἴσθησις γίνεται, ὅτι μηδενὸς ἥδε ἡ αἴσθησις ἐδεῖτο ἄλλου μεταξύ. ἢ ἐστί τι καὶ ἐπὶ τῆς ἁρῆς ἄλλο παρὰ τὴν σάρκα τὸ αἰσθητήριον, ἀνάλογον ὂν τῷ ὀφθαλμῷ τῷ τῆς ὄψεως αἰσθητηρίῳ: δοκεῖ γάρ τι τοιοῦτον ὑπ’ Ἀριστοτέλους λέγεσθαι. τοῦ δὲ τὸ μεταξύ, δι’ οὖ μέσου ἡ τῶν ἁπτῶν ἀντίληψις γίνεται, ἐπὶ μὲν τῆς ἁφῆς προσπεφυκέναι τῷ αἰσθανομένῳ (τοιοῦτον γὰρ ἡ σάρξ), ἐπὶ δὲ τῶν ἄλλων αἰσθήσεων ἐκτὸς εἶναι κεχωρισμένον, αἴτιον ἂν εἴη, ὅτι ἐπὶ μὲν ἐκείνων τὰ ἐκείναις αἰσθητὰ ταῖς αἰσθήσεσιν κινητικά ἐστι μεταξύ τινος κεχωρισμένου σώματος (αὐτοῖς γοῦν τοῖς αἰσθητηρίοις ἐπιτιθέμενα οὐκ ἔστιν αὐτῶν κινητικά, καίτοι συγγενῶν ὄντων τῶν αἰσθητηρίων τοῖς ἐκτός, δι’ ὧν ἡ ἀπὸ τῶν αἰσθητῶν κίνησις ἐν αὐτοῖς γίνεται), τὰ δὲ τῇ ἁφῇ αἰσθητὰ αὐτοῦ τοῦ αἰσθητηρίου τοῦ συμφυοῦς ἡμῖν ἐστι κινητικά. ταύτης δὲ τῆς διαφορᾶς πάλιν αἴτιον, ὅτι ἔδει μὲν τὰ τελειότερα τῶν ζῴων μὴ μόνων αἰσθάνεσθαι τῶν παρόντων τε καὶ πτομένων αὐτῶν, ἀλλὰ καὶ τῶν ἀφεστώτων. τῶν μὲν οὖν παρόντων ἡ ἁρὴ ἀντιληπτική, τῶν δὲ ἀφεστώτων οὐκέτι δι’ ἁφῆς ἡ ἀντίληψις. παρῆν γὰρ ἂν καὶ ταῦτα. τὸ γὰρ ἅπτεσθαι παρόντων. διά τινος οὖν μεταξὺ ἡ ἀπὸ τούτων κίνησις. οὕτως γὰρ μόνως οἷόν τε ἦν τῶν μὴ παρόντων αἰσθάνεσθαι. ἔτι δὲ δι’ ὧν ἐκείνων αἱ αἰσθήσεις γίνονται ἀδύνατον ἐκ τούτων τὸ τοῦ ζῴου σῶμα συνεστάναι. δι’ ἁπλῶν γὰρ αἱ ἐκείνων ἀντιλήψεις. ἢ γὰρ δι’ ὕδατος ἢ δι’ ἀέρος, καὶ οὐχ οἶόν τε ἄλλως, ὡς ἐν τῷ περὶ αἰσθήσεως τε καὶ αἰσθητῶν δέδεικται. οὔτε δὲ ἐξ ἀέρος οὔτε ἐξ ὕδατος οἷόν τέ τι ζῷον εἶναι· στερεὸν γὰρ τὸ τοῦ ζῴου σῶμα καὶ μικτὸν καὶ τοιοῦτον ὁποῖόν ἐστιν ἡ σὰρξ ἢ τὸ ἀνάλογον τῇ σαρκί. ἡ δὲ τῶν ἁπτῶμ ἀντίληψις διὰ τοιούτου σώματος γίνεται. ἀπταὶ μὲν οὖν εἰσιν αἱ τῶν σωμάτων σώματα διαφοραί. αὗται δέ εἰσι ξηρότητες καὶ ὑγρότητες, θερμότητες, ψυχρότητες. ταύταις γὰρ ὁρίζεται τὰ πρῶτα σώματα. καὶ αἱ ἄλλαι δὲ αἱ ἁπταὶ ἐναντιώσεις εἰς πρώτας ταύτας ἂν ἀνάγοιντο, ὡς ἐν τοῖς περὶ γενέσεως καὶ φθοῥᾶς [*](5 ἁπτῶν] Sinnesobjekte 7 κεχωρισμένον] von aussen und getrennt 9 κεχωρισμένου] abgesondert abgeschnitten 10 ἔστιν] sie wurden 10—11 καίτοι— ἐκρισμένου] τός] weil die Sinnesorgane der Gattung nach den Dingen von aussen ahnlich sind 11 δι’ ὧν—γίνεται] durch welche durch die Vermittlung jener Organe die Bewegung entsteht in den Dingen von aussen vegen des Wahrnehemen den 12 τοῦ συμφυοῦς ἡμῖν] welches vom Leibe fefasst ist 13—14 ταύτης δὲἁπτομένων] die Ursache fur diese Verschiedenheit ist ebenfalls [die], dass dasjenige; was vom Thiere vollstandiger und vollkommener ist, so sein muss, dass es nicht derart unvollkommen sei, dass es nur die ihm nahen Dinge, welche ihn treffen, wahrnehme 15 τῶν μὲν οὖν παρόντων] allein die nahen Dinge 16 παρῆν] addit: wenn sie betastet waren 17 παρόντων] addit: den Tastenden 21 ἐν τῷ—αἰσθητῶν] im Buch des Sinnes und der Sinnesebojekte 23 καὶ ante μικτὸν om. 24 δὲ om. 26 ξηρότητες κτλ.] Arten der Trockenheit et q. s. 2 ὀρίζεται] entstehen 38 εἰς πρώτας ταύτας ἂν ἀνάγοιντο] sammeln sich aus diesen und kehren zu diesen zuruck, weil sie erste sind) [*](4 δοκεῖ γὰρ κτλ.] Ar. de an. 2,11. 423b1 sq. 8 τὰ ἐν a 10 τοῖς αἰσθητηρίοις τῶν a 12 fortasse διά του συμφυοῦς 14 μόνον a 16 δι’ supra lin. V 21 cf. Prael. 25 εἰσιν V: εἶναι a 28 ἂν om. a ὡς ἐν τοῖς κτλ.] Ar. de gen. 2,2 330a24)
59
Ἀριστοτέλης ἔδειξεν. τὸ δ’ αἰσθητήριον αὐτῶν, ἐν ᾧ ἡ δύναμις αὕτη, τὸ μόριόν ἐστιν, ὃ τῷ τὴν τοιαύτην ἔχειν δύναμιν οἶόν τέ ἐστι διὰ τοῦ ὁμοιοῦσθαι αὐτοῖς τὴν ἀντίληψιν αὐτῶν ποιεῖσθαι. ἐπεὶ δὲ διὰ τοῦ πάσχειν καὶ ἡ φή, ἀπαθὲς δὲ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου, δεῖ δέ τινας τῶν ἁπτῶν ἐναντιώσεων ἔχειν τὸ ἁπτικὸν σῶμα ὄν γε σῶμα, τῶν μὲν ὁμοίως ἐχόντων αὐτῷ τῶν ἁπτῶν τινας ἐναντιώσεων οὐκ αἰσθάνεται, τῶν δὲ ἐλλειπόντων ἢ ὑπερβαλλόντων. ἤδη γὰρ ὑπὸ τούτων ὡς ὑπὸ ἀνομοίων πείσεταί τε καὶ ἀλλοιωθήσεται. διὸ καὶ εὐλόγως ἄν τις μεσότητα τὴν αἴσθησιν λέγοι τῆς ἐν τοῖς αἰσθητοῖς ἐναντιώσεως· τὸ γὰρ μέσον ἑκατέρου τῶν [*](124r) ἄκρων κριτικὸν γινόμενον πρὸς ἑκάτερον αὐτῶν τὸ ἕτερον τῶν ἄκρων καὶ ἐναντίον, καὶ διὰ τοῦτο μεταβάλλον εἰς αὐτό. εἰς γὰρ τὰ ἐναντία ἡ μεταβολή. ἐπὶ μὲν οὖν τῆς ἁφῆς τοῦτο ἀναγκαῖον, ἐπὶ δὲ τῶν ἄλλων οὐχ ὁμοίως τῷ μηκέτι τὰ ἐκείνων αἰσθητήρια ἐξ ἀνάγκης ἔχειν ἐν τῇ οὐσίᾳ τούτων τι, ὧν ἐστι διακονητικά τε καὶ μηνυτικά. οὔτε γὰρ τὴν κόρην ὕδατος οὖσαν ἀναγκαῖον ἔχειν οἰκεῖόν τι χρῶμα, οὔτε τὴν ἀκοὴν ἀέρος πάλιν οὖσαν ἀναγκαῖον εἶναι μετὰ ψόφου, ἀλλ’ οὐδὲ τὴν ὄσφρησιν ἀνάγκη σύμφυτον ἔχειν ὀσμήν τινα. εἰ δὲ καὶ αὗται ἔχοιέν τινα ἐν αὐταῖς ὧν ἀντιλαμβάνονται, εἶεν ἂν μεσότητες καὶ αὗται ὁμοίως τῇ ἁφῇ. τῶν μὲν γὰρ ὁμοίων οἷς ἔχουσιν οὐκ ἀντιλήψονται, ἀντιλήψονται δὲ τῶν ὑπερβολῶν τε αὐτῶν καὶ ἐνδειῶν. τῶν δὲ αἰσθήσεων ἀναγκαιοτάτη ἡ ἁρή τε καὶ γεῦσις. οὐ γὰρ οἰόν τε ἄνευ τούτων ζῷον εἶναι. αἱ δ’ ἄλλαι οὐχ οὕτως εἰς τὸ εἶναι ὡς εἰς τὸ πῶς εἶναι συντελοῦσι τοῖς ἔχουσιν αὐτάς. δῆλον δὲ ἐκ τε τοῦ πολλὰ τῶν ζῴων μὴ ἔχειν τούτων τινὰ τῶν αἰσθήσεων, καὶ ἐκ τοῦ καὶ τὰ ἔχοντα αὐτὰς στερηθέντα αὐτῶν ζῆν δύνασθαι.

[*](2 τῷ—δύναμιν] dadurch dass es [Etwas] von dieser Kraft hat 5 τὸ ἁπτικὸν σῶμα] der wahrnehmende Korper 6 τινὰς τῶν ἐναντιώσεων] die tastbaren Gegeunsatze 6—7 τῶν δὲ—ὑπερβαλλόντων] er nimmt aber von ihnen wahr, was fehlt und was hinzugefigt ist von der Beschaffenheit, die er selbst hat 9—11 τὸ γὰρ—καὶ ἐναντίον] das Mittlere namlich erkennt (unterscheidet) zwischen jedem der beiden Extreme, denn es wird in Bezug auf jedes von beiden das andere Extrem und ihm Entegegengesetzt 13—14 τῷ μηκέτι—μηνυτικά] weil zur wesentlichen Existenz ihrer Organe es nicht notig ist, dass sie auch die Dinge besitzen, welche jenen dienen und aus ihnen (von welchen sie?) entstehen 16 μετὰ ψόφου-ὄσφρησιν om. 17—18 εἰ δὲ—ἁφῇ] wenn darin auch Etwas von den Sinnesobjekten ist, welche er wahrnimmt [etiam in sqq. Sing.] 18—19 τῶν μὲν—ἀντιλήψονται] denn das, dessen Beschaffenheit wie seine Beschaffenheit ist, nimmt er nicht wahr 20 αὐτῶν om. 20—21 τῶν δὲ—γεῦσις] unter den Sinnen giebt es solche, ohne welche das Thier nicht sein kann, das ist das Tasten und der Geschmack 21 τούτων] Tasten und Geschmack. post εἶναι addit: weil es ohne diese beiden nicht sein kann. 21—22 αἱ δ’ ἄλλαι—ἔχουσιν αὐτάς] die andern Sinne aber [i. e. was sie anbetrifft], so ist weder ihre Hilfe noch ihr Nutzen in [ihrem?] Vorhandensein fur das, worin sie sich finden, in ihrer Hilfe in Bezug auf das Dasein [desselben] 24 δύνασθαι om.)[*](5 ὅν sic V 8 τε supra lin. V 10 τὸ ἕτερον τῶν ἄκρων del. m2 V. cf. int. hebr. 15—16 ἔχειν—ἀναγκαῖον om. a 16 εἶναι μετὰ χρώματος οὐδὲ τὴν ἀκοὴν μετὰ ψόφου a 17 ἐν αὐτῇ a 18 fortasse καὶ αὐταὶ 23 τε om. a 24 καὶ om. a αὐτὰ a)
60

Τίς μὲν οὖν ἐστιν ἑκάστη τῶν πέντε αἰσθήσεων, καὶ τίνος ἑκάστη, καὶ πῶς ἡ καθ’ ἑκάστην αὐτῶν τοῦ οἰκείου αἰσθητοῦ ἀντίληψίς τε καὶ κρίσις γίνεται, εἴρηται τύπῳ· καθόλου δὲ συλλαβόντι περὶ αἰσθήσεως ἀληθές ἐστιν εἰπεῖν τὸ εἶναι αὐτὴν δύναμιν ψυχῆς δι’ αἰσθητηρίων τινῶν δεκτικήν τε καὶ κριτικὴν τῶν αἰσθητῶν εἰδῶν χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης. τὸ δὲ πρῶτον αἰσθητήριον, ἐν ᾧ ἡ τοιαύτη δύναμις τῆς ψυχῆς, σῶμα μέν ἐστιν, οὐ μὴν καθὸ σῶμα αἰσθητικόν, ἀλλὰ κατὰ τὴν δύναμιν ἣν ἔχει. ἡ γὰρ αἴσθησις οὐ τὸ μέγεθος, ἀλλὰ ὁ λόγος καὶ τὸ εἶδος τοῦ μεγέθους τοῦ τοιούτου. αἱ δὲ τῶν αἰσθητῶν ὑπερβολαὶ φθείρουσι τὰς αἰσθήσεις· διὸ φθείρουσι τὴν συμμετρίαν τοῦ σώματος, οὖ αἱ αἰσθητικαὶ δυνάμεις εἴδη. φθειρομένης δὲ τῆς ἐν ἐκείνῳ συμμετρίας, φθείρεται καὶ τὸ εἶδος τὸ ἐπ’ αὐτῇ. φθείρεται δὲ καὶ ἡ συμμετρία αὐτῶν ὑπὸ τῆς σφοδροτέρας κινήσεως, ὥσπερ καὶ ἡ τῶν χορδῶν ἁρμονία ὑπὸ τῆς βιαιοτέρας πληγῆς τε καὶ κινήσεως. ἑκάστη μὲν οὖν αἴσθησις τοῦ ὑποκειμένου αὐτῇ αἰσθητοῦ ἐστιν αἴσθησις, οὖσα ἐν τῷ αἰσθητηρίῳ οὐχ σῶμα ἐκεῖνο, ἀλλ’ ἔχει τὴν τοιάνδε δύναμιν, ὡς εἶπον, καὶ κρίνει τὰς τοῦ ὑποκειμένου αὐτῇ αἰσθητοῦ διαφοράς. οὐ γὰρ ἄλλη τις κριτικὴ τῶν ἐν χρώμασι διαφορῶν παρὰ τὴν ὄψιν, οὐδὲ ἄλλη τῶν ἐν ψόφοις παρὰ τὴν ἀκοήν, ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. ἐπεὶ δὲ καὶ τὰ ταῖς διαφερούσαις αἰσθήσεσιν αἰσθητὰ κρίνομεν πρὸς ἄλληλα καὶ τῶν διαφορῶν αὐτῶν αἰσθα. νόμεθα (τίνι γὰρ γλυκὺ λευκοῦ διαφέρει, αἰσθήσεως κρῖναι, αἰσθητὰ γὰρ ἄμφω), ἐπιζητήσαι τις ἄν, τί ποτέ ἐστι τὸ τὰς τούτων κρῖνον διαφοράς. οὔτε γὰρ κεχωρισμένα ἔσται τὰ κρίνοντα τὰς τῶν ταῖς διαφερούσαις αἰσθήσεσιν αἰσθητῶν διαφοράς (ἀμφότερα γὰρ ἑνί τινι εἶναι δεῖ δῆλα· οὕτως γὰρ εἴσεταί τις ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, ὅμοιον γὰρ τὸ λέγειν κεχωρισμένα καὶ διαφέροντα εἶναι τὰ αἰσθανόμενα αὐτῶν ἑκάστου καὶ τὰς οἰκείας ἑκάστου αὐτῶν γνωρίζοντα διαφορὰς τῷ λέγειν· εἰ δύο ὄντων τῶν [*](1 τίς—τίνος ἑκάστη] dass jeder der funf Sinne eine Kraft ist und wofur er eine Kraft ist 5 τε καὶ κριτικὴν om. 6 δὲ om. 8 λόγος] Inhalt 9 δὲ om. 10—11 διὸδυνάμεις εἴδη] weil sie die Gleichmassigkeit des Korpers, welchem die sinnliche Kraft gehort, desen Form die funf Krafte sind, zu Grunde richten 11 ἐν ἐκείνῳ] jenes Korpers καὶ om. 12 αὐτῶν] seine [Gleichmassigkeit 14 post κινήσεως addit: zu Grunde geht 15—16 οὖσα—δύναμιν] durch seine Organe, nicht insofern seine Organe Korper sind, sondern insofern er diese Kraft besitzt der Korper? ] 16 ὡς εἶπον καὶ κρίνει] wie wir davon gesagt haben, dass er wahrnehme und erkenne 19—20 ἐπεὶ— ἄλληλα] da wir aber auch die Sinnesobjekte der von einander werschiedenen Sinne erkennen 22 ἐπιζητήσαι τις ἄν] so ist es notig, dass wir nachforschen, bis erkannt werde, was es ist 24 ἀμφότερα-δῆλα] denn es mussen die beiden verschhiedenen Dinge zusammen in einem Dinge unterschieden werden) [*](2 γε a 3 τύπω a 10 διὸ] constans scriptoris usus διότι postulat. vid. Ind. αἱ om. 11 εἴδη m1 eadem manus αἶθε supra lineam V: εἴδη a: εἴδη quod non intellexit Arabs interpretando circumscripsisse videtur. fortasse δυνάμεις. ἤδη φθειρομένη δὲ cf. Ind. s. v. ἤδη 15 ἐκεῖνο V ex. Vict: ἐκεῖνος a 24 δεῖ εἶναι a)

61
αἰσθητῶν τοῦ μὲν σὺ αἴσθοιο, τοῦ δὲ ἐγώ, γνωρίζειν ἑκάτερον ἡμῶν τὴν διαφορὰν οὖ αὐτὸς ᾔσθετο πρὸς τὴν τοῦ οὖ οὐκ αὐ τός, ἀλλ’ ἕτερος ᾔσθετο· δεῖ γὰρ ἕν τι εἶναι τὸ λέγον τόδε τοῦδε ἕτερον εἶναι. καὶ γὰρ τὴν τῶν αἰσθητῶν πρὸς τὰ νοητὰ διαφορὰν τὸ κρῖνον ἕν· ὁ γὰρ νοῦς· πάντα γὰρ οὖτος νοεῖ καὶ κρίνει, ἐν τίνι ἑκάστῳ τῶν ὄντων τὸ εἶναι. ὡς μὲν γὰρ αἰσθητῶν τῶν αἰσθητῶν τὰς διαφορὰς αἰσθήσεως κρῖναι, τὴν δὲ κατὰ τὴν οὐσίαν αὐτῶν διαφορὰν πρὸς ἄλληλά τε καὶ τὰ τῇ αὑτῶν φύσει νοητὰ ὁ νοῶν αὐτὰ νοῦς κρίνει), οὔτε οὖν ὑπὸ κεχωρισμένων καὶ διαφερουσῶν αἰσθήσεων οἷόν τε τὰς τῶν ἀνομοειδῶν αἰσθητῶν κρίνεσθαι διαφοράς. ἀλλ’ οὐδὲ ἐν διαφέροντι χρόνῳ οἶόν τε τὰς διαφορὰς αὐτῶν γνωρίζεσθαι, ὡς νῦν μὲν γνωρίζειν ὅτι ἕτερον τὸ γλυκὺ τοῦ λευκοῦ, αἰσθανόμενον νῦν τοῦ γλυκέος, μετὰ ταῦτα δὲ ὅτι τὸ λευκὸν τοῦ γλυκέος, πάλιν αἰσθανόμενον τότε τοῦ λευκοῦ, ὡς εἶναι τὸ αὐτὸ μὲν τῶν διαφερόντων αἰσθητῶν ἀντιληπτικόν, τοῦ τε γλυκέος καὶ τοῦ λευκοῦ, οὐχ ἅμα δέ, ἀλλ’ ἐν μέρει. ὡς γὰρ ἕν τι δεῖ εἶναι τὸ λέγον ἕτερα εἶναι τὸ γλυκὺ καὶ λευκόν, οὕτως καὶ ὅτε τὸ ἕτερον τοῦ ἑτέρου διαφέρειν λέγοι, τότε καὶ τὸ ἕτερον τοῦ ἑτέρου, καὶ οὐ λέγειν μόνον ὅτι διαφέρει ταῦτα ἀλλήλων, ἀλλὰ καὶ ὅτι νῦν διαφέρει· νῦν γὰρ λέγει, ὅτι νῦν διαφέρει. τὸ γὰρ λέγειν ἐστὶν αὐτῷ τὸ αἰσθάνεσθαι. ἀλλ’ εἰ τοῦτο, καὶ ἅμα αὐτῶν αἰσθήσεται καὶ ἐν τῷ αὐτῷ χρόνῳ. ἀλλὰ μὴν ἀδύνατον δοκεῖ τὸ αὐτό τι ὃν κατ’ ἀριθμὸν ἐν τῷ αὐτῷ καὶ ἀδιαιρέτῳ χρόνῳ πλείους τε καὶ διαφερούσας, ἔτι τε ἐναντίας κινήσεις κινεῖσθαι καὶ ἅμα πλείοσιν ὁμοιοῦσθαι. τοῦτο δ’ ἂν γίνοιτο, εἰ οὕτως μὲν ἡ αἴσθησις ὡς προείρηται γίνεται, αἱ δ’ ἀπὸ τῶν ἐναντίων αἰσθητῶν γινόμεναι κινήσεις ἐναντίαι· γίνεται τε οὕτως οὐ μόνον ἄπορον τὸ τῶν διαφερόντων κατ’ εἶδος αἰσθητῶν μίαν εἶναι κριτικὴν αἴσθησιν, ἀλλὰ καὶ πολὺ πρότερον ἐπὶ τῶν μιᾷ αἰσθήσει ὑποκειμένων, οἶον ἐν χρώμασιν, ὧν ἡ ὄψις ἀντιληπτική, πῶς ἡ ὄψις δυνήσεται τὰς τοῦ λευκοῦ τε καὶ μέλανος γνωρίζειν [*](134v) διαφοράς, εἴ γε δεῖ μὲν αὐτὴν ἅμα αὐτῶν ποιεῖσθαι τὴν ἀντίληψιν, ἡ δὲ ἀντίληψις διὰ τῆς πρὸς τὰ αἰσθητὰ ὁμοιώσεως, ἀδύνατον δὲ ἅμα τὸ αὐτὸ τοῖς ἐναντίοις ὁμοιοῦσθαι; ἢ εἰ μὲν οὕτως κινοῖτο, ὡς πάσχειν τε καὶ δέχεσθαι τὸ λευκὸν καὶ τὸ μέλαν, ἅμα ἂν ἀναλαμβάνοι τὰ ἐναντία, ὅ ἐστιν [*](3—8 καὶ γὰρ—νοῦς κρίνει om. 12—13 πάλιν—τοῦ λευκοῦ] wenn er auch zur selben Zeit das Weisse wahrnimmt 13 ὡς] und 15 ἕτερα] unidentische verschiedene 17—18 νῦν—διαφέρει om. 22 τοῦτο—γίνοιτο] dies sei nontwendig 25 πολὺ πρότερον (ἄπορον)] es wird ein ahnlicher Zweifel weil die Dinge treffen 31 ἀναλαμβάνοι] addit: bei meinem leben) [*](2 fortasse διαφορὰν ⟨τοῦ⟩ οὖ αὐτός πρὸς τὴν τοῦ οὗ οὐκ—ᾔσθετο om. a 5—6 ὡς μὲν γὰρ—κρῖναι om. a 10 hoc dicit: differentia nom ita cognosci potest, ut primum dulce ab albo diversum esse cognoscas (hoe priore tempore dulce tantummodo animadvertens), tum album a dulci (hoe altero temporis momento album asimmadertens] 7 αὐτῶν scripsi: αὐτῶν Va 8 αἰσθήσεων om. a 11 ὅτι V: ἄρα a 12 ὅτι V: ἄρα a τότε V: τοῦδε a 15 ἕτερα λέγον a 16 λέγει a 16—17 οὐ λέγει a 17 ὅτι V: ἄρα a)
62
ἀδύνατον, εἰ δ’ ἄλλος ὁ τρόπος τῆς ὑπὸ τῶν αἰσθητῶν κινήσεως τῇ αἰσθήσει καὶ οὐχ ὡς ὕλη τῶν αἰσθητῶν τὰ πάθη δέχεται τὰ αἰσθητήρια, οὐκέτ’. ἂν ὁμοίως ἄπορον εἴη. ὅτι γὰρ οὐχ ὡς ὕλη δέχεται τὰ πάθη ἡ ὄψις ἐναργές. ὁρῶμεν γὰρ ὅτι οὐ γίνεται ἡ ὄψις μέλαινα καὶ λευκή, ὅταν ἐκείνων αἰσθάνηται. ἀλλ’ οὐδὲ ὁ πεφωτισμένος ἀήρ, καίτοι διακονούμενος τῇ ὄψει πρὸς τὴν ἀντίληψιν τῶν χρωμάτων διὰ τοῦ αὐτὸς ὑπ’ αὐτῶν πρῶτος κινεῖσθαι καὶ μέλας αὐτὸς ἢ λευκὸς γίνεσθαι τοῦτο ποιεῖ. οὐδὲν γοῦν κωλύει διὰ τοῦ αὐτοῦ τὸν μὲν μέλανος ἀντιλαμβάνεσθαι τὸν δὲ λευκοῦ, ὅταν κειμένων τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος ἐπ’ εὐθείας τῶν ὁρώντων αὐτὰ μὴ τὸ κατ’ αὐτὸν ἑκάτερος αὐτῶν κείμενον χρῶμα βλέπῃ, ἀλλὰ τὸ κατὰ τὸν ἕτερον. ἀλλ’ οὐδ’ εἰ μέλας καὶ λευκὸς ἀλλήλους ὁρῷεν, κεκώλυται ὁ μεταξὺ ἀὴρ ἀμφοτέροις αὐτοῖς ἅμα διακονεῖσθαι τῷ μὴ παθητικῶς μηδὲ ὡς ὕλη γινόμενος αὐτῶν ὑπ’ αὐτῶν κινεῖσθαι. οὐδὲ τὰ ἐν τοῖς κατόπτροις δὲ ἢ ἐν τοῖς ὕδασιν ἐμφαινόμενα χρώματα τοιαῦτα αὐτὰ ποιεῖ ὁποῖά ἐστιν αὐτά. συμπαύεται γοῦν ἑκάστου τούτων ἡ ἀπὸ τοῦ αἰσθητοῦ κίνησις ἐν αὐτοῖς γινομένη, ὅταν μηκέτι ᾖ παρὸν τὸ αἰσθητόν. εἰ δὴ καὶ ἐπὶ τῶν αἰσθητηρίων οὕτως γίνοιτο τὰ πάθη ἐν τῷ τὴν αἴσθησιν ἔχοντι σώματι, δυνήσεται κατὰ τὴν πάροδον αὐτῶν ἡ δύναμις ἡ αἰσθητικὴ πάντων μὲν τῶν αἰσθητῶν ἀντιλαμβανομένη, οὐ μὴν πάντων διὰ τῶν αὐτῶν ὀργάνων, ἣν καὶ κοινὴν αἴσθησιν καλοῦσιν, κρίνειν τε ἕκαστον αὐτῶν καὶ γνωρίζειν αὐτῶν τὰς πρὸς ἄλληλα διαφορὰς μὴ ἐν διῃρημένῳ χρόνῳ, ἀλλὰ ἐν ἑνί τε καὶ συνεχεῖ. ἔτι δοκεῖ τὸ μετὰ ψυχικῆς δυνάμεως οὕτως [*](5 καίτοι] weil 5—7 ἀλλ’ οὐδὲ—τοῦτο ποιεῖ] auch nicht die luft, die das Licht aufnimmt, weil (demit) es dem Gesicht zur Wahrnehmung der Farben dieat, indem sie zuerst, von ihnen bewegt wird, dies bewirkt, indem sie schwarz oder weiss wird 8 διὰ τοῦ αὐτοῦ] durch ein und dieselbe Luft 10—11 μὴ τὸ κατ’ αὐτὸν κείμενον—ἕτερον] nicht die Farbe, die in Demselben selbst ist, sondern die Farbe, die in dem andern ist 11 μέλας καὶ λευκὸς] ein weisser und ein schwarzer 12 ὁ μεταξὺ ἀὴρ] die Luft, die zwischen beiden ist 13 ὑπ’ αὐτῶν] von beiden 15—16 συμπαύεται—αἰσθητόν] Der Beweis dafur ist, dass sie von jeder jener Bewegungnen welche in ihnen von dem Sinnesobjekte [aus] entstehen, gestort werden beim Weichen des Sinnesobjektes und dessen Trennung von ihnen 18—19 δυνήσεται—ἀντιλαμβανομένη] so ist es moglich. dass die wahrnehmende Kraft, welche alle Sinnesobjekte wahrnimmt, [eine?] sei 19 πάντων om. διὰ τῶν αὐτῶν] durch ein Organ 20 ἣν—κρίνειν] und dies e Kraft, welche der gemeinschaftliche Sinn heisst, erkennt ἕκαστον αὐτῶν] jede jener Spuren, wenn sie auf ihn übergehen 22 μετὰ] wegen) [*](1 ὁ supra lin. V 4 ὅτι V: ἄρα a 7 καὶ corruptum est. lege τῷ. tantum negatur aera colorari. Cf. int. hebr. 9 cf. Alex. de sens. comm. 63,10 τὸ δ’ αὐτὸ τοῦτο ἀνάγκη γίνεσθαι, καὶ εἰ δύο τινὲς εἶεν οἱ ὁρῶντες ἄντικρυς ἑστῶτες ἀλλήλων, εἴη δὲ ἐπ’ εὐθείας ἑκατέρῳ τῶν ὁρώντων ὁρατόν τι κείμενον, οἱ δὲ ὁρῷεν μὴ καθ’ ὲαυτοὺς, ἀλλ’ ἑκάτερος αὐτῶν τὸ τῷ ἑτέρῳ ἐπ’ εὐθείας κείμενον et [de an.] 153v9 10 βλέπη a 11 τὸ ἕτερον a 11 ὁρῷεν ι subscripsit vetus corr. V: ὁρῶμεν a 15 ἕκαστον a 16 παρὸν V: παρὰ a εἰ δὲ a 18 exspectaveris παρουσίαν 22—63,5 ἔτι δοκεῖ— τοῖς ἐμψύχοις σώμασιν] opp. τὰ κάτοπτρα καὶ ὕδατα (13), sed haec verba num re vera huid loco destinata sint a scriptore dubium)
63
κινούμενον σώζειν τι καὶ ἀπελθόντος τοῦ αἰσθητοῦ ἴχνος τῆς ἀπ’ αὐτοῦ κινήσεως διὰ τῆς φαντασίας καίτοι μηκέτι τοῦ αἰσθητοῦ παρόντος. οἱ γοῦν τῶν σφόδρα λευκῶν αἰσθανόμενοι ἔχουσί τινὰ ἐγκαταλείμματα ἐν τῇ ὄψει τῆς ἀπ’ αὐτῶν κινήσεως καί τοι μηκέτ’ ἐκείνων παρόντων· οὐ γὰρ ἡ αὐτὴ κίνησις ἀπὸ τῶν αἰσθητῶν τοῖς τε ἀψύχοις καὶ τοῖς ἐμψύχοις σώμασιν. ἢ δυνήσεται οὕτως ἡ κοινὴ αἴσθησις ἅμα τὰς διαφορὰς γνωρίζειν τῶν διαφόρων αἰσθητῶν, εἰ πῇ μὲν ἂν εἴη τὸ αἰσθητικόν, πῇ δὲ πλείω τε καὶ διαιρούμενον. ὡς γὰρ ἐπὶ κύκλου αἱ ἀπὸ τῆς περιφερείας αὐτοῦ ἐπὶ τὸ κέντρον ἐπιζευγνύμεναι οὖσαι πολλαὶ πᾶσαι κατὰ τὸ πέρας εἰσὶν αἱ αὐταὶ τῷ τά τε πέρατα αὐτῶν ἐφαρμόζειν τῷ τοῦ κύκλου κέντρῳ καὶ ἔστι τὸ πέρας τοῦτο ἕν τε καὶ πολλά, καθόσον μὲν πολλῶν ἐστι καὶ διαφερόντων πέρας, πολλά, καθόσον δὲ πάντα ἀλλήλοις ἐφήρμοσεν, ἕν, οὕτως ἔχειν ὑποληπτέον καὶ τὴν κοινὴν αἴσθησιν τὸ ἕν τε καὶ πολλά. τῷ μὲν γὰρ ἑκάστης τῶν διὰ τῶν αἰσθητηρίων γινομένων κινήσεων ἀπὸ τῶν αἰσθητῶν ἐν τῷ ἐσχάτῳ αἰσθητηρίῳ πέρας εἶναι τὴν αἰσθητικὴν δύναμιν (μέχρι γὰρ ἐκείνου καὶ ἐπ’ ἐκεῖνο ἡ ἀπὸ τῶν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων διάδοσις) πολλὰ ἔσται, πολλῶν καὶ διαφόρων κινήσεων γινομένη πέρας. τῷ δὲ δύναμις ἀσώματος εἶναι ὁμοίως ἡ αὐτὴ παντός τε οὖσα τοῦ ἐσχάτου αἰσθητηρίου καὶ ἑκάστου μέρους αὐτοῦ, ἀδιαίρετός τε ἔσται καὶ μία. ἓν δὴ καὶ οὐχ ἂν ἡ δύναμις ἡ αἰσθητική. ἡ μὲν οὖν οὐχ ἕν, ἀλλὰ πλείω, ταύτῃ καὶ πλειόνων ἅμα αἰσθήσεται καὶ διαφερόντων τῷ καθ’ ἕκαστον μέρος τοῦ αἰσθητηρίου πάσχοντος αἰσθάνεσθαι τοῦ πάθους διὰ τὸ εἶναι δύναμίς τε καὶ πέρας ἑκάστου, δὲ πάντα τὰ πέρατα ἕν τί ἐστιν καὶ ταὐτόν (ᾧ γὰρ τὸ τῆς ἀφ’ ἑνὸς αἰσθητηρίου γινομένης κινήσεως ἐφαρμόζει πέρατι, τούτῳ καὶ τὰ τῶν ἄλλων ὁμοίως), ταύτῃ δὲ ὡς ἑνὶ τὰς πάντων αὐτῶν κρίνει διαφοράς, ὅταν ἅμα αἱ ἀπ’ αὐτῶν κινήσεις γένωνται, οὕτως τε δυνήσεται ἕν τι ὃν καὶ ἀδιαίρετον ἐν ἀδιαιρέτῳ τε καὶ συνεχεῖ χρόνῳ γνωρίζειν τὰς τῶν ἀνομογενῶν αἰσθητῶν διαφοράς. ὡς δὲ ἐπὶ τῶν ἀνομογενῶν αἰσθητῶν οὕτως [*](2 διὰ] in γοῦν] denn 4 τῆς—κινήσεως] von der Bewegung, welche von jenen im Gesichte war 5 σώμασιν om. 8 γὰρ] und 8—9 αἱ ἀπὸ—οὖσαι πολλαὶ] die geraden Linien, welche hineinkommen zwischen ihren Mittelpunkt und ihren Umfang, wenn sie auch viele sind 10 ἐφαρμόζειν] verbunden sind mit dem Mittelpunkt 12 πολλὰ] ein Vieles 13 τὸ— πολλὰ] [man muss sich vorstellen], dass sie eine und dass sie viele sei 17 διαφόρων om. 18 ὁμοίως ἡ αὐτή] in einer weise und ein und desselbe 19 καὶ ante μία om. 21—23 τῷ καθ’—ἑκάστου] wenn jeder einzelne von den Teilen des wahrnehmenden, nachdem er die Spur aufgenommen hat, diese Spur vahraimmt, weil sie Kraft und Ende ist fur jeden einzelnen derselben 23—25 ᾧ γὰρ—ὁμοίως] indem dasselbe Ding, womit das Ende der Bewegung, welches durch eines der Sinnesorgane stattfindet, auch mit den Enden der ubrigen Bewegungen in einer Weise ubereinstimmt 25 ὡς ἑνὶ κρίνει] sie erkennt, weil sie ein Ding ist 26 τε om. 26—27 ἕν—ἀδιαίρετον] das eine unteilbare Ding 27 τε καὶ om.) [*](7 πῆ a 18 παντός τε V: πάντα τὲ a 24 τὸ (scil. πέρας) V: τῷ a 25 fortasse κρινεῖ ut αἰσθήσεται (21 cf. 23))
64
ἅμα τὰ διαφέροντα κρίνει τῷ ἅμα αὐτὴν ἔχειν τὰ πάντων εἴδη πέρας οὖσαν τῶν αἰσθητηρίων τῶν τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη διαγγελλόντων αὐτῇ, οὕτως κρίνει καὶ τὰς τῶν ἐναντίων διαφοράς, ὧν ἡ αἴσθησις γίνεται δι’ ἑνὸς αἰσθητηρίου. καὶ γὰρ ἐπὶ τούτων τὸ αἰσθητήριον ἔσται κατ’ ἄλλο καὶ ἄλλο μέρος αὐτοῦ ἅμα τὰ πάθη τῶν ἐναντίων αἰσθητῶν δεχόμενον, ἐπεὶ μὴ οἷόν τε ἅμα τὰ ἐναντία ἐν τῷ αὐτῷ γενέσθαι πάθη. πάσχοντος δὲ τούτου κατὰ διαφέροντα μόρια ὑπὸ τῶν ἐναντίων αἰσθητῶν καὶ ὡς πάσχει οὕτως διαδιδόντος ἐπὶ τὸ ἔσχατον’αἰσθητήριον τὰ πάθη κἀκείνου παραπλησίως κατὰ μόρια παθόντος, ἡ δύναμις ἡ αὐτὴ καὶ μία οὖσα ἐκ παντός τε τοῦ αἰσθητηρίου καὶ ἑκάστου τῶν μερῶν αὐτοῦ ἅμα αἰσθάνεταί τε καὶ κρίνει τὰ ἐναντία. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ πάσχειν ἀδύνατον συνυπάρξαι τῷ αὐτῷ τὰ ἐναντία, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῆς κρίσεως αὐτῶν. οὐ γὰρ ἐναντία κρίσις ἡ περὶ τῶν ἐναντίων κρίνουσα τὰ ἐναντία, ἦν δὲ ἀδύνατον τὰ ἐναντία ἅμα περὶ τῷ αὐτῷ γενέσθαι. ἐν κρίσει γὰρ ἐναντία οὐ τὸ τὰ ἐναντία ἐναντία λέγειν, ἀλλὰ τὸ τὸ αὐτὸ ἅμα εἶναι τἀναντία. διὸ τοῦτο μὲν ἀδύνατον συνυπάρξαι τῷ κρίνοντι ὡς ἅμα τἀυτὸν εἰπεῖν λευκόν τε καὶ μέλαν, τὸ δὲ τὰ ἐναντία κρῖναι ὅτι ἐναντία οὐκ ἀδύνατον. κρίνει δὴ ἡ δύναμις ἡ αἰσθητικὴ ἄμα τὰ ἐναντία ὅτι ἐναντία, τοῦ ἐσχάτου αἰσθητηρίου οὗ δύναμίς ἐστιν αὐτὴ κατὰ διαφέροντα μό| ρια πάσχοντός τε καὶ τὰ εἴδη [*](135r) τῶν ἐναντίων αἰσθητῶν διαγγέλλοντος αὐτῇ. ἡ γὰρ αὐτὴ δύναμις ἂν μὲν κατὰ ἕν τι αἰσθητὸν καὶ ἀφ’ ἑνὸς τὸ αἰσθητήριον πάθῃ, τοῦτο κρίνει, ἂν δὲ κατὰ πλείω, ταῦτα. ὧν γὰρ ἵμα τὸ αἰσθητήριον τὰ εἴδη λαμβάνει, [*](1 αὐτὴν] es [scil. τὸ ἓν καὶ ἀδιαίρετον] 1—3 πέρας οὖσαν—διαγγελλόντων αὐτῇ] weil es das Ende ist fur das Organ (sic) des Sinnes, welcher sie (sic) unterscheidet von den Spuren, welche im ihnen durch die Sinnesobjekte entstehnen 4—5 καὶ γὰρ—δεχόμενον] Denn dabei nimmt auch das Sinnesorgan im jedem besonderen Teile davon zugleich zwei Spuren zweier entgegengestzter Sinnesobjekte auf 6 ἐναντία] zwei entgegengesetzte 7 ἐναντίων] zwei entgegengesetzte 9 κατὰ μόρια] in jedem besonderen Teile 11 πάσχειν] Aufnahme der Spur und Affection 12 κρίσεως] Erkenntniss und Urteil 14—15 τὸ—λέγειν] dass man die zwei Entgegengesetzten unterscheidet 15—17 διὸ —μέλαν] Daher ist die Existenz desselben zugleich im Beurteiler unmoglich, so dass er von einem und demselben Dinge sage, dass es weiss und dass es schwarz sei 17 κρῖναι] Erkenntniss und Urteil δὴ] vielmehr 18 ὅτι ἐναντία om. 20 διαγγέλλοντος] unterscheidet uber [cf. v.1—3 20—65,1 ἡ γὰρ—ποιεῖται] denn wenn die Wahrnehmung ein und derselben Kraft den zwei Gegensätzen wird, und die Affection des Wahrnehmenden von einem der Organe des Sinnes [herruhrt], so fallt die Erkenntniss zweschen den beiden Gegensatzen, und wenn seine Wahrnehmung das, was mehr als dieses ist, [betrifft], so fallt die Erkenntniss zwischen die Gesammtheit. Das Ding namlich, mit welchem der Wahrnehmende die Formem ders elben animmt, dasselbe erkennt, was zwischen ihnen ist, zugleich) [*](1 διφέροντα a τέρας a 2 αἰσθηρίων a διαγγελόντων a 4 αἰσθτηριον a 8 διαδιδόντως a 10 αἰσθητη|τηρίου V 11—12 οὐ γὰρ ὥσπερ—τὰ ἐναντία om. a 13 ἐναντίᾳ a 14 γὰρ ἐναντίᾳ a 15 ἐναντία ἐναντία] τιο ἔναν m1 in mg. V: ἐναντία a 18 ὅτι V: ἄρα a 21 πάθῃ] sub θ paululum erasum V: πάθη a 22 πλείῳ a)
65
τούτων ἅμα τὰς κρίσεις ἐκείνη ποιεῖται· πῶς δὲ οἷόν τε ἅμα τὸ αἰσθητήριον τά τε διαφέροντα εἴδη λαμβάνειν καὶ τὰ ἐναντία, προείρηται. τῇ κοινῇ δὲ αἰσθήσει ταύτῃ καὶ ὁρώντων αὑτῶν αἰσθανόμεθα καὶ ἀκουόντων καὶ καθ’ ἑκάστην αἴσθησιν αἰσθανομένων. ὁ γὰρ ὁρῶν αἰσθάνεται αὐτοῦ ὁρῶντος καὶ ἀκούων ἀκούοντος. οὐ γὰρ δὴ ἄλλῃ τινὶ δυνάμει παρὰ τὴν ὁρῶμεν οὐδὲ ἀκούομεν ὅτι ἀκούομεν. οὔτε γὰρ τὸ ὁρᾶν ὁρατὸν οὔτε τὸ ἀκούειν ἀκουστόν, ἀλλ’ ἔστιν αὕτη ἡ ἐνέργεια τῆς πρώτης τε καὶ κυρίας αἰσθήσεως καὶ κοινῆς λεγομένης, καθ’ ἣν γίνεται συναίσθησις τοῖς αἰσθανομένοις τοῦ αἰσθάνεσθαι. καὶ τῶν κοινῶν δὲ καλουμένων αἰσθητῶν διὰ ταύτης ἡ ἀντίληψις. συναναφέρεται μὲν γὰρ ἕκαστον αὐτῶν τοῖς ἰδίοις ἑκάστης αἰσθήσεως αἰσθητοῖς διὰ τῶν οἰκείων αὐτοῖς ὀργάνων. κινεῖται γὰρ ἡ ὄψις ὑπὸ χρώματος ὄντος μετὰ μεγέθους, μετὰ σχήματος, μετὰ ἠρεμίας ἢ κινήσεως, μετὰ ἀριθμοῦ, μετὰ ἀποστήματος· μεθ’ ὧν οὖν ὂν τὸ χρῶμα ἐκίνησεν αὐτήν, καὶ τὰς ἀπὸ τούτων κινήσεις συναναφέρει τοῖς χρώμασιν. οὐ μὴν ἡ τῶν χρωμάτων κριτικὴ δύναμις καὶ περὶ τῶνδε κρίνει, ἀλλ’ ἔστι καὶ ἡ τούτων κρίσις τῆς κοινῆς ἔργον αἰσθήσεως· ὅτι γὰρ οὐχ ἡ ὄψις, δῆλον ἐκ τοῦ μὴ μόνον αὐτὰ τοῖς χρώμασιν παρυφίστασθαι, ἀλλὰ καὶ τοῖς ψόφοις καὶ τοῖς ταῖς ἄλλαις αἰσθήσεσιν αἰσθητοῖς. διὸ ἐλέγχεται οὔτε ὁρατὰ ὄντα οὔτε ἀκουστὰ οὔτε τινὸς τῶν ἄλλων αἰσθήσεων τῶν ταύταις ἀντιδιρῃμένων ἴδια αἰσθητά. τὸ δὲ εἶναι μόνας τὰς πέντε αἰσθήσεις, [*](1 πῶς οἶόν τε] was die Art betrifft, in welcher man erkennt, dass τὸ αἰσθητήριον] der Wahrnehmende 3 δὲ om. 3—4 ὁρώντων—αἰσθανομένων] wenn wir diese Dinge sehen, nehmen wir wahr, dass wir sie gesehen haben, und wenn wir sie gehört haben, nehmen wir wahr, dass wir sie hören, ebenso wenn wir durch jeden einzelnen der Sinne wahrgenommen haben 5—6 οὐ γὰρ δὴ—ὁρῶμεν] Das Ding nämlich, durch welches wahrgenommen wird, wenn wir wahrgenommen haben, dass wir wahrnehmen, ist durch keine andere Kraft, als diejenige, in elcher der Sinn gesammelt (zusam mengefasst) wird. Denn wir nehmen nicht wahr, dass (wenn) wir wahrnehmen durch die Kraft, durchelche wir wahrnehmen. Wir sehen nämlich nicht 11—12 συναναφέρεται—αἰσθητοῖς διὰ] wir steigen nämlich zu jedem einzelnen von diesen Sinnesobjekten mit den je einem der Sinne specifischen Sinnesobdeskten durch 13 μεγέθους] Maass 14—15 μεθ’ ὧν—χρώμασιν] also sieht das Ding, welches die Farbe im Sehen bewegt — und diese vereinight jene — mit den Farben auch die Bewegungen, selche von jenen entstehen 18 post ὄψις addit: dieser Sinn sei αὐτὰ] seine [i. e. dieses Sinnes] Existenz 19—21 διὸ—αἰσθητά] daher wird aus ihrem Zustande offenbar, dass sie nicht sichtbare und nicht hörbare und nicht sinnlich wahrnehmbare sind, welche einem von den anderen diesen beiden ähnlichen Sinnen in der Teilung eigntümlich sind) [*](3 αὑτῶν scripsi: αὐτῶν Va 4 αὑτοῦ scripsi: αὐτοῦ Va 5 ἄλλη a 6 κοινὴν addidi, cf. int. hebraicam; ex eadem potuerit concludi Arabem legisse αἰσθανόμεθα. ⟨οὐ γὰρ αἰσθανόμεθα, ὅτι αἰσθανόμεθα αὐτῇ τῇ δυνάμει ᾗ αἰσθανόμεθα⟩ οὐ γὰρ ὁρῶμεν οὑτῶν scripsi: αὐτων (η supra ω vet corr. sive m¹) V : αὐτῶν a 7 ὁρᾷν a 9 συναίσθησις] ν supra lin. V 12 αὐτῆς a 14 ὂν om. a 18 αὐτὰ] scil. μέγεθος, ἀριθμός, τὰ κοινὰ αἰσθητά 20 τῶν ante ἄλλων supra lin. V 21 ἀντιδιῃρημένων a)
66
περὶ ὧν προειρήκαμεν, καὶ μηδεμίαν παρὰ ταύτας ἄλλην, δεικνύοιτο μὲν ἂν καὶ ἐκ τοῦ μηδὲν αἰσθητήριον οἷόν τε εἶναι παρὰ τὰ ὄντα ἐν τοῖς τελείοις ζῴοις. ἔδει δέ, εἰ αἴσθησίς τις ἔλειπεν, καὶ αἰσθητήριόν τι λείπειν, ὡς ἔδειξεν Ἀριστοτέλης ἐν τῷ τρίτῳ Περὶ ψυχῆς. δεικνύοιτο δ’ ἂν καὶ διὰ τοῦ πᾶσαν μὲν αἴσθησιν ἐν ζῴῳ εἶναι, μηδὲν δὲ ζῷον ἔχειν ἄλλην τινὰ παρὰ τὰς προειρημένας. ἀλλὰ καὶ διὰ τοῦ τελειοτάτην μὲν τῶν ψυχικῶν δυνάμεων εἶναι τὴν λογικήν, ἐπὶ δὲ ταῖς πρώταις τετελεσμέναις αἱ τελειότεραι, ὥστε ἐν οἷς ἡ λογική, ἐν τούτοις πρῶτον πᾶσα ἡ αἰσθητική.

Ἡ δὲ φανταστικὴ δύναμις τῆς ψυχῆς ἐστι μὲν κριτικὴ καὶ αὐτή, ἡ τούτων μία οἰς ἀληθεύειν ἢ ψεύδεσθαι λεγόμεθα. ἔστι γὰρ καὶ ἀληθὴς καὶ ψευδὴς φαντασία, ὥσπερ καὶ αἴσθησις, καὶ πολλὰ κατὰ φαντασίαν καὶ ποιεῖ καὶ πάσχει τὰ ζῷα. λεγόμεθα δὲ ἀληθεύειν αἰσθήσει, δόξῃ, ἐπιστήμὴ. νῷ. ὧν αἴσθησις μέν ἐστιν, ὡς εἴρηται, δύναμις δεκτική τε καὶ κριτικὴ τῶν ἐν τοῖς αἰσθητοῖς εἰδῶν χωρὶς τῆς ὑποκειμένης αὐτοῖς ὕλης, ἐν τοῖς ἰδίοις ἀληθεύουσα ὡς ἐπὶ τὸ πλεῖστον, δόξα δὲ ὑπόληψις περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν, ἐπιστήμη δὲ συλλογισμὸς ἀποδεικτικὸς ἢ γνῶσις τῆς τοῦ ἐπιστητοῦ αἰτίας, ὅτι ἐκείνου ἐστὶ καὶ ἀδύνατον αὐτὸ ἄλλως ἔχειν, νοῦς δὲ δύναμις τῶν ἀύλων εἰδῶν ληπτική, ἢ δύναμις ᾗ ἀληθεύομεν περὶ τὰς ἀναποδείκτους ἀρχάς. οὐ μὴν τούτων ἐστί τινι ἡ φαντασία ἡ αὐτή, εἰ τὴν ἰδίως τις καὶ κυρίως λεγομένην φαντασίαν λέγοι. αὕτη δέ ἐστι κίνησίς τις, καθ’ ἣν λέγομεν φάντασμά τι ἡμῖν ἐν τῇ ψυχῇ γίνεσθαι, ἐπεὶ κατὰ μεταφοράν γε κατὰ πάντων τῶν προειρημένων τῇ φαντασίᾳ χρώμεθα πολλάκις. καὶ γὰρ κατὰ αἰσθήσεως καὶ κατὰ δόξης καὶ κατὰ ἐπιστήμης καὶ νοῦ τὴν φαντασίαν κατηγοροῦμεν. τῆς μὲν οὖν αἰσθήσεως χωρίζεται ἡ τοιαύτη φαντασία τῷ τὴν μὲν αἴσθησιν παρόντων εἶναι τῶν αἰσθητῶν, φαντασίαν δὲ γίνεσθαι καὶ μὴ παρόντων, καὶ αἴσθησιν μὲν ἐγρηγορότων γίνεσθαι, φαντασίαν δὲ καὶ κοιμωμένων. ἔτι αἴσθησις μὲν οὐκ ἐφ’ ἡμῖν (οὐ γὰρ ἐφ’ ἡμῖν μὴ παρόντων τῶν αἰσθητῶν αἰσθάνεσθαι), [*](2 μηδὲν αἰσθητήριον] Kein anderes Organ (B: 0rgan für einen anderen Sinn) 3 ἔδει] es ist [so] dass, wenn ἔλειπεν] addit: diesen (dat.) 7 ἐπὶ δὲ ταῖςτελειότεραι] er [der Intellect] ist aber der vollkommenste dadurch, dass die ersten Kräfte in ihm vollendet sind 9—10 ἡ δὲ—λεγόμεθα] Die Kraft' der Phantasie gehört zu den Kräften der Seele, auch sie ist eine erkennende, eine der Kräfte, durch welche von uns gesagt wird, ob wir die Wahrheit reden oder lügen 11 καὶ ante πολλὰ om. 12 δόξῃ] Glaube, Meinung 15 δίοις] die Sinnesobjekte, die sie wahrnimmt 17 τοῦ ἐπιστητοῦ] des durch das Lernen Erkannten 17—18 ὅτι ἐκείνου-ἔχειν] undes ist nicht möglich, dass es (?) anders als das durch Lernen Erkannte sei 21 φάντασμά τι γίνεσθαι] dass eines der Dinge vorgestellt werde 23 πολλάκις om. 24 τῆς αἰσθήσεως χωρίζεται] sas den Sinn betrifft, so wird [die Phantasie] von uns (ihm?) unterschieden 26 καὶ om. 27—28 ἔτι αἴσθησις—αἰσθάνεσθαι] Das Verhätniss des Sinnes zu uns ist nicht dieses; er ist uns nämlich nicht, dass wir Sinnesobjekte wahrnehmen, wenn sie für uns nicht vorhanden sind) [*](3 ὡς ἔδειξεν κτλ.] Ar. de an. 3,1. 424b 22 4 ἀριστοτέλους a 9 „περὶ φαντασίας καὶ φανταστικῆς δυνάμεως. ἡ δὲ Va 10 fortasse αἷς 17 fortasse ἐκεῖνο cf. Ar. an. post. 71b15)

67
φαντασία δὲ καὶ ἐφ’ ἡμῖν· ἐφ’ ἡμῖν γὰρ φαντασίαν τινὸς καὶ μὴ παρόντος λαβεῖν. καὶ αἰσθήσεως μὲν πάντα μετέχει τὰ ζῷα, φαντασίας δὲ οὐ δοκεῖ, ὡς τά τε ὀστρεώδη τῶν θαλασσίων καὶ οἱ σκώληκες. καὶ ἡ μὲν αἴσθησις ἀεὶ τῶν ἰδίων ἀληθής ἐστι, τῶν δὲ φαντασιῶν αἱ πλεῖσται ψευδεῖς. ὅτι δὲ μὴ ταὐτὸν αἴσθησις καὶ φαντασία, δῆλον καὶ ἐκ τοῦ ὅταν μὲν ἀκριβῶς αἰσθανώμεθά τινος μὴ λέγεσθαι ἡμᾶς φαντασίαν ἔχειν αὐτοῦ, ἀμαυρῶς δέ τινος αἰσθανόμενοι φαίνεσθαι ἡμῖν ἐκεῖνο λέγομεν. καίτοι, εἰ ἦν ταὐτά, ἔδει τὴν μᾶλλον αἴσθησιν μᾶλλον φαντασίαν εἶναι, καὶ τὴν ἀκριβεστέραν αἴσθησιν καὶ φαντασίαν ἀκριβεστέραν. ἀλλὰ μὴν οὐδὲ ἐπιστήμῃ οὐδὲ νῷ ταὐτὸν ἡ φαντασία, ὅτι ἐπιστήμη μὲν καὶ νοῦς ἀεὶ ἀληθῆ, τῶν δὲ φαντασιῶν αἱ πλεῖσται ψευδεῖς. ἔτι ἐπιστήμη μὲν καὶ νοῦς, ὥσπερ οὖν καὶ φρόνησις, ἐν μόνοις τοῖς λόγον ἔχουσιν, φαντασία δὲ καὶ ἐν ἀλόγοις. δόξαι δ’ ἂν κατὰ τὸ ἀληθὴς καὶ ψευδὴς γίνεσθαι φαντασία ἡ αὐτὴ εἶναι τῇ δόξῃ. καὶ γὰρ τῶν δοξῶν αἱ μὲν ἀληθεῖς εἰσιν, αἱ δὲ ψευδεῖς. οὐ μὴν οὐδὲ οὕ τως ἔχει. τῇ μὲν γὰρ πάντως πίστις ἕπεται (ὁ γὰρ δοξάζων περί τινος [*](135v) πάντως καὶ συγκατατίθεται ὡς οὕτως ἔχοντι· ἡ γὰρ περί τινος δόξα συγκατάθεσις ἐκείνῳ ὡς οὕτως ἔχοντι· ἡ δὲ συγκατάθεσις μετὰ πίστεως, λογικὴ γὰρ συγκατάθεσις ἡ δόξα καὶ μετὰ κρίσεως), οὐ πᾶσα δὲ φαντασία μετὰ πίστεως. τῶν γοῦν ἀλόγων ζῴων φαντασίαν μὲν ἔχει πολλά, πίστιν δὲ οὐδέν. εἰ δὲ μὴ πίστιν, οὐδὲ τὴν μετὰ κρίσεως συγκατάθεσιν. ἔτι πᾶσα μὲν δόξα ἐν συνθέσει (ἢ γὰρ καταφατικὴ ἢ ἀποφατική), οὐ πᾶσα δὲ φαντασία τοιαύτη. διὸ οὐδὲ τὸ ἀληθές τε καὶ ψεῦδος ἐν ἀμφοτέραις ὁμοίως, ὥσπερ οὐδὲ τὸ ἐν αἰσθήσει τε καὶ δόξῃ. εἰ δὲ μηδὲν τούτων ἐστὶν ἡ φαντασία τῷ μήτε τὰ τῇ αἰσθήσει ἑπόμενα μήτε τὰ τῇ δόξῃ μήτε τὰ τῇ ἐπιστήμῃ μήτε τὰ τῷ νῷ ἕπεσθαι αὐτῇ, δῆλον ὡς οὐδὲ ἐκ συνθέσεως εἴη ἂν αἰσθήσεώς τε καὶ δόξης, ὡς δοκεῖ τισιν. ἦν γὰρ ἂν τὰ ἑκατέρῳ τούτων ἑπόμενα καὶ τῇ φαντασίᾳ τῷ τὸ συγκείμενον ἔκ τινων σωζομένων ἐν [*](1—2 φαντασία—λαβεῖν] das Verhältniss der Phantasie ist ebenfalls für uns, dass wir nämlich Etwas vorstellen können, auch wenn es nicht da ist 2 καὶ om. 4 τῶν ἰδίων] über die Sinnesobjekte, die ihm specificiren 7 καίτοι] nun 8 ἀκριβεστέραν] sahrere und wahrhaftigere 11 φρόνησις] Erkenntniss. post μόνοις addit: „nicht anderen 14 οὐ μὴν οὐδὲ οὕτως ἔχει] as bei Intellect und Syllogismus nicht der Fall ist 15 τῇ μὲν γὰρ] denn der Meinung 17 δὲ om. 17 ἡ δὲ συγκατάθεσις—πίστεως] die Ansicht ist mit dem Glauben an die Sache verbunden, von welcher man eine Ansicht hat 17—18 λογικὴ—μετὰ κρίσεως] denn die Meinung ist eine redende, forlgernde 19 πίστιν δε οὐδέν] viele Thiere besitzen Phantasie], wovon nichts Bewährung hat 29 συγκατάθεσιν] Meingung 21 δόξα] Meinung 22 ὁμοίως] zusammen auf dieselbe Weise 23 ὥσπερ—δόξῃ] vie auch nicht Wahrheit und Falschheit im Sinn und der Meinung aud dieselbe Weise ist 26 ante ἦν γὰρ addit: Bestände sie in einer Zusammensetung beider 27 σωζομένων ἐν αὐτῷ] Unter Beibehaltung) [*](5 δὲ μὴ V : μηδὲ a 6 αἰσθανόμεθα a 11 ἔτι] inter ε et τ paululum erasum V ὥσπερ οὖν] cf. Ind 12 μόνης a 13 ἀληθὲς a 20 μετὰ] τα in lit. V 22 ψεῦδος] cf. 70,7 23 τούτων] ω in lit. V)
68
αὐτῷ τῶν ἐξ ὧν σύγκειται οὕτως εἶναι ἐξ αὐτῶν. οὐ γὰρ ταὐτὸν ἡ σύνθεσις τῇ κράσει. τὸ μὲν γὰρ κεκραμένον ἔκ τινων ἐστὶ μὲν ἐξ ἐκείνων, οὐ μὴν ἐκεῖνα, τὸ δὲ συγκείμενον ἐκεῖνά ἐστι μετά τινος θέσεως τε καὶ τάξεως. τί τοίνυν ἐστὶν ἡ φαντασία, ὧδε ἂν γνωρίσαιμεν· δεῖ νοεῖν γίνεσθαι ἐν ἡμῖν ἀπὸ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ οἶον τύπον τινὰ καὶ ἀναζωγράφημα ἐν τῷ πρώτῳ αἰσθητηρίῳ (τοῦτο δ’ ἐστὶ τὸ σῶμα, ἐν ᾧ ἡ αἰσθητικὴ τῆς ψυχῆς δύναμίς ἐστι), ἐγκατάλειμμά τι ὂν τῆς ὑπὸ τοῦ αἰσθητοῦ γινομένης κινήσεως, ὃ καὶ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ὑπομένει τε καὶ σώζεται, ὃν ὥσπερ εἰκών τις αὐτοῦ, ὃ καὶ τῆς μνήμης ἡμῖν σωζόμενον αἴτιον γίνεται. τὸ τοιοῦτον ἐγκατάλειμμα καὶ τὸν τοιοῦτον ὥσπερ τύπον φαντασίαν καλοῦσιν. διὸ καὶ ὁρίζονται τὴν φαντασίαν τύπωσιν ἐν ψυχῇ καὶ τύπωσιν ἐν ἡγεμονικῷ. μήποτε δὲ οὐχ ὁ τύπος αὐτὸς ἡ φαντασία, ἀλλὰ ἡ περὶ τὸν τύπον τοῦτον τῆς φανταστικῆς δυνάμεως ἐνέργεια. εἰ γὰρ ἦν αὐτὸς ὁ τύπος ἡ φαντασία, ἦμεν ἂν ἐν φαντασίᾳ καὶ μὴ ἐνεργοῦντες περὶ αὐτόν, ἔχοντες δὲ αὐτόν, καὶ ἅμα ἂν ἐν πλείοσιν ἦμεν φαντασίαις καὶ τοσαύταις ὅσων τὸν τύπον σώζομεν. ἔτι ἤτοι τὴν γινομένην τύπωσιν φαντασίαν λέγουσιν ἢ τὴν γεγονυῖαν ἤδη καὶ οὖσαν. ἀλλ’ εἰ μὲν τὴν γινομένην, τὴν αἴσθησιν ἂν λέγοιεν τὴν κατ’ ἐνέργειαν φαντασίαν. αὕτη γὰρ ἡ γένεσις τοῦ τύπου, ἀλλὰ γίνονται φαντασίαι καὶ χωρὶς τῆς κατὰ τὰς αἰσθήσεις ἐνεργείας. εἰ δὲ τὴν γεγονυῖαν καὶ σωζομένην, τὴν μνήμην ἂν λέγοιεν φαντασίαν. ἀλλὰ εἴη ἂν ὡς ἐπὶ τῆς αἰσθήσεως. ὡς γὰρ ἐπ’ ἐκείνης ἐστὶ μέν τι αἰσθητόν, ἐστὶ δέ τις καὶ δύναμις αἰσθητική, ἐστὶ καὶ ἐνέργεια τῆς δυνάμεως περὶ τὸ αἰσθητόν, ἣν αἴσθησιν καλοῦμεν (ὁμοίως δὲ καὶ ἐπὶ τῆς νοήσεως· νοητὸν μὲν τὸ πρᾶγμα, νοῦς δὲ ἡ δύναμις, νόησις δὲ ἡ τοῦ νοῦ περὶ τὸ νοητὸν ἐνέργεια), οὕτως δὲ ὑποληπτέον ἔχειν καὶ ἐπὶ τῆς φαντασίας τὸ μέν τι εἶναι φανταστόν (τοῦτο δ’ ἂν εἴη τὸ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενον ἐγκατάλειμμα, ἀνάλογον ὂν τῷ αἰσθητῷ τε καὶ νοητῷ), τὸ δὲ φανταστικόν, ἀνάλογον ὂν καὶ αὐτὸ τῷ αἰσθητικῷ τε καὶ τῷ νῷ, τὸ δὲ φαντασίαν, οὖσαν καὶ αὐτὴν ἀνάλογον τῇ αἰσθήσει καὶ τῇ νοήσει, ἐνέργειαν οὖσαν τῆς φανταστικῆς δυνάμεως περὶ τὰ φανταστά. ὑπόκειται γὰρ τῇ φανταστικῇ δυνάμει τὰ ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως [*](1 οὕτως om. 1—2 οὐ—κράσει] eine Zusammensetzung dieser Art vird nicht durch Mischung 3 post ἐκεῖνά ἐστι addit: aus denen es zusammengesetzt ist 4 ὦδε ἂν γνωρίσαιμεν] wer gabe, dass ich es wusste! (= möchte ich wol wissen) 5—6 οἷον —ἀναζωγράφημα] [Etwas] einer Spur und einen Eingepragten Aehnliches 9 ὸν—εἰ- κών τις] auf der Stufe einer Aehnlichkeit 11 τύπωσιν ἐν ψυχῇ καὶ om. 13 περὶ τὸν τύπον τοῦτον om. post ἐνέργεια addit: wodurch es ist (entsteht 16—17 ἔτι ἤτοι—φαντασίαν om. 21 εἴη ἂν ὡς] es ist mit der Phantasie, wie 23—25 ὁμοίως—ἐνέργεια] so auch bei der intellectuellen Vorstellung ein intellingbles Ding, und dies ist das, vas intellectuell vorgestellt wird, und der Intellect, d. i. die Kraft, durch welche jenes wird (?) und die intellectuelle Vorstellung, d. i. die Wirkung des Intellects im Vorgestellten 29 καὶ αὐτὴν om.) [*](4 ῳδε a 5 τύπτον a 7 ἐγκατάλλημα V ὂν om. a 22 fortasse ἐστὶ ⟨δὲ> καὶ)
69
γινόμενα ἐγκαταλείμματα ὡς ὄντα τινὰ αἰσθητὰ ἐντός, ὡς τῇ αἰσθητικῇ τὰ αἰσθητὰ ὄντα ἐκτός. καλεῖται δὲ τὰ τοιαῦτα ἐγκαταλείμματα κατ’ ἐνέργειαν αἴσθησις, ὅτι τῆς ἐνεργείας τῆς αἰσθητικῆς ταῦτ’ ἐστιν ἔργα. καὶ τὸ κατ’ ἐνέργειαν αἰσθέσθαι ἐστὶ τὸν τύπον τοῦτον σχεῖν ἐν αὐτῷ ἀπὸ τῶν αἰσθητῶν ἐκτὸς ὄντων· ἡ δὲ φανταστικὴ δύναμίς ἐστιν ἡ αὐτὴ μὲν κατὰ τὸ ὑποκείμενον τῇ αἰσθητικῇ, τῷ λόγῳ μέντοι διαφέρουσα. αἰσθητικὴ μὲν γάρ ἐστι, καθόσον τῶν αἰσθητῶν κεχωρισμένων τε τοῦ ἔχοντος αὐτὴν καὶ παρόντων ἐστὶν ἀντιληπτικὴ μόνων, φανταστικὴ δέ, καθόσον ὡς ἐκείνη περὶ τὰ αἰσθητὰ ἐκτὸς ὄντα ἐνεργεῖ, οὕτως αὕτη περὶ τὰ φανταστὰ ὄντα ἐν τῷ ἔχοντι αὐτὴν σώματι ὥσπερ αἰσθητὰ αὐτῇ, εἰ καὶ μὴ παρείη ἔτι τὰ αἰσθητά. ὅταν μὲν γὰρ παρόντων τῶν αἰσθητῶν ἡ ἐνέργεια αὐτῇ γίνηται, αἴσθησις γίνεται. ἡ γὰρ περὶ τὴν διὰ τοῦ αἰσθητηρίου κίνησιν παρόντος τοῦ αἰσθητοῦ ἐν τῷ αἰσθητικῷ γινομένη ἐνέργεια τῆς αἰσθητικῆς ψυχῆς αἴσθησίς ἐστι. διὸ καὶ ταὐτὸν εἶναι δοκεῖ ἥ τε αἴσθησις καὶ ἡ φαντασία. ὅταν δὲ μηκέτι τοῦ αἰσθητοῦ παρόντος ἡ ἐνέργεια τῇ αἰσθητικῇ ψυχῇ περὶ τὸ γενόμενον ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως ἐγκατάλειμμα γίνηται ὡς αἰσθητόν τι, φαντασία τότε. ἡ γὰρ περὶ τὸ αὐτὸ τοῦτο ἐνέργεια, ὅταν μὴ ἀπλῶς ὡς περὶ τοιοῦτον γίνηται, ἀλλὰ καὶ ὡς ἀπ’ ἄλλου τινὸς ἐγγενόμενον, τὸ μὲν μνήμη, τὸ δὲ ἀνάμνησίς ἐστιν. ὧν περὶ τῆς διαφορᾶς ἐν ἄλλοις εἴρηται, νῦν δὲ περὶ τῆς φαντασίας λέγωμεν. ἐπεὶ γὰρ ἐνδέχεταί τι ὑπ’ ἄλλου κεκινημένον αὐτὸ πάλιν ἄλλο κινῆσαι (ἡ γοῦν βακτηρία κινεῖ τὸν λίθον ὑπ’ ἄλλου κεκινημένη), καὶ τὸ πρῶτον αἰσθητήριον κινηθὲν ὑπὸ τῶν αἰσθητῶν διὰ τῆς περὶ αὐτὰ ἐνεργείας αὐτὸ πάλιν διὰ τῆς ὑπ’ ἐκείνων γενομένης ἐν αὐτῷ κινήσεως κινεῖ τὴν φανταστικὴν ψυχὴν ὡς τὰ αἰσθητὰ τὴν αἰσθητικήν, παραπλησίως δὲ τούτοις καὶ τὰ κατὰ ἀναζωγράφησιν ἐν ἡμῖν γινόμενα καὶ τὰ ἀπὸ μὴ παρόντων κινεῖ. καὶ γὰρ [*](1 post αἰσθητὰ addit desselbeen 4 τὸν τύπον—ἐν αὐτῷ] dass in uns zurückbleibt die Spur 6 τῷ λόγῳ] im Inhalt 10 ὥσπερ αἰσθητὰ αὐτῇ] weil dieselben ihr sinnlich wahrnehmbar sind 11 ὅταν . . αὐτῇ γίνηται] wenn sie ihre Tätigkeit so ausübt 12—14 ἡ γὰρ—αἴσθησίς ἐστι] denn die Tätigkeit der sensuellen Seele, welche besteht in Bewegung, welche im Sinnesorgan am Wahrnehmenden während des Wahrgenommenen vorhanden und bleibend ist, ist Sinn 17 ὡς—τι] weil es irgend ein Wahrgenommenes ist 17—19 ἡ γὰρ—ἐγγενόμενον] Ist die Tätigkeit in diesem Reste selbst nicht schlechtweg, [nämlich] wie wir sie geschildert haben, sondern aus einer anderen Sache entstanden, 21 γοῦν] wie βακτηρία] Schleuder 22—24 καὶ τὸ—κινεῖ τὴν φανταστικὴν ψυχὴν] haec verba corrupta legit interpres 25 παραπλησίως —τούτοις] in derselben Weise 25—26 τὰ—γινόμενα] die Dinge, welche in ihr [der phantastischen Seele?] entstehen auf dem Wege der Abbildung und Vorstellung) [*](3 αἴσθησις] alterum ι in lit. V ὅτι V: ἄρα a 4 αὐτῷ Va 9 τὰ ante αἰσθητὰ] α supra lin. V 11 αὐτῇ scripsi, scil. τῇ δυνάμει, quae secundum res, de quibus agit, aut αἰσθητική aut φανταστική fit: αυτη V: αὐτὴ a 12 γίνεται a κίνησιν addidi secutus interpretationem hebraicam 17 τοῦτο] το supra lin. V 23 αὐτὸ V: αὐτὰ a 26 ὑμῖν a)
70
ταῦτα γίνεται τῷ γεγονέναι τινὰ αὐτῶν αἴσθησιν. ὥστε καὶ ταῦτα ὡς ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γινόμενα κινεῖ. διὸ καὶ εἴη ἂν τῆς φαντασίας λόγος κίνησις ὑπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως. τὸ γὰρ λέγειν [*](136r) τύπωσιν ἐν ἡγεμονικῷ, ἐν τῷ ἐγκαταλείμματι, οὐκ ἐν τῇ περὶ αὐτὸ ἐνεργείᾳ τὴν φαντασίαν τιθεμένων ἐστίν. ἡ μὲν οὖν περὶ τὸ ἐγκατάλειμμα τὸ ἀπὸ τοῦ καθ’ αὐτὸ αἰσθητοῦ σωζόμενον γινομένη ἐνέργειά τε καὶ φαντασία ὁμοίως τὸ ἀληθές τε καὶ τὸ ψεῦδος ἕξει τῇ αἰσθήσει ἐφ’ γίνεται. διὸ αἱ πλεῖσται τῶν τοιούτων καὶ περὶ τὰ τοιαῦτα φαντασιῶν ἀληθεῖς, αἱ δὲ περὶ τὰ ἐγκαταλείμματα ἀπὸ τῶν κοινῶν τε αἰσθητῶν καὶ κατὰ συμβεβηκὸς πολὺ τὸ ψεῦδος ἔχουσιν τῷ καὶ τὰς αἰσθήσεις διαψεύδεσθαι περὶ τὰ τοιαῦτα, ἐφ’ αἷς αἱ γινόμεναι φαντασίαι εἰκότως καὶ αὐταὶ τὸ ψεῦδος ἔχουσι πολύ. αἱ δὲ γινόμεναι μὲν ἀπὸ τῶν ἐγκαταλειμμάτων, μὴ πάντῃ δὲ σωζομένων, ἀλλὰ τῆς φαντασίας προσανατυπούσης αὐτά, πολὺ τὸ ψεῦδος ἔχουσιν. καὶ γὰρ ἐν τοῖς καθ’ αὐτὰ αἰσθητοῖς γίνονται ψευδεῖς αἱ γινόμεναι τοῦτον τὸν τρόπον τῷ τὴν φανταστικὴν δύναμιν κινεῖσθαι ὑπὸ τῶν ἐγκαταλειμμάτων καὶ ὡς ἀπὸ παρόντων τῶν οὐ παρόντων καὶ οὐχ ὡς ἀπὸ τοιούτων ὁποῖά ἐστιν, ὄαι εἰσιν αἴ τε τῶν κοιμωμένων καὶ ὅσαι γίνονται, ὡς εἶπον, κατὰ ἀναζωγράφησίν τινα ἐν αὐτοῖς. τοιαῦται καὶ αἱ τῶν παρακοπτόντων. ἀρχὴ μὲν γὰρ καὶ ταύταις ἀπό τινος ἐγκαταλείμματος ἀπὸ τῆς κατ’ ἐνέργειαν αἰσθήσεως γενομένου· τῆς δὲ περὶ τὴν ἐνέργειαν τὴν περὶ αὐτὸ γινομένης διαμαρτίας αἰτία ἢ παρὰ τὸ σχῆμα ἢ παρὰ τὸ μέγεθος ἢ παρὰ τὸ χρῶμα ἤ τινα ἄλλην ποιότητα, ἢ τὴν κίνησιν ἢ τὸν τόπον, ἢ τὸ πλῆθος, ἢ τὴν σύνθεσιν. ἀληθὴς μὲν οὖν φαντασία ἡ περὶ τοιοῦτον ἐγκατάλειμμα ἐνεργοῦσα, ὃ ἀπὸ ὄντος τε γέγονεν καὶ ὁποῖον ἐκεῖνο καὶ ὡς ἔχει γινομένη περὶ αὐτό, ψευδὴς δὲ ἥ τε περὶ τὰ ἀπὸ μὴ ὄντος, ὁποῖαι [*](1 ὥστε καὶ ταῦτα . .  κινεῖ] dadurch werden diese Dinge ebenfalls bewegt 3—5 τὸ γὰρ—ἐστίν] denn der Ausspruch dass sie eine Spur im Leiter ist, welche am Ueberrest [stattfindet], ist der Ausspruch desjenigen, der die Phantasie nicht in dis Wirkung (in actu) am Ueberreste setzt 6 ἀπὸ— αἰσθητοῦ] von dem Wahrgenommenen selbst 7—8 διὸ—φαντασιῶν] daher ist der grösste Teil dieser Vorstellung, welche diesen Verlauf nimmt 8—9 αἱ δὲ— συμβεβηκός] Die Vorstellung hingegen, welche in den Restem ist, welche von den gemeinschaftlichen Sinnesobjekten übrig bleiben, und welche durch Zufall [ entstehen] 12—13 αἱ δὲ—ἔχουσιν] Was die Vorstellung anbetriffr, welche aus den Resten entsteht, so sind (sic) diese nicht von allen Seiten gerettet, sondern die Vorstellung, welche?] eine hinzugefügte Einirkung in ihren Spuren hat, ist lügenhaft 17—18 καὶ ὅσαι—ἐν αὐτοῖς] und die Phantasie, welche auf dem Wege der Abbildung (?) [stattfindet], wie ich in Bezug auf dieseste gesagt habe 18 τοιαῦται—παρακοπτόντων] Diesen Verlauf nimmt die Vorsstellung der Dinge, von denen aus man zur Verirrung (Sophismus) abweicht 23—25 ἡ περὶ— περὶ αὐτό] ist die, welche am Reste vorgeht, welcher von einem vorhandenen Dinge übrig geblieben und in ihr ist, indem er in seinem selbigen Zustande geblieben ist 25—71,1 ὁποῖαι—γινόμεναι] wie das, was davon im Schlafe [vorkommt], was entsteht) [*](2 φανσίας a 4 τύπτωσιν ἐν ὑγεμονικῷ a 6 ἀπὸ scripsi: ὑπὸ Va καθ αὐτοῦ a 11 αυται V 12 μὴ πάντῃ δὲ V: μηδὲ αὐτὴ δὲ a 16 ὡς supra lin. V 21 αἴτια Va)
71
κατὰ τοὺς ὕπνους αἱ γινόμεναι ὡς ἀπὸ παρόντων τῶν αἰσθητῶν τῶν οὐ παρόντων, ἀλλὰ καὶ αἱ ἀπὸ παρόντων μέν, μὴ οἶα δέ ἐστι. ψευδὴς γὰρ φαντασία, οὐ συμφωνεῖ τὸ φαινόμενον, ὡς καὶ δόξα, ᾗ ἀντιμαρτυρεῖ τὸ οὗ ἡ δόξα. καὶ ἔστιν ἢ τε ἀληθὴς καὶ ἡ ψευδὴς φαντασία κατὰ τὴν πρὸς τὸ οὖ εἰσι σχέσιν. τῶν δὲ φαντασιῶν αἱ μέν εἰσιν ἀμυδραί, αἱ δὲ σφοδραί, ὥσπερ ἔχει καὶ ἐπὶ τῶν αἰσθήσεων. ἀμυδραὶ μὲν αἱ ἐπιπόλαιοι καὶ μηδὲν ἔχουσαι καταληπτικόν, μηδὲ τρανῶς τὰς διαφορὰς τοῦ φανταστοῦ μηνύουσαι, σφοδραὶ δὲ αἱ ἐναντίως ἔχουσαι. γίνονται δὲ τοιαῦται ὁμοίως καὶ ἀληθεῖς καὶ ψευδεῖς, οὔτε γὰρ τῆς ἀληθοῦς ἴδιον τὸ σφοδρόν, οὔτε τῆς ψευδοῦς τὸ ἀμυδρόν, ἀλλὰ ἐναλλάττουσιν αὐτῶν αἱ διαφοραί. τὰς δὴ ἀληθεῖς τῶν φαντασιῶν καὶ σφοδρὰς εἰώθαμεν λέγειν καὶ καταληπτικάς τῷ κατάληψιν εἶναι τὴν ταῖς τοιαύταις φαντασίαις συγκατάθεσιν, ἀκατάληπτον δὲ φαντασίαν καλοῦμεν τήν τε ψευδῆ καὶ τῶν ἀληθῶν τὰς ἀμυδράς. ἐναργὴς δὲ φαντασία λέγεται ποτὲ μὲν τε ἀληθὴς καὶ σφοδρά (τουτέστιν ἡ καταληπτική), ποτὲ δὲ ἡ σφοδρὰ μόνον ἡ τῇ ἀμυδρῷ ἀντιτιθεμένη. ἕπεται δὲ τῇ σφοδρᾷ φαντασίᾳ συγκατάθεσις, εἰ μὴ εἴη δι’ ἄλλων τινῶν πεφωραμένη ψευδὴς οὖσα, ὡς ἐπὶ τῆς φαντασίας τῆς τοῦ μὴ κινεῖσθαι τοὺς ἀστέρας πάσχομεν, καὶ ἐπὶ τῶν γραφῶν κατὰ τὰς εἰσοχάς τε καὶ ἐξοχάς, καὶ ἐπὶ τῶν ἐμφαινομένων τοῖς κατόπτροις. οὐ γὰρ διότι μή εἰσι σφοδραὶ ἀπιστοῦμεν αὐταῖς, ἀλλ’ ὅτι διαβέβληται δι’ ἄλλων· καὶ γὰρ ἀληθέσι τισὶ καὶ σφοδραῖς πολλάκις ἀπιστοῦμεν, ἂν ὥμεν προδιαβεβλημένοι. τῇ δὲ τῆς φαντασίας συγκαταθέσει ἕπεται ἐνέργεια πρακτική. διὸ τά τε ἄλογα ζῷα κατὰ τὰς φαντασίας, ἃ ποιεῖ, ποιεῖ καὶ ταῖς ἐπὶ ταύταις συγκαταθέσεσιν τῷ μὴ ἔχειν λόγον. καὶ οἱ ἄνθρωποι δὲ ταῖς φαντασίαις ἕπονται πολλάκις διὰ τὸ ἐπικεκαλύφθαι τὸν νοῦν αὐτῶν ἢ ὑπὸ πάθους τινὸς ἢ ὑπὸ νόσου ἢ ὑπὸ ὕπνου· ἔχει γὰρ τὸ ζῷον παρὰ τῆς φύσεως τὴν ψυχὴν τὴν φανταστικήν, ὥσπερ οὖν καὶ τὴν αἰσθητικήν, ὑποβάθραν καὶ ἀρχὴν πρὸς τὴν ἐπίκρίσιν [*](3 ὡς καὶ δόξα] wie die lügenhafte Meinung die ist 4—5 κατὰ—σχέσιν] im Verhältniss zu dem phantastisch vorgestellten Ding 6—7 ἀμυδραὶ—μηνύουσαι] die schwache ist die, welche in oberflächlicher Betrachtung vorfällt, ohne dass in ihm (?) Etwassei, was verhindert, dass das Phantasieobjekt zur Deutlichkeit gelange 11 καταληπτικὰς] anlangende, erreichende 14—15 καὶ σφοδρά—καταληπτική] ich meine die starke anlangende 18 καὶ ἐπὶ—ἐξοχάς] und in Vorstellungen in der Kategorie der Vertiefung und Erhabenheit 20 ἀπιστοῦμεν] beseitigen sie und halten sie nicht für vahr ἀλλ’—ἄλλων] sondern weil sie nach unserer Ansicht etwas Anderes fälscht 21 ἂν— προδιαβεβλημένοι] weit wir achon früher belehrt worden sind, dass sie schadhaft (lügenhaft) sind 22 ἐνέργεια πρακτική] die intellectuelle Wirkung (aus dem Intellct hervorgehend) 25 διὰ—νοῦν] weil Etwas die Erkenntniss derselben hindert 27 ὑποβάθραν] βasis ἐπίκρισιν] Anordnung) [*](3 ἀντιμαρτυρεῖ] τυ supra lin. V 6 ἐπιπόλεοι Va 7 καταληπτικὸν (πκτ vet. corr. supra lin.) V: καταληπτικὸν a τρανῶν a 13 ἀληθῶν] ἀλη in lit. V ἀμηδράς a 15 ἀμυδρὰ a 16 σροδρὰ a 19 διότι V: δι’ ἄρα a 25 ἐπικεκαλύφθαι a)
72
τε καὶ γνῶσιν τῶν πραγμάτων καὶ τῶν μὲν αἳρεσιν, τῶν δὲ φυγήν. ὡς γὰρ ἡ δόξα ἄλλου τινὸς χάριν ἐστίν (τοῦ γὰρ ὧδε ἢ ὧδε δοξάσαντος ἢ συνθέσθαι τῷ δοξαζομένῳ ἢ ἀποστραφῆναι αὐτό), οὕτως δὲ καὶ ἡ αἴκαλύφθαι τε καὶ ἡ ἐπ᾿ αὐτῇ φαντασία. κρίσεως γὰρ καὶ αἱρέσεως ἢ φυγῆς αὐτῶν ταῦτα ἀρχαί. χρὴ δὲ τοῦ τύπου κοινότερον ἐπὶ τῆς φαντασίας ἀκούειν. κυρίως μὲν γὰρ τύπος τὸ κατ᾿ εἰσοχήν τε καὶ ἐξοχήν, ἢ τὸ τοῦ τυποῦντος ἐν τῷ τυπουμένῳ σχῆμα γινόμενον, ὡς ὁρῶμεν τὰ ἐπὶ τῶν σφραγίδων ἔχοντα. οὐχ οὕτως δὲ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα ἐν ἡμῖν γίνεται. οὐδὲ γὰρ τὴν ἀρχὴν κατὰ σχῆμά τι ἡ τῶν αἰσθητῶν ἀντίληψις. ποῖον γὰρ σχῆμα τὸ λευκὸν ἢ ὅλως τὸ χρῶμα; ἢ ποῖον σχῆμα ἡ ὀσμή; ἀλλὰ δι᾿ ἀπορίαν κυρίου τινὸς ὀνόματος τὸ ἴχνος καὶ ἐγκατάλειμμα τὸ ὑπομένον ἀπὸ τῶν αἰσθητῶν ἐν ἡμῖν τύπον καλοῦμεν μεταφέροντες τοὔνομα. ἕπεται μὲν οὖν τῇ φαντασίᾳ συγκατάθεσις, οὐ μὴν πάσῃ, ὥσπερ οὖν καὶ τῇ συγκαταθέσει ὁρμή, οὐδὲ ταύτῃ δὲ πάσῃ. ἀλλ᾿ οὐδὲ τῇ ὁρμῇ ἐξ ἀνάγκης πρᾶξις. καὶ ἔστιν ἐφεξῆς ταῦτα ἐν τῷ ζῴῳ τὴν τάξιν ἔχοντα· αἴσθησις φαντασία συγκατάθεσις ὁρμή πρᾶξις. ἀλλ᾿ οὔτε πάσῃ αἰσθήσει δοκεῖ φαντασία ἕπεσθαι, εἰ δοθείη τὸ μὴ πάντα τὰ ζῷα φαντασίας μετέχειν, οὔτε πάσῃ φαντασίᾳ συγκατάθεσις (οὐ γὰρ τῷ τὸν ἤλιον ποδιαῖον εἶναι συγκατατιθέμεθα καίτοι ταύτην φαντασίαν περὶ αὐτοῦ λαμβάνοντες· ὁμοίως οὐδ᾿ ἄλλῳ τινὶ τῶν ἀδήλων), οὔτε πάσῃ συγκαταθέσει ὁρμή· οὐ γὰρ ὁ συγκαταθέμενός τινι ὡς λευκῷ ἤδη καὶ ὁρμᾷ ἐπ᾿ αὐτό, ἀλλ᾿ οὐδ᾿ ἐπὶ ταῖς τῶν μαθηματικῶν συγκαταθέσεσιν. ἡ γὰρ συγκατάθεσις τῷ τὴν διάμετρον ἀσύμμετρον εἶναι τῇ πλευρᾷ οὐκ ἔστιν ὁρμῆς κινητική. ἢ αἱ μὲν τοιαῦται συγκαταθέσεις οὐκ ἐπὶ φαντασίαις· οὐ γὰρ καὶ αἱ ἐπιστῆμαι φαντασίαι, ἀλλὰ τῷ Σωκράτη εἶναι τὸν προσιόντα συγκαταθέμενοι [*](136v) οὐ δήπου καὶ ὁρμῶμεν ἐπί τι πάντως. ἡ γὰρ ἐπί τισι συγκατάθεσις [*](3 ἀποστραφῆναι αὐτό] abweichend meinen, dass sie so sei 4—5 κρίσεως—ἀρχαί] sie beide sind zwei Principien für die Wahl der Ding,; welche sie wahrnehmen, und deren Entfernung und das Fliehen vor ihnen 5—7 χρὴ δὲ—σχῆμα γινόμενον] wir müssen unter unserem Ausdruck in Bezug auf die Phantasie ,,die Spur“ (p: von der afficirten Phantasie) verstehen den allgemeineneren Begriff. Denn die Spur im wahren Sinne gebraucht ist die Figur, welche entsteht in der Tiefe oder in Erhabenheit durch die Spur in dem Spurobjekt 12 τύπον] Rest 14 ταύτῃ om. 15 τῇ ὁρμῇ] an jede Anregung καὶ] sondern 20 ἄλλῳ] addit: als die Sonne 21 ἤδη καὶ] ohne Zeifel 22—24 ἀλλ᾿ οὐδ᾿—κινητική] Ebenno entsteht nicht aus der Ansicht im Bereich der mathematischen Wissenschaften, dass die Diagonale nicht gemeinschaftlich sei der Seite, ich meine von derselben verschieden sei, eine bewegende Anregung 24 ἢ— φαντασίαις] nur gehört diese Ansicht und was ihr ähnlich ist, nicht der Phantasie an) [*](2 ᾧδε a ἢ in lit. V 5 κοινότερον et ἀκούειν cf. Ind. 6 ἢ τὸ male distinguit cohaerentia. nam τὸ ἐν τῷ τυπουμένῳ σχῆμα γίνεται κατ᾿ εἰσοχὴν καὶ ἐξοχήν. fortasse ὑπὸ cf. etiam int. hebr. 7 ὡς] ω in lit. V 9 γίνεται ἐν ἡμῖν a 11 ἐγκατάλημμα a 13 (et 18) πάση a 19 τὴν φαντασίαν a 20 πάση συγκαθέσει a 21 συγκαταθέμενός τινι a: συγκαθέμενός τι V 25 σωκράτη V: σωκράτη a 28 γὰρ ἐπί τι a)
73
οὐ παροῦσιν ὡς αἱρετοῖς ὁρμή, τὸ δ’ αὐτὸ καὶ ὄρεξις. ἔστι δὲ ἐφ’ ὧν καὶ ὁρμήσαντες οὐκ ἐπράξαμεν, μηκέτι τῆς βουλήσεως συνδραμούσης. τὸ δὲ ὄνομα τῇ φαντασίᾳ ἀπὸ τῆς αἰσθήσεως, ἀφ’ ἧς καὶ τὸ εἶναι. ἐπεὶ γὰρ κυριωτάτη τῶν αἰσθήσεων ἡ ὄψις εἶναι δοκεῖ, ταύτης δὲ ἡ ἐνέργεια διὰ φωτός (ἄνευ γὰρ φωτὸς ἀδύνατον τὴν κατ’ ἐνέργειαν ὄψιν γενέσθαι), ἀπὸ τοῦ τῇ κυριωτάτῃ τῶν αἰσθήσεων αἰτίου τῆς ἐνεργείας, ὅπερ ἐστὶ τὸ φῶς, ἀπὸ τούτου τῇ φαντασίᾳ τοὔνομα. ἔστι δὲ ἡ συγκατάθεσις ἡ μὲν ἐπὶ τοῖς ἁπίοις καὶ ἐν τῷ εἶναί τι ἢ μὴ εἶναι γινομένη οὐκ ἐφ’ ἡμῖν (ἕπεται γὰρ τῇ τε αἰσθήσει καὶ τῇ φαντασίᾳ ἡ τοιάδε συγκατάθεσις), ἡ δὲ ἐπὶ τοῖς πρακτέοις ἢ μὴ πρακτέοις γινομένη, ὧν συγκαταθέσεων ὁ λόγος αἴτιος, ἐφ’ ἡμῖν. τὸ γὰρ διὰ τοῦ βουλεύσασθαι προκρῖναί τι καὶ τούτῳ συγκαταθέσθαι ἐφ’ ἡμῖν. ἥτις συγκατάθεσις οὐκέτ’ ἂν ἐπὶ φαντασίᾳ γίνεσθαι λέγοιτο.

Αἱ μὲν οὖν κριτικαὶ δυνάμεις τῆς ἀλόγου ψυχῆς τίνες εἰσὶν εἴρηται (τοιαῦται γὰρ ἥ τε αἰσθητικὴ καὶ ἡ φανταστική· ἡ γὰρ λογική τε καὶ διανοητικὴ δύναμις, οὖσα καὶ αὐτὴ κριτική, ἴδιός ἐστιν ἀνθρώπου· διὸ περὶ μὲν ταύτης ὕστερον ἐροῦμεν), ἀκόλουθον δέ ἐστι τοῖς προειρημένοις περὶ τῆς ὁρμητικῆς εἰπεῖν. αὕτη γὰρ τοῖς ζῴοις ἀρχὴ καὶ αἰτία πράξεως τε καὶ τῆς κατὰ τόπον κινήσεως, ὅσα γε αὐτῶν τοῦτον κινεῖται τὸν τρόπον, καὶ ἔχει τὴν τάξιν μετὰ τὴν φανταστικήν. δοκεῖ γὰρ ἕπεσθαι μετὰ τὴν ἐπὶ ταῖς φαντασίαις συγκατάθεσιν ὁρμὴ ὥσπερ οὖσα τέλος αὐτῆς, οὐκέτ’ οὖσα κριτική, ἀλλὰ τοῦ ἑτέρου μέρους τῆς ψυχῆς, τοῦ πρακτικοῦ. κριτικῷ γὰρ καὶ πρακτικῷ ἡ τῶν ζῴων ψυχὴ διῄρηται, τοῦ οὕτως κριτικοῦ τε καὶ γνωστικοῦ τὴν ἀναφορὰν ὡς ἐπὶ τέλος τὴν πρᾶξιν ἔχοντος, καὶ ἔστιν ἑκάτερον αὐτῶν ἀρχὴ τοῦ ἑτέρου, ἀλλὰ τὸ μὲν αἰσθητικὸν τοῦ πρακτικοῦ ὡς ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως, τὸ δὲ πρακτικὸν τοῦ αἰσθητικοῦ ὡς οὖ ἕνεκα καὶ τέλος. τὸ δ’ ὁρμητικὸν συνέζευκται τῷ ὀρεκτικῷ· αὕτη γὰρ ἡ δύναμις τῆς κατὰ τόπον ἐξ αὐτῶν κινήσεως τοῖς ζῴοις ἀρχή τε καὶ αἰτία. ἢ γὰρ ὀρεγόμενά τινος ἐπὶ τὸ λαβεῖν αὐτὸ ὁρμᾷ τε καὶ κινεῖται, ἢ ἀποστρεφόμενα ἐπὶ τὸ ἐκκλῖναί [*](1 παροῦσιν] vorhanden und bleibend 6 τῆς ἐνεργείας, ὅπερ ἐστὶ τὸ φῶς om. 7—8 ἔστι δὲ—ἡμῖν] Was die Ansicht betrift, so ist ihre Entstehung bei den einfachen Dingen und ob] ein Ding vorhanden sei oder nicht, so ist die Angelegenheit dieser Entstehung in uns nicht unsere 9—10 ἡ δὲ— γινομένη] was aber von ihr entsteht, nach der Speculation übet die Gegensta de, [die betreffen] was zu thun sei oder nicht zu thun sei 19 ὅσα—τρόπον] von welchem [Orte?] es [das Thier] in dieser Bewegung bewegt wird 21 τοῦ ἑτέρου μέρους] vom letzten Teil 23 κριτικοῦ om. 23—24 τὴν ἀναφορὰν—ἔχοντος] wendet sich (wird?) auf dem Wege des Endzwecks, welcher beabsichtigt ist, zur Praxis 26 ὡς—τέλος] inwiefern um seinetwillen der sinnliche [Teil] ist und er der im sinnlichen beabsichtigte Zweck ist 29 ὁρμᾷ] wird angeregt ὁρμητική δ. die anregende Kraft] ἀποστρεφόμενα] verabscheut es das Ding, so) [*](8 ἁπλοῖς] non intellego. exspectas κριτέοις sive aliud verbum oppositum τοῖς πρακτέοις (10) 11 του V 17 ,περὶ ὁρμῆς καὶ τῆς ὁρμητικῆς δυνάμεως “. ἀκόλουθον δὲ Va τῆς om. a 20 ταῖς om. a 21 οὖυοα V 24 ὡς ἐπὶ τέλος τὴν πρᾶξιν] cf. ὡς ἐπὶ ἀρχὴν τὴν καρδίαν 141r1 ὡς ἀπὸ παρόντων τῶν οὐ παρόντων 70,16, 71,1 28 αὑτῶν scripsi: αὐτῶν Va 29 ὁρμᾶται καὶ a)

74
τε καὶ φυγεῖν. ὁρμὴ γάρ τις καὶ ἡ ὄρεξις. ἔστι δὲ τῆς ὀρέξεως τὸ μὲν ἐπιθυμία, τὸ δὲ θυμός, τὸ δὲ βούλησις. ἡ μὲν γὰρ τῶν ἡδέων ὄρεξις ἐπιθυμία, ἥτις ἐν πᾶσίν ἐστι τοῖς μετέχουσιν αἰσθήσεως, ἡ δὲ τοῦ τιμωρήσασθαί τινα ὡς ὀλιγωροῦντα ὄρεξις θυμὸς καλεῖται, οὐκέθ’ ἡ ὄρεξις ἡ τοιαύτη ἐν πᾶσιν τοῖς ἔχουσιν αἴσθησιν. οὐ γὰρ καὶ ἐν σκώληξίν τε καὶ ὀστρέοις, ἀλλ’ ἐν τελειοτέροις ἤδη. ἡ δέ γε τῶν ἀγαθῶν ὄρεξις γινομένη μετὰ κρίσεως τε καὶ βουλῆς βούλησις καλεῖται, ἥτις ἐν ἀνθρώποις γίνεται μόνοις. ἡ γὰρ βούλησις ὄρεξις λογική. λογικὴ δὲ οὐχ ὡς τῆς λογικῆς οὔσα ψυχῆς ἐνέργεια, ἀλλ’ ὡς ἐπὶ ταῖς ἐκείνης ἐνεργείαις γινομένη. τὸ γὰρ ὀρεκτικὸν τῷ ὑποτάσσεσθαι τῷ λόγῳ δύνασθαι καὶ πείθεσθαι, ὅταν ὀρέγηται τῶν ὑπὸ τοῦ λόγου κριθέντων, ἡ τοιάδε ὄρεξις αὐτοῦ βούλησις καλεῖται. ἡ γὰρ βούλησις μετὰ βουλῆς, ἡ δὲ βουλὴ καὶ τὸ βουλεύεσθαι τοῦ λόγον ἔχοντος. ὅτι δὲ ἑτέρα δύναμις ψυχῆς ἡ ὁρμητική, ἀλλὰ καὶ ὅτι αἱ προειρημέναι οὐ μόνον τῆς ὀρεκτικῆς, ἀλλὰ καὶ ἀλλήλων διαφέρουσιν, ἐκ τῶνδε ἄν τις γνωρίσαι. τοῦ μὲν γὰρ φυτικοῦ τὸ αἰσθητικὸν χωρίζεται τῷ τε τὸ μὲν ὑπάρχειν ἐν τοῖς φυτοῖς αὐτῶν, τὸ δὲ μή. εἰ γὰρ ἦν τὰ αὐτά, ἐν ᾧ τὸ ἕτερόν ἐστιν αὐτῶν, ἐν τούτῳ ἂν ἦν καὶ θάτερον. ἀλλὰ καὶ ἐπὶ τῶν ζῴων τὸ μὲν θρεπτικὸν ἀπὸ τῆς πρώτης συστάσεως αὐτοῖς ἐνυπάρχει (τρέφεται γὰρ εὐθὺς γινόμενον ἔτι τὸ ζῷον, καὶ κατὰ γαστρὸς ὂν ζῇ κατὰ μόνην τήνδε τὴν δύναμιν ἐνεργοῦν), ἡ δὲ αἰσθητικὴ ψυχὴ ἐγγίνεται αὐτοῖς ὕστερον ἀποτεχθεῖσιν. αἱ γὰρ συστολαί τε καὶ αἱ ἐκτάσεις μερῶν τινων, ἃς ποιεῖται κατὰ γαστρὸς ὄν, οὐ γίνονται κατ’ οἰκείαν αἴσθησιν αὐτῷ, ἀλλ’ ὡς ἐμψύχου μέρος κατὰ ταῦτα κινεῖται. ἔτι τῇ μὲν θρεπτικῇ δυνάμει ἀεὶ ἐνεργοῦμεν (διὰ παντὸς γὰρ τρεφόμεθα καὶ μάλιστα δοκεῖ κοιμωμένων ἡ κατὰ τὴν δύναμιν ταύτην ἐνέργεια γίνεσθαι), οὐκ ἀεὶ δὲ τῇ αἰσθητικῇ. ὁ γοῦν ὕπνος ἐν τῇ τῶν αἰσθήσεων ἐστιν ἀργίᾳ τε καὶ ἡσυχίᾳ· διὸ καὶ ἡ μὲν τῶν αἰσθήσεων ἀνενεργησία ὕπνος, ἡ δὲ τῆς θρεπτικῆς δυνάμεως θάνατος. καὶ τὸ μὲν θρεπτικὸν ποιητικόν ἐστι, τὸ δὲ αἰσθητικὸν κριτικόν τε καὶ γνωστικόν. ἔτι τοῦ μὲν θρεπτικοῦ πάντα τὰ μόρια τῶν ζῴων μετέχει, [*](2 μὲν γὰρ om. 4 ὡς ὀλιγωροῦντα om. 6 δέ γε om. 9—12 τὸ γὰρ ὀρεκτικὸν —καλεῖται] wenn nämlich der begierdlche Teil sich an die Vernunft lehnen kann und nach der Vernunft begehrt, dadurch gebunden an das, was die Vernunft beurteilt und für erforderlich hält, so nennt man diese Art von Berierde, welche daraus entsteht, Willen 12 καὶ τὸ βουλεύεσθαι] und die Leitung 13 ἀλλὰ om. 15 ἐκ— γνωρίσαι] das können wir auch ersehen aus dem, wodurch wir sie beschreiben 16 ἐν τοῖς φυτοῖς] in der Pflanze 20 ζῇ—ἐνεργοῦν] wirkt 23 ἀλλ—μέρος] sondern weil er ein Teil des beseelten Wesen ist ἔτι] also 26 γοῦν] dahin gehört dass ἀργία] Aufhebung 27 ἀνενεργησία] Aufhebung) [*](1 ἐκκλίναι a καὶ ante ἡ ὄρεξις om. a 3 τοῦ om. a 4 ὀλιγωροῦντα a: ὀλιγοροῦντα V 8 μόνον a 11 ἡ τοιάδε ὄρεξις κτλ.] cf. 4,4 12 μεταβολῆς a 13 λόγου a δυναμις V 16 φυτοῖς scripsi, quod et argumentatio postulat et legit Arabs: ζῴοις Va 17 τὸ om. a 19 ὑπάρχει a 22 γίνεται a αἴσθησιν om. a 23 μέρος scripsi: μέρους Va θρεπτικὴ a 26 ἀργία a ἡσυχία a)
75
εἴ γε πάντα τρέφεται, οὐ πάντα δὲ τοῦ αἰσθητικοῦ, εἴ γε ἀναίσθητοι τρίχες τε καὶ ὀστᾶ καὶ ὄνυχες. αὗται μὲν οὖν αἱ δυνάμεις οὐ μόνον κατὰ τὸν λόγον διαφέρουσιν ἀλλήλων, ἀλλ’ ἤδη χωρίζεσθαι δύνανται καὶ κατὰ τὸ ὑποκείμενον καὶ κατὰ τὴν ἐνέργειαν. κατὰ μὲν γὰρ τὸν λόγον ἡ ἑτερότης αὐτῶν, ὅτι μὴ ταὐτὸν τὸ θρεπτικῷ εἶναι καὶ τὸ αἰσθητικῷ (ἄλλος γὰρ ὁ ἑκατέρου λόγος καθό ἐστι τοιαῦτα), κατὰ δὲ τὴν ἐνέργειαν, ὅτι μή, ὅτε τὸ θρεπτικὸν ἐνεργεῖ, τότε πάντως καὶ τὸ αἰσθητικόν (τὸ μὲν γὰρ ἀεί, τὸ δὲ αἰσθητικὸν ἀνενέργητον κοιμωμένων), κατὰ δὲ τὸ ὑποκείμενον, ὅτι τὸ μὲν θρεπτικὸν ἐν ἅπαντι μορίῳ, τὸ δὲ αἰσθητικὸν οὔ. καὶ ἐν τοῖς φυτοῖς τὸ μὲν θρεπτικόν ἐστι, τὸ δὲ αἰσθητικὸν οὐκέτι. τὸ δὲ ὁρμητικόν τε καὶ ὀρεκτικὸν τοῦ μὲν θρεπτικοῦ διοίσει σχεδὸν τοῖς αὐτοῖς, οἷς καὶ τὸ αἰσθητικόν. μόνῳ γὰρ παραλλάξει τῷ τὸ μὲν αἰσθητικὸν διαφέρειν τοῦ θρεπτικοῦ τῷ αὐτὸ μὲν κριτικὸν εἶναι, ἐκεῖνο δὲ ποιητικόν. οὐκ ἔστι γὰρ καὶ τὸ ὀρεκτικὸν ὁμοίως τῷ αἰσθητικῷ κριτικόν· ποιητικὸν γὰρ καὶ αὐτὸ καὶ πρακτικόν, εἴ γε αὐτὸ τῆς τοῦ ζῴου κινήσεως αἴτιον. τοῦ δὲ αἰσθητικοῦ [*](137r) τὸ ὀρεκτικὸν ἕτερον τῇ τε τάξει καὶ τῷ χρόνῳ τῶν ἐνεργειῶν. πρῶτα γὰρ αἱ κατὰ τὴν αἴσθησίν τε καὶ τὴν ἑπομένην αὐτῇ φαντασίαν ἐνέργειαι τῶν κατὰ τὴν ὄρεξιν. ἐπ’ ἐκείναις γὰρ καὶ μετ’ ἐκείνας αἵδε. τέλος γὰρ ἡ ὄρεξίς τινων αἰσθητικῶν ἐνεργειῶν. καὶ πάντως μὲν πρὸ τῆς ὀρέξεως αἴσθησις, οὐ πάντως δὲ μετὰ τὴν αἴσθησιν ὄρεξις. εἰ δὲ τοῦτο, οὐχ ὅτε ἡ ἑτέρα αὐτῶν ἐστιν, πάντως ἐστὶ καὶ ἡ ἑτέρα. ἔτι, ὡς ἤδη προείρηται, ἡ μὲν αἴσθησις γνώσεως καὶ κρίσεως αἰτία τοῖς ζῴοις, ἡ δὲ ὁρμή τε καὶ ὄρεξις πράξεως. καὶ ἡ μὲν αἴσθησις ἐν τῷ πάσχειν, ἡ δὲ ὁρμή τε καὶ ὄρεξις δραστικὰ μᾶλλον καὶ ποιητικά. ἔχουσιν δὲ οὕτως αἱ τῆς ψυχῆς δυνάμεις πρὸς ἀλλήλας, ἐν οἷς εἰσιν πᾶσαι, ὡς τὰς πρώτας τῶν ὑστέρων εἶναι χάριν καὶ πρὸς ταύτας συντελεῖν τι, ἀνάλογον ἔχουσαι τοῖς μέρεσιν τοῦ ἐμψύχου σώματος. ὡς γὰρ ἐν ἐκείνῳ ἄλλο ἄλλου χάριν γέγονέ τε καὶ ἔστι (ἀλλὰ καὶ τὰ πλεῖστα μέρη τοῦ σώματος τῶν κατὰ ψυχὴν ἐνεργειῶν, εἴ γε ὀργανικὸν τὸ ἔμψυχον σῶμα, πᾶν δὲ ὄργανον ἐκείνου χάριν ὑπηρετεῖται), οὕτως καὶ ἐπὶ τῆς ψυχῆς τὰ πρῶτα τῶν δευτέρων χάριν ἐστιν. ἡ μὲν γὰρ φυτικὴ ψυχή ἐστιν ἐν τοῖς ζῴοις σωτηρίας τε καὶ τοῦ εἶναι [*](5 τὸ . .  εἶναι] Qualität 6 τοιαῦτα] nährend oder sinnlich 7 πάντως ante ἐνεργεῖ vertit. 11 οἷς— αἰσθητικόν] worin sich auch die nährende von der sinnlichen unterscheidet 12—15 τῷ τὸ μὲν—καὶ πρακτικόν] dass die begierdliche und die wahrnehmende [kraft] verschieden ist von der nährenden und dass die begierdliche erkennend ist, die nährende praktisch (p: dienend), denn die nährende ist nicht erkennend, vie die sinnliche, denn (Pmg: obwohl) die begierdliche ist ebenfalls praktisch, wirkend 16 τῇ—ἐνεργειῶν] jene [i. e. Begierde] ist später als diese [i. e. Sinn] im Range und in der Zeit ihrer Wirkungen 18 τέλος] Zweck und Absicht 19 καὶ μὲν om. 22 κρίσεως] Theories 25 πρώτας] die mehr primären 28 ἀλλὰ om. 30 χάριν] nur wegen) [*](5 θρεπτικῷ] ι adscriptum in lit. V post καὶ τὸ paululum erasum V 16 πρῶτα V: πρῶται a 22 ζῶσι a 28 fortasse ἐνεργειῶν χάριν)
76
χάριν, ὧν χωρὶς οὐδ’ ἂν τὸ αἰσθητικὸν ἦν. τὸ δὲ αἰσθητικὸν καὶ οὕτως κριτικὸν τοῦ πρακτικοῦ τε καὶ ὁρμητικοῦ χάριν, ὡς προείρηται. ἀλλὰ καὶ τὸ πρακτικόν τε καὶ ὁρμητικὸν πάλιν τοῦ κριτικοῦ χάριν. οὐ μὴν τοῦ αἰσθητικοῦ κριτικοῦ, ἀλλὰ τοῦ νοῦ τε καὶ τῆς κατὰ τοῦτον ἐνεργείας, ἐν οἷς τῶν ζῴων καὶ ἥδε ἡ δύναμίς ἐστιν, ὡς ἐν τοῖς περὶ τούτων λεγομένοις δείκνυται. καὶ αἱ τοῦ ὁρμητικοῦ δὲ καὶ ὀρεκτικοῦ δυνάμεις, ὅτι πλείους τέ εἰσιν καὶ διαφέρουσιν ἀλλήλων καὶ τῷ χρόνῳ καὶ τῷ περὶ ἅ τε καὶ ὧν ἐστιν, εἴρηται. προείρηται δέ, ὅτι καὶ τῶν γνωστικῶν τε καὶ κριτικῶν δυνάμεών ἐστι διαφορά. ἡ μὲν γάρ τίς ἐστι δύναμις ὑπηρετικὴ κριτικὴ (τοιαύτη γὰρ ἥ τε αἴσθησις καὶ φαντασία), τὸ δέ τι τῆς ψυχῆς ἡγεμονικόν ἐστι κριτικόν (τοιοῦτον γὰρ τὸ λογιστικόν), ὃ διανοητικόν τέ ἐστι καὶ νοητικόν. τὸ γὰρ αἰσθητικὸν ἐπὶ τὸ διανοητικὸν ἔχει τὴν ἀναφοράν, ἐν οἷς ἐστιν ἄμφω, ὅπως γὰρ εἰσαγγέλλῃ καὶ μηνύῃ τὰς τῶν αἰσθητῶν αὐτῷ διαφοράς. ὡς δὲ ἐν τῷ κριτικῷ τὸ μέν ἐστιν ἡγεμονικόν, τὸ δὲ ὑπηρετικόν, οὕτως ἐστὶ καὶ ἐν τῷ πρακτικῷ τὸ μὲν ἡγεμονικόν, ὃ ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλοῦμεν, τὸ δέ τί ἐστιν ἐν τοῖς νεύροις. δύναμις γάρ ἐστι καὶ ἐν τούτοις, καθ’ ἣν ὑπηρετεῖται τὸ σῶμα ταῖς καθ’ ὁρμὴν ἐνεργείαις. ἐπεὶ γὰρ τὰ κατ’ ὄρεξιν πραττόμενα πάθους τινὸς ἐγγενομένου πράττεται, [*](1 καὶ om. 2 τοῦ πρακτικοῦ— χάριν] ist wegen der Wirkung der anregenden [Kraft vorhanden] 3 πρακτικὸν—ὁρμητικὸν] die Wirkung der anregenden πάλιν om. 5—6 ὡς δείκνυται] wie wir erläutern werden, wenn wir zun Rede darüber kommen 6 καὶ . . καὶ om. 7—8 περὶ—ἐστιν] um derentwillen und in welchen sie sind 8 δὲ om. κριτικῶν] theoretisch 10 τῆς ψυχῆς om. 11 τὸ λογιστικόν] das Denken (die tede) 18 ὅπως—διαφοράς] er ist nämlich [dazu] da, dass zu ihm die Arten der Sinnesobjekte kommen und er ihn [es? das Denken?] (aud sie hinweise?) über sie belehre 14 δὲ] und 16 —17 τὸ δέ τί—τούτοις] und Etwas, was sich in dem Nerv findet, denn auch im Nerv ist eine Kraft 17 καθ’ ἣν—ἐνεργείαις] durch welche der Leib in den Wirkungen dient, welche durch die Anrgeung stattfinden 18—77,9 ἐπεὶ γὰρ—αἰτία γίγνεται] die Wirkungen nämlich, welche wir durch die Begierde ausüben, üben wir aus, wenn in uns eine der Spuren entsteht, wovon nämlich [manche], die den Leib schwächt p. vermehrt] und die Anschwellung und Zunahme entstehen lässt, durch eine gleichmässige Wärme, die dadurch entsteht, manche ihn erkältet und zusammenzieht (denn die Arten der Phantasie, nachdem was phantastisch vorgestellt (geglaubt wird von den Gegenständen und ihrer Wahrnehmung und ihrer Vorstellung im lntellest— nachdem sie gewesen sind, da sie im Zusammenhange mit ]enen Gegenständen stehen (sind) und in der Aehnlichkeit mit ihnen: entstehen im Leibe, als ob sie vorhanden wären, sei es [durch?] Zerstreuung, sei es Ausbreitung, sei es Zusammenziehung), diese Zusammenziehung und Ausbreitung, wenn sie durem Wind entsteht, der dem Nerv sich nähert, so wird dadurch vorbereitet, dass er sich bewege in dea Wirkungen, welche durch die Anregung werden. Die Aufnahme des Anfange der Bewegung aber [geschieht] wegen der Begierde, denn eine kleine Veränderung, die am Anfange entsteht, wird Ursache für eine grosse Verschiedenheit) [*](1 καὶ οὕτως κριτικὸν] cf. τοῦ οὕτως κριτικοῦ 73,23 9 τις om. a 12 ἐν οἷς ἐστιν ἄμφω] cf. ἐν οἶς εἰσι πᾶσαι 75,25 ἐν οἶς εἰσιν αἱ δυνάμεις ἀμφότεραι 140v39 et 9,2 30, 3 36,21 45,9 76,4140v47 16 διακονητικόν vel ὑπηρετικόν excidisse videtur post νεύροις 18 ἐγγινομένου a)
77
ὧν παθῶν τὰ μὲν ἀνίησίν τε τὸ σῶμα καὶ αὔξησιν αὐτοῖς ἐμποιεῖ διὰ θερμότητα εὔκρατον, τὰ δὲ καταψύχει τε καὶ συστέλλει (αἱ γὰρ φαντασίαι καὶ αἰσθήσεις καὶ ἔννοιαι τῶν πραγμάτων κατὰ ὁμοίωσίν τινα αὐτῶν γινόμεναι ὡς ἐπὶ παροῦσιν ἐκείνοις ἢ ἀνιᾶσιν τὸ σῶμα ἢ συστέλλεσθαί τε καὶ φρίττειν ποιοῦσιν), ὧν γινομένων συστολῶν τε καὶ ἐκτάσεων περὶ τὸ σύμφυτον πνεῦμα καὶ ἀπὸ τούτου διαδιδομένων ἐπὶ τὰ νεῦρα, κινεῖσθαι ταῦτα δύναται τὰς καθ’ ὁρμὴν ἐνεργείας τὴν ἀρχὴν τῆς κινήσεως παρὰ τῆς ὀρέξεως λαμβάνοντα. μικρὰ γὰρ μεταβολὴ περὶ τήν ἀρχὴν γενομένη μεγάλων καὶ πολλῶν διαφορῶν αἰτία γίγνεται. τοῦ γοῦν οἴακος ἀκαριαῖον μεθισταμένου πολλὴ ἡ τῆς πρῴρας γίνεται μετάστασις, καὶ περὶ τὴν καρδίαν ἤδη καὶ τὸ πνεῦμα τὸ ἐν αὐτῇ, ὅταν ἀλλοίωσίς τις γένηται διὰ αἰσθήσεις τινῶν ἢ νοήσεις, αἷς ἕπεται κίνησίς τις καὶ πάθος, εἰ καὶ ἐν ἀναισθήτῳ μορίῳ γένοιτο ἐν αὐτῇ ἡ τοιαύτη τροπή, τῷ ἀρχὴν τοῦ ζύου τὴν καρδίαν εἶναι πολλὴν ποιεῖ τοῦ σώματος παντὸς διαφορὰν ἐρυθήμασιν, ώχρότησιν, θερμότησιν, ψύξεσιν, φρίκαις τε καὶ τρόμοις. ἀρχὴ μὲν οὖν τῆς κινήσεως τὸ ἐν τῷ πρακτῷ διωκτόν τε καὶ φευκτόν. ἔστι γὰρ ὁρμὴ κίνησις ἐμψύχου γινομένη κατὰ φαντασίαν διωκτοῦ τινος ἢ φευκτοῦ. ἐξ ἀνάγκης δὲ ἀκολουθεῖ τῇ νοήσει καὶ τῇ φαντασίᾳ αὐτῶν θερμότης καὶ ψῦξις. ἔστι γὰρ τὰ λυπηρὰ καὶ ἡδέα πάντα σχεδὸν μετὰ ψύξεως τινος καὶ θερμότητος. ὧν γινομένων περὶ ἡμᾶς ὁρῶμεν ποτὲ μὲν μόριά τινα κινούμενα ἐν ἡμῖν, ὡς ἐν τοῖς ὀνειρωγμοῖς, ὁτὲ δὲ καὶ ὅλον τὸ σῶμα. ἃ πάθη γινόμενα καὶ περὶ τὰς ἀρχὰς τῶν ὀργανικῶν μορίων πρὸς τὰς ἐνεργείας αὐτὰ καὶ τὰς ὑπηρεσίας ἄγει τῇ ὁρμητικῇ δυνάμει, ἀφ’ ἦς καὶ τὴν ἀρχὴν ἐγγίνεται. [*](10 πολλὴ om. 10—12 καὶ περὶ—νοήσεις] so ist es auch notsendig mit dem Ηanche, welcher im Nerv ist, wenn in ihm irgend eine Ve änderung eatsteht, so ergiebt sich für ihm irgend eine Vahrnehmung von Dingen und deren Vorstellung 12-15 εἰ καὶτρόμοις] findet eine derartige Veränderung in dem ersten wahrnehmenden Gliede statt, so wird, weil das frincip des Thieress das er ist, im gan zen Leibe eine grosse Veräanderun in den Arten der Rote und der Blue und der Wärme und der Kälte und des Schauerns und des Zitterns und in actu ist .. cetera usque ad φευκτόν plane corrupta 17-18 ἐξ ἀνάγκης—ψὐξις] und es zieht notwendig nach sich eine Vorstellung, deren Art und Aehnlichkeit Värme und Kälte ist 19 πάντα] addit: mit Ausnahme des ihnen Fremden xσχεδὸν om. καὶ] oder 21 ὡς—όνειρωγμοῖς] wie es vorkommt bei der Besegung des Beischlafs im Schlsafe 21—23 ἃ πάθη—δυνάμει] weil nämlich die ersten Spuren, aenn sie sich auf die Anfänge der organischen Glieder rstrecken, dieselb auch zu ihren Tätigkeiten und ihren Dienste heranciehen durch die Kraft der Anregung 23 καὶ τὴν ἀρχὴν] von jeher von Anfsang in uns) [*](1 fortasse αὐτῷ 3 ἔννοιαι] cf. ἐγγίνεται ἡ τοιάδε ξξις τῷ νῷ κατὰ μετάβασιν ἀπὸ τῆς περὶ τὰ αἰσθητὰ συνεχοῦς ἐνεργείας, ὃ κατ’ ἀρχὰς μὲν νόημα καὶ ἕννοια καλεῖται, πλεονάσαν δὲ καὶ κοικίλον καὶ πολύτροπον γινόμενον, ὡς δύνασθαι καὶ χωρὶς τῆς αἰσθητικῆς ὑποβάθρας ποιεῖν τοῦτο, νοῦς ἤδη 138 v 42 5 ὧν γινομένων-ἐπὶ τὰ νεῦρα] per anacoluthon, quod raro occurrit in hoc scriptore (cf. Ind.), continuatur prius enuntiatum: ἐπεὶ—πράτ- τεται, ὧν παθῶν τὰ μὲν ἀνίησιν, τὰ δὲ συστέλλει. exspectas τούτων τῶν συστολῶν γινομένων κτλ. cf. ὧν γινομένων περὶ ἡμᾶς ὁρῶμεν ποτὲ μὲν κτλ. v.20 9 γίγνεται V: γίνεται a 11 δι’ a 12 γένοντο a 14 ἐριθήμασιν a 22 τας V)
78
πᾶσαι γὰρ αἱ τοιαῦται πράξεις ἐνεργοῦνται διὰ τῆς τῶν σωματικῶν μορίων ἐνεργείας. καὶ τίνα μὲν τὰ μόρια τῆς κοινῆς τῶν ζῴων ψυχῆς, καὶ τίνες αὐτῶν αἱ πρὸς ἀλλήλας διαφοραί, γνώριμον ἐκ τῶν εἰρημένων. εἰσὶ δὲ καὶ αἱ οἰκεῖαι ἑκάστου τούτων ἐνέργειαι αἵθε. τὸ μὲν ζῆν ἐνέργεια τοῦ θρεπτικοῦ, κοινὸν ὄν ζῴου καὶ φυτοῦ. ζωὴ δέ ἐστιν, ὡς ἐρρήθη, ἡ δι’ αὐτοῦ τροφή τε καὶ αὔξησις. τὸ δὲ αἰσθάνεσθαι, ὅπερ ἴδιόν ἐστι τοῦ ζῴου μετὰ τὸ ζῆν ὄν, τῆς αἰσθητικῆς ἐστι ψυχῆς ἐνέργεια, γινομένη διὰ τῆς τῶν εἰδῶν τῶν αἰσθητῶν διὰ τῶν αἰσθητηρίων λήψεως χωρὶς ὕλης, ἦς τὸ μὲν ὁρᾶν τῆς ὁράσεως, τὸ δὲ ἀκούειν τῆς ἀκοῆς καὶ τὰ ἄλλα ὁμοίως, αὐτὸ δὲ τὸ αἰσθάνεσθαι τῆς κοινῆς αἰσθήσεως. ὡς δὲ ἐπὶ τῆς αἰσθήσεως τὰ μὲν καθέκαστα αἰσθητὰ διὰ τῶν καθέκαστα αἰσθητηρίων κρίνομεν, καθόλου δὲ τὰ αἰσθητὰ τῇ κοινῇ αἰσθήσει, ὡς ὑπὸ τοῦ αὐτοῦ μὲν γινομένης πάσης αἰσθήσεως, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, οὕτως πάλιν, ἐπεὶ κρίσις μέν τις καὶ ἡ αἴσθησις, εἰσὶν δὲ καὶ ἄλλαι κρίσεις, ὡς τὸ φαντασιοῦσθαι, συγκατατίθεσθαι, ἀντιλαμβάνεσθαι, ὑπολαμβάνειν, δοξάζειν, ἐπίστασθαι, λογίζεσθαι, διανοεῖσθαι, νοεῖν, ὑποληπτέον πάσας μὲν τὰς κρίσεις ὑπὸ τοῦ αὐτοῦ τινος καὶ κοινοῦ γίνεσθαι (τοῦ γὰρ κριτικοῦ), ἑκάστην δὲ κρίσιν κατ’ ἄλλην καὶ ἄλλην ὑπ’ αὐτοῦ γίνεσθαι δύναμιν, ὡς εἶχεν καὶ ἐπὶ τῆς αἰσθήσεως. τοῦ γὰρ κριτικοῦ τό τε φαντασιοῦσθαι καὶ τὸ συγκατατίθεσθαι καὶ τὸ ἀντιλαμβάνεσθαι [*](137v) καὶ τὸ ὑπολαμβάνειν καὶ τὸ δοξάζειν καὶ τὸ καταλαμβάνειν, ὧν τὰς διαφορὰς κρίνομεν τῷ κοινῷ κριτικῷ. ὡς δέ ἐστί τι κοινὸν κριτικόν, οὕτως πάλιν ἐστὶ καὶ κοινὸν ὁρμητικόν τε καὶ ὀρεκτικόν. ἡ γὰρ ὄρεξις ὁρμὴ ἐπί τι, ς τὸ μὲν ἐπιθυμία, τὸ δὲ θυμός, τὸ δὲ βούλησις. κινεῖ δὲ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ ψυχὴ τὸ ζῷον οὐκ αὐτὴ κινουμένη. ὡς προείρηται. ἀκίνητος γὰο καθ’ αὐτὴν πᾶσα ἐντελέχεια. καὶ ἡ ψυχὴ δὲ ἐδείχθη οὖσα ἐντελέχεια. ιὸ οὐδὲ κυρίως λέγεται κινεῖσθαι τὸ σῶμα ὑπὸ τῆς ψυχῆς. τοῦτο γὰρ λέ.ται, ἐφ’ ὧν κεχώρισται τό τε κινοῦν καὶ τὸ κινούμενον, ὡς οἱ βοῦς οἱ κινοῦντες τὴν ἅμαξαν, ἀλλ’ ἐπεὶ κοινότερον λέγεται ὑπό τινος κινεῖσθαι καὶ τὸ κατ’ αὐτὸ κινούμενον (οὕτως γὰρ ὁ τεχκαὶ [*](2 ante τίνα om. τὰ μόρια—ψυχῆς] die allen Thieren gemeinschaftlichen Teile der Seele 4 μὲν] jedoch 10 τῆς κοινῆς αἰσθήσεως] eine Virung des gemeinschaftlichen innes δὲ] und ἐπὶ] durch 13 κατ’ ἄλλο—ἄλλο] nur dass sie [die Sinneswahrnehmung] in verschiedenen Dingen [Wird] πάλιν om. 14 καὶ ante ἄλλαι om. 15 ἀντιλαμβάνεσθαι ὑπολαμβάνειν] Erfindung, Denken 16 ὑποληπτέον] munst du Winssen 17— 18 ἐκάστην—δύναμιν] nur dass jede einzelne jener Gattungen [der Erkenntniss] [p. addit: aus ihm] entsteht durch eine Kraft, die verschieden ist von einer andern 19—20 καὶ τὸ ἀντιλαμβάνεσθαι—καταλαμβάνειν] Denken. Glauben, Wahrnehmung, Erfindung 22 τε καὶ om. 24 τε καὶ om. 26 δὲ om. 27 ψυχῆς] addit: welche sich nicht bewegt λέγεται] addit: nur 28—29 ἀλλ ἐπεὶ—κινούμενον] Aber da man in einer allgemeineren Veise sagt, dass ein Ding von einen anderen Ding besegt wird, indem es anch in jenem Ding bewegt wird) [*](5 ὡς ἐρρήθη] 29,10 6 αὐτοῦ Va 8 ὕλη a 14 κρίσις a 24 ὀρεκτικὴ scripsi v. int. hebr.: θρεπτικὴ Va 25 ὡς προείρηται] 2,24 sq. 29 κατ’ ἄλλο legit Arabs)
79
νίτης ὑπὸ τῆς τέχνης, ὅτι κατ’ αὐτήν, καὶ οὕτως ὑπὸ τῆς κουφότητος τὸ πῦρ), οὕτως λέγεται καὶ τὸ ζῷον ὑπὸ τῆς ψυχῆς κινεῖσθαι, ὅτι κατὰ ταύτην. κατὰ γὰρ τὸ ἔμψυχον εἶναι ἡ τοιάδε αὐτῷ κίνησις γίνεται, οὐ κατὰ τὸ βαρὺ ἢ κοῦφον ἢ λευκὸν ἢ μέλαν ἢ θερμὸν ἢ ψυχρόν. οὐ γὰρ πάντα τὰ κινεῖν λεγόμενα ὁμοίως κινεῖ. τὰ μὲν γὰρ οὕτως κινεῖ ὡς λέγομεν τὸ ὀρεκτόν τε καὶ ἐφετὸν κινεῖν· κινεῖ γὰρ πᾶν. τὸ ἐρώμενον τὸν ἐραστὴν τῇ ἐφέσει αὐτοῦ ἐκτός τε ὂν αὐτοῦ καὶ μὴ κινούμενον. διὸ οὐδὲν ὑπὸ τοῦ οὕτως κινητικοῦ τῶν ἀψύχων κινεῖται. ἡ δὲ ψυχὴ κινεῖ τὸ ζῷον τῷ κατὰ τὴν ὄρεξίν τε καὶ ὁρμὴν τὴν διὰ ταύτην οὔσαν ἐν αὐτῷ διά τι ὧν ἔσθετο ἢ ἐνόησεν κινεῖσθαι αὐτὸ ἢ λήψεως χάριν ἢ φυγῆς. τὰ δέ γε ἄψυχα κινεῖ ἐμπεσόντα τούτοις, ἃ κινεῖ, καὶ βίᾳ κεχωρισμένοις οὔσιν αὐτῶν. ἡ μὲν οὖν τοιαύτη κίνησις ὑπὸ κινουμένων καὶ αὐτῶν τῶν κινούντων γίνεται. αἱ δὲ πρὸ ταύτης εἰρημέναι οὐ τοῦτον τὸν τρόπον. οὔτε γὰρ τὸ τῷ νοεῖσθαι κινοῦν κινούμενον κινεῖ, οὐθ’ ὁ τῷ νοεῖν τι καὶ ὀρέγεσθαι αὐτοῦ καὶ ὁρμᾶν ἐπ’ αὐτὸ κινούμενος τῷ κινεῖσθαι τὸ νοοῦν οὕτως ὑπ’ αὐτοῦ κινεῖται. αἰσθάνεται μὲν γὰρ τὸ ζῷον καὶ νοεῖ καὶ βαδίζει κατὰ τὴν ψυχήν, οὐ μὴν τῆς ψυχῆς αὐτῆς καθ’ αὐτήν, ἴνα κινήσῃ, κινουμένης. οὐδὲ γὰρ ἐπεὶ ὁ ὀρχηστὴς κατὰ τὴν ὀρχηστικὴν κινεῖται, διὰ τοῦτο ἀνάγκη κινεῖσθαι καθ’ αὐτὴν καὶ τὴν ὀρχηστικήν. οὐ γάρ ἐστιν οὕτως ἐν ἡμῖν ἡ ψυχὴ ὡς ὁ ἐρέτης ἐν τῇ νηΐ, ἀλλ’ ὡς εἶδός τι καὶ τελειότης, ὡς ἐδείχθη. ἀλλὰ περὶ μὲν τούτου καὶ ἐν τοῖς πρώτοις εἰρήκαμεν. οὐχ ὅτι δὲ προγίνεται τῆς κινήσεως ἡ νόησις ἢ φαντασία, διὰ τοῦτο ἡγεῖσθαι χρὴ ταῦτ’ εἶναι τὰ κινοῦντα, ἀλλ’ ὅτι χωρὶς ὁρμῆς τε καὶ ὀρέξεως οὐδέτερον ἐκείνων κινεῖ, τούτοις τὴν κίνησιν ἀνατιθέναι χρή. οὐ γὰρ ἐπεὶ ἡ ὄρεξις ἐκείνων τινὸς προηγησαμένου, ἤδη καὶ τὸ κινοῦν ἐκείνων τι, ἀλλ’ ὅτι μηδὲν ὄφελος πρὸς κίνησιν ἐκείνων, εἰ μὴ καὶ ὁρμή τις εἴη καὶ ὄρεξις ἐπιγίνοιτο, ταύτην ἡγεῖσθαι χρὴ τὴν κινοῦσαν εἶναι. δεῖ γάρ, εἰ κινηθήσεται τὸ ζῷον, οἶον καταὑπὸ [*](1 τῆς—αὐτήν] von seiner Arbeit, weil er sich durch sie bevegt 2 καὶ om. 5 τὰ μὲν γὰρ] Denn Einiges, wovon wir sagen, dass es bewege 5—6 οὕτως —κινεῖν] bew egt, weil es geliebt und ersehnt wird 7 καὶ om. 8 κινεῖται] finden wir bewegt 9 ὧν ᾔσθετο] addit: durch sie [die Seele] 10 ἢ ἐνόησεν om. (τῷ) κινεῖσθαι αὐτό] denn es scheint sich zu bewegen 11 ἐμπεσόντα] indem es sich vermengt καὶ—αὐτῶν] und dies geschieht mit Zwang, weii es nicht abgesondert ist von dem, was es bewgt 12—13 αἱ—είρημέναι] die beiden Bewegungen, deren wir früher gedacht haben 17 ἵνα] wie 19 ἐν ἡμῖν] in ihm 20 ἐρέτης] Ruder 21 τῆς κινήσεως] addit: im Thiere 23 ἀλλ’ om. τούτοις] diesen beiden 24 ἀνατιθέναι χρὴ pendet ex, ἡγεῖσθαι) [*](1 ὅτι V: ἄρα a 2 κατὰ ταύτην V : κατ’ αὐτὴν a 13 πρὸ ταύτης scripsi: πρὸ ταύταις V (in margine m1 ῆν scripsit, quod quo referatur dubium est): πρὸς ταύταις a νοεισθαι (η m1 supralin.) V 14 κνεῖ V : κινεῖν a 15 ἐπ αὐτοκινούμεν V: ὑπ’ αὐτὸ κινούμενος a τὸ, νοοῦν V: τὸ νοῦν a: fortasse τὸν νοῦν 20 ἐρέτης a 21 ἐν τοῖς πρώτοις] p. 1—26, praec. cf. 15,9sq. et 21,22.)
80
φῆσαι ἢ ἀποφῆσαι πρῶτον αὐτό. ἡ γὰρ περὶ τὰ πρακτικὰ τοιαύτη τοῦ ἐμψύχου διάθεσις αἰτία τῆς κατὰ τόπον κινήσεως. καὶ γὰρ ἐπὶ τῶν λογικῶν πράξεων, λέγω δὲ λογικὰς τὰς ὑπὸ τῶν λογικῶν τε καὶ κατὰ λόγον τινὰ πραττομένας, αὗται δέ εἰσιν ὧν λόγος προηγεῖται, ἂς καὶ κυρίως ἄν τις πράξεις λέγοι, καὶ τούτων δὴ ἡ ὁρμὴ καὶ ἡ ὄρεξις αἰτία. οὐδὲν γὰρ ὄφελος τοῦ βουλεύσασθαι περὶ τοῦ πρακτέου, εἰ μὴ καὶ προαίρεσις ἐπακολουθήσαι, ἥτις ἐστὶν ὄρεξις βουλευτική. ὡς γὰρ ἐν τοῖς θεωρητοῖς τὸ συμπέρασμα τὸ ἐπὶ τοῖς λαμβανομένοις δεικνύμενον ἡ γνῶσίς ἐστι τοῦ προκειμένου, οὕτως ἐν τοῖς πρακτοῖς ἡ πρᾶξις τὸ τῆς βουλήσεως γίνεται συμπέρασμα. ἅμα τε γὰρ ἐδείχθη, ὅτι χρὴ μεταδιώκειν τι ἢ φεύγειν κἂν ἡ ὄρεξις τῷ δειχθέντι συνοδεύῃ τοῦτο γίνεται, ἂν μή τι τὸ κωλύον ἔξωθεν ἦ. ὁ γὰρ ἐννοήσας ὅτι παντὶ ἀνθρώπῳ περιπατητέον, ἐγώ δὲ ἄνθρωπος, συμπέρασμα ποιεῖται τῶν προειρημένων προτάσεων τὸ περιπατεῖν. ἀλλὰ καὶ ὁ ἐννοήσας ὅτι σκεπάσματός μοι δεῖ, τὸ δὲ ἱμάτιον σκέπασμα, τὸ συμπέρασμα τὸ ἱματίου μοι ἄρα δεῖ’ εἰς τὸ κατασκευάζειν μάτιον μεταφέρει.

Καὶ αὗται μὲν καὶ τοιαῦται αἱ τῆς ἀλόγου ψυχῆς δυνάμεις, καὶ αἱ κατὰ ταύτας τε καὶ ἀπὸ τούτων ἐνέργειαι, αἰ πάντως μὲν καὶ ἐν τῇ λογικῇ περιέχονται τῷ τελειοτέραν μὲν εἶναι ταύτην, εἶναι δὲ τὴν τελειοτέραν κατὰ προσθήκην δυνάμεως ἢ δυνάμεων (ὴ γὰρ πρώτη δύναμις κατὰ προσθήκην τινὰ δυνάμεως τελειοτέρα γίνεται), ἔστιν δὲ παρὰ ταύτας τε καὶ ἐπὶ ταύταις δύναμίς τις ψυχῆς καὶ ἡ λογική, ὡς προείρηται, κριτική τις οὖσα καὶ αὕτη, ἣν ἄνθρωπος ἐξαίρετον ἔχων παρὰ τἄλλα ζῷα τιμιώτερόν τέ ἐστι ζῷον καὶ τελειότερον, καθ’ ἣν δύνασθαι ναμιν καὶ λογικὸς καλεῖται. ἥτις ἐστὶ δύναμις ψυχῆς διττὴ καὶ αὐτὴ [*](1—2 ἡ γὰρ—κινήσεως] Den dies ist in dem Beseelten, in den Intelligibeln die Ursache seiner Bewegung im Orte 7 ἐν τοῖς θεωρητοῖς] in den Dingen, in welchen das Vorgestellte ist 8 συμπέρασμα—δεικνύμενον] Schlussfolgerung, welohe erscheint ans den Prämissen 9 βουλήσεως συμπέρασμα] Folgerung des Ratschlages 10-12 ἄμα τε γἀρ—ἔξωθεν ἦ] Denn es ist erläutert, dass mit dem λatschlage (Beschluss) eintreffen misse das Aufsuchen eines Dinges oder das Fliehen desselben, und dass, wenn jemand, dem es gelingt (?), mit einer Meinung (Vernunft) handelt aus jener Begierde, jener Gegenausgeführt Vird, wenn kein Hinderniss von sussen es verhindert 13 συμπέρασμα —περιπατεῖν] so wird er als Folgerung der beiden främissen, selche er ereῦhnt hat, annelhmen müssen, das er gete ἀλλὰ om. 14 μοι δεῖ] ein Glied bedarf [Bp: mein Vater, quod corruptum videtur e; ich St.] 15 συμπέρασμα. μεταφέρει] die Folge der fraemissen bringt ihn dazu 16 αὗται-τοιαῦται] dies 17 post ἐνέργειαι addit: und dies ist ihre βeschaffenheit 18 δὲ τὴν om. 19-20 προσθήκην τινὰ δυνάμεως] durch das Hinzukommen einer Kraft von irgend einer Art 21 καὶ om. 22 ἣν—ἔχων] durch sie wird der Mensch specificirt 23 τιμιώτερόν] das bedeutendste τελειότερον] das vollκommenste) [*](5 πράξεις ἂν τις a 6 ἐπακολουθῆσαι Va 10 ὅτι V: ἄρα α 11 συνοδεύῃ a 13 ποιεῖ a πιριπατεῖν a 15 εἰς V: ὡς a 17 αἳ scripsi: αἱ Va 20 ,περὶ τῆς λογικῆς δυνάμεως“. ἔστιν δὲ Va 23 τ’ ἄλα V: τὰ ἄλλα a 24 αὐτὴ scripsi αὕτη Va)

81
τῷ διαφέροντα εἶναι καὶ τὰ περὶ ἃ ἡ δύναμίς τε καὶ ἐνέργειά ἐστιν αὐτῆς. πρὸς γὰρ τὰ κατὰ τὴν φύσιν διαφέροντα καὶ τῶν τῆς ψυχῆς μορίων ἕτερον τῇ φύσει τὸ πρὸς ἑκάτερον πεφυκός, εἴπερ καθ’ ὁμοιότητά τινα καὶ οἰκειότητα ἡ γνῶσις αὐτοῖς γίνεται, ὥσπερ καὶ ἐπὶ τῶν αἰσθήσεων ἔχον ἐδείχθη. διαφέρει δὲ ἀλλήλων τὰ ὑποκείμενα τῇ λογικῇ δυνάμει τῷ τὰ μὲν πρακτικά τε εἶναι καὶ ἐν γενέσει καὶ ἐνδεχόμενα καὶ οὕτως καὶ μὴ οὕτως γίνεσθαι, τὰ δὲ ἀίδιά τε καὶ ἀναγκαῖα, καὶ τὰ μὲν αὐτῶν εἶναι δοξαστά, τὰ δὲ ἐπιστητά. διὸ καὶ τῶν τῆς λογικῆς ψυχῆς δυνάμεων ἡ μέν τίς ἐστι δοξαστική, ἡ δὲ ἐπιστημονική. καλεῖται δὲ ἑκατέρα νοῦς, ἀλλ’ ὁ μὲν πρακτικός τε καὶ δοξαστικὸς καὶ βουλευτικός, ὃς ἀρχὴ γίνεται πράξεως, ὅταν ἡ βούλησίς τε καὶ ὄρεξις συνοδεύσῃ τοῖς ὑπ’ αὐτοῦ κριθεῖσιν, ὁ δὲ ἐπιστημονικός τε καὶ θεωρητικός. τὰ μὲν γὰρ ζητοῦμεν πράξεως χάριν, [*](138r) τὰ δὲ γνώσεως. γίνεται δὲ ὁ ἄνθρωπος οὐκ εὐθὺς ἔχων τήνδε τὴν ἕξιν, ἀλλ’ ἔχων μὲν δύναμιν καὶ ἐπιτηδειότητα τοῦ δέξασθαι αὐτήν, ὕστερον μέντοι λαμβάνων αὐτήν. ὃ καὶ σημεῖον ἐναργέστατον τοῦ μὴ πρὸς τὸ εἶναι τήνδε τὴν δύναμιν συντελεῖν τοῖς ἔχουσιν αὐτήν, ἀλλὰ πρὸς τὸ εὖ εἶναι. ὅσα μὲν γὰρ πρὸς τὸ εἶναι συντελεῖ, ταῦτα ἀχώριστα τοῦ ἔχοντος, ὡς ἡ θρεπτικὴ δύναμις καὶ τῆς αἰσθητικῆς ἡ πτική, ὅσα δὲ πρὸς τὸ εὖ εἶναι, ταῦτα τελειουμένοις προσγίνεται, ὅτε τοῦ κυρίως εὖ εἶναί ἐστιν ἐπιδεκτικά. ἐν γὰρ τῷ τελείῳ τὸ εὖ. ἐγγίνεται δὲ πρῶτος μὲν ὁ πρακτικός τε καὶ δοξαστικὸς νοῦς, ἐπειδὴ καὶ αἱ ἐνέργειαι περὶ ἃ οὗτός ἐστι χρησιμώτεραί τε ἡμῖν καὶ συνηθέστεραι, ὕστερον δὲ ὁ ἐπιστημονικός τε καὶ θεωρητικός. ὁ δὲ δυνάμει νοῦς, ὃν ἔχοντες γινόμεθα, διττὸς ὡν καὶ αὐτός, ἑκάτερος ἑκατέρου δεκτικός, ὑλικὸς νοῦς καλεῖταί τε καὶ ἔστι (πᾶν γὰρ τὸ δεκτικόν τινος ὕλη ἐκείνου), ὁ δὲ διὰ διδασκαλίας τε καὶ ἐθῶν ἐγγινόμενος εἶδος ἐκείνου τε καὶ ἐντελέχεια. καὶ ὁ μὲν φυσικός τε καὶ ὑλικὸς ἐν πᾶσιν τοῖς μὴ πεπηρωμένοις, τὴν διαφορὰν ἔχων, καθόσον οἱ μέν εἰσιν εὐφυέστεροι τῶν ἀνθρώπρν, οἱ δὲ ἀφυέστεροι (καθ’ ὃν καὶ λέγομεν πάντας ἀνθρώπους νοῦν ἔχειν), [*](1 τῷ— αὐτῆς] weil auch die Dinge, selche die Seete durch diese Kraft bezweckt, und diese Tätigkeit verschieden sind 3-4 καὶ οἰκειότητα om. 5—7 τῷ—γίνεσθαι] dass einige, selche gemacht serden, [so] entstehen, ἄdass sie] mῦglicherseise von dieser Beschafenheit sind, möglichermeise von jener 10 καὶ βουλευτικός om. 11 ὅταν —κριθεῖσιν] wena man das getan hat, voriber der Ville und die Segierde geurteilt hat 14 ἐπιτηδειότητα] Anlsage und geignetheit 19-20 ὅτε-εῦ] durch diese Beschaffenheit mlich ist es im sahren Sinne die Vortrefflichkeit annehmend, deann die Geeignetheit und die Schönheit sind in dem Vollkommenen 20 πρακτικός—δοξαστικὸς] der praktische gedanliche 23 δὲ om. ὃν—ινόμεθα] welcher wird und den wir besitzen 24 καὶ ἔστι] und mit Recht sird er so genant 26 ἐνν-πεπηρωμένοις] in denen, die nicht vollendet sind) [*](1 τὰ om. Ka 2 τὴν om. Ka 5 ἐδείχθη] 39,1 sq. 12 ἐπιστομονικὸς a 15 αὐτή a ἐνεργέστατον Ka 20 τε καὶ δοξαστικὸς in lit. V 21 νοῦς in mg. addidit m1 V οὗτοί Ka 22 ,,περὶ τοῦ δυνάμει νοῦ “. ὁ δὲ Va 24 cf. ἐστι καὶ λέγεται 144r 20)
82
ὁ δὲ ἐπίκτητός τε καὶ ὕστερον ἐγγινόμενος, καὶ εἶδος καὶ ἕξις ὢν καὶ τελειότης τοῦ φυσικοῦ, οὐκέτ᾿ ἐν πᾶσιν, ἀλλ᾿ ἐν τοῖς ἀσκήσασίν τε καὶ μαθοῦσιν, ὃν τρόπον καὶ ἐπὶ τῶν ἐπιστημῶν ἔχει. καὶ γὰρ ἐκείνων πάντες μέν ἐσμεν φύσει δεκτικοί, οὐκέτι δὲ καὶ δεδέγμεθα πάντες αὐτάς, ὅτι μηκέτι τὸ δέξασθαι αὐτὰς φύσει. οὐ γὰρ ὥσπερ ἐπὶ τοῦ περιπατεῖν, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν ἐπιστημῶν τε καὶ τοῦ κατ᾿ ἐνέργειαν νοῦ. ἐπὶ μὲν γὰρ τοῦ περιπατεῖν, ὥσπερ ἡ δύναμις ἡμῖν τοῦ περιπατεῖν ἐνυπάρχει φύσει, καὶ ἔχομεν αὐτὴν εὐθὺς γενόμενοι, οὕτως καὶ ἡ ἐνέργεια προϊοῦσίν τε καὶ τελειουμένοις προσγίνεται φύσει, ἐπὶ δὲ τῆς ἐπιστήμης τε καὶ τοῦ νοῦ αἱ μὲν δυνάμεις φύσει, οὐκέτι δὲ αἱ ἕξεις τε καὶ ἐνέργειαι φύσει. διὸ τοῦτον τὸν νοῦν λέγομεν οὐ πάντας ἔχειν ἔτι, ἀλλὰ μόνου τοῦ σπουδαίου τὸ νοῦν ἔχειν κατηγοροῦμεν· ἢ καὶ τούτου μέχρι τινὸς πάντες οἱ μὴ πεπηρωμένοι μεταλαμβάνουσιν, ἐπὶ τὴν τοῦ καθόλου τε περίληψιν καὶ κατὰ σύνθεσιν γνῶσίν τινων ὑπ᾿ αὐτῆς τῆς φύσεως ὁδηγούμενοι· οὗτός ἐστι κυριώτερον ὁ κοινὸς νοῦς καλούμένος, ἡ δὲ ἐπὶ πλέον ἐξεργασία κατ᾿ αὐτὸν γίνεται τὸν εἰρημένον τρόπον. ὁ μὲν οὖν πρακτικὸς νοῦς βουλευτικός ἐστι (τῷ γὰρ τὰ πρακτὰ ἐνδέχεσθαι καὶ οὕτως καὶ μὴ οὕτως πραχθῆναι βουλῆς δεῖ πρὸς τὴν αἵρεσιν τοῦ βελτίονος), ὁ δὲ θεωρητικὸς τῶν ἀιδίων καὶ ὁμοίως ἐχόντων ἀεὶ γνωστικὸς ὢν ἐπιστημονικός ἐστιν, ἀλλ᾿ οὐ βουλευτικός. τὸν μὲν οὖν δυνάμει τε καὶ ὑλικὸν νοῦν καλούμενον ἑκάτερον ὡς εἶπον εὐθὺς ἔχομεν γινόμενοι, τοὺς δὲ κατ᾿ ἐνέργειάν τε ὄντας καὶ ἕξεις τούτων ὕστερον κτώμεθα διὰ τῆς [*](1 ἐγγινόμενος] der in uns der Genossenschaft der Menschen entssteht καἰ εἶδος— ὢν] welche eine Form ist, da er eine Aneignung und Vollendung ist für den natürlichen lntellect 2 ἀσκήσασίν—μαθοῦσιν] welche ausgegangen sind (sic) und sich unterrichtet haben 3 καὶ ante ἐπὶ om. 6—9 ἐπὶ μὲν γὰρ τοῦ περιπατεῖν—προσγίνεται φύσει] denn was das Geben betrifft, sowie die Kraft des Gehens sich in uns von Natur findet, und uns von jeher angeboren ist, ebenso entsteht in uns fortfahrend die Tätigkeit des Gehens, wenn wir wachsen und vervollkommnet geworden sind 11 ἀλλὰ — κατηγοροῦμεν] sondern wir beteichnen die vorzüglichen unter den enschen, mit Ausschluss der anderen, wenn wir sagen, dass sie Intellect besitzen 12 ἢ καὶ] wenn auch 14 κοινὸς] der allgemeine, der gemeinschaftliche 16 μὲν οὖν om. 17 βουλῆς—βελτίονος] deren [der πρακτά] bedarf man zur Leitung, so dass man das essere von beiden Gegenständen wählt 18 καὶ om. 19 ἀλλ᾿ οὐ βουλευτικός] nicht die. Leitung und der Rat 21—83,2 ὕστερον—θεωρητῶν] erwerben wir zuletct durch Uebung im Erlernen und zwar ist dieses in Zeiehung auf die partiellen (Einzelheiten?) im praktischen lntellect; hingegen in eziehung auf die Werke und im theoretischen Intellect in Bezug auf die Dinge, über selche speculirt wird) [*](1 ,,περὶ τοῦ καθ ἔξιν νοῦ“. ὁ δὲ Va 2 τοῖς V 3 τρόπον] π in lit. V μέν om. K 5 δὲ om. K 7 ἐνυπάρχει V 11 τὸ, νοῦν V: τὸν νοῦν Ka 12 ἢ καὶ] εἰ καὶ legit Arabs, sed cf. Ind. haec enim verba quasi per parenthesim dicta vim praecedentis enuntiati restringunt 13 cf. ἥτις περίληψίς τε καὶ διὰ τῆς τῶν καθ ἕκαστα αἰσθητῶν ὁμοιότητος τοῦ καθόλου λῆψις νόησίς ἐστν 83,11 [Cf. etiam: ταῖς μεταβολαῖς καὶ ἄλλοτε πρὸς ἄλλα τε καὶ δι᾿ ἄλλων ἐνεργείαις p. 27,5] 14 οὗτός ἐστι cf. 2416 93,16 16 „περὶ τοῦ πρακτικοῦ νοῦ“. ὁ μἐν Va 18 ,,περὶ τοῦ θεωρητικοῦ νοῦ.“ ὁ δὲ Va ἐχόντων] των in lit. V 19 δυνάμει] ει in lit. V 20 ἑκάτερον] cf. ἑκάτερος ἑκατέρου δεκτικός 8123)
83
καθ᾿ ἡμέραν διδασκαλίας, ἧς γίνεται δεκτικὸς ἐκ τῆς ἐνεργείας, τὸν δὲ θεωρητικὸν ἐκ τῆς τῶν θεωρητῶν. γεννᾶται γὰρ ὁ ἄνθρωπος αἰσθήσεις ἔχων, καθ’ ἂς ἐνεργῶν φαντασίας λαμβάνει. ὁρῶν οὖν ἑκάστοτε καὶ ἀκούων καὶ κατὰ τὰς ἄλλας αἰσθήσεις αἰσθανόμενος καὶ τυπούμενος ὑπ᾿ αὐτῶν πρῶτονμὲν ἐν τῇ τῶν τύπων τούτων τηρήσει μνημονεύειν ἐθίζεται, ἔπειτα δὲ ἔκ τε μνήμης καὶ τῆς συνεχοῦς κατὰ τὰς αἰσθήσεις ἐνεργείας περὶ τὰ αἰσθητὰ γίνεταί τις αὐτῷ ἀπὸ τοῦ τόδε τε καὶ καθέκαστον᾿ ἐπὶ τὸ τοιόνδε καὶ καθόλου μετάβρσις δι᾿ ἐμπειρίας. τοῦδε γὰρ τοῦ λευκοῦ καὶ τοῦδε τῆς αἰσθήσεως ἀντιλαμβανομένης ἐκ τῶν τοιούτων ἀντιλήψεων ἔλαβεν τὸ εἶναι τὸ τοιόνδε χρῶμα λευκόν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ἑκάστου. ἥτις περίληψίς τε καὶ διὰ τῆς τῶν καθ᾿ ἕκαστα αἰσθητῶν ὁμοιότητος τοῦ καθόλου λῆψις νόησίς ἐστιν. ἡ γὰρ τῶν ὁμοίων σύνθεσις ἔργον ἤδη νοῦ. ὥσπερ δὲ ἡ αἴσθησις ἡ κατ᾿ ἐνέργειαν διὰ τῆς τῶν εἰδῶν τῶν αἰσθητῶν λήψεως ἄνευ τῆς ὕλης γίνεται, οὕτως δὲ καὶ ἡ νόησις λῆψις τῶν εἰδῶν ἐστι χωρὶς ὕλης, ταύτῃ τῆς αἰσθητικῆς ἀντιλήψεως διαφέρουσα, ᾗ ἡ μὲν αἴσθησις, εἰ καὶ μὴ ὡς ὕλη τὰ αἰσθητὰ εἴδη λαμβάνει, ἀλλ᾿ [*](138v) οὕτως γε αὐτῶν ποιεῖται τὴν ἀντίληψιν ὡς ὄντων ἐν ὕλῃ (τὰ γὰρ κοινὰ αἰσθητὰ συμπεπλεγμένα τῇ τῶν ἰδίων αἰσθητῶν ἀντιλήψει μαρτύρια τοῦ ὡς ἐνύλων αὐτῶν ὄντων τὴν αἴσθησιν ἀντιλαμβάνεσθαι· ἅμα γὰρ χρωμάτων ὄψις αἰσθανομένη σὺν αὐτῷ καὶ μεγέθους καὶ σχήματος καὶ κινήσεως ἢ ἠρεμίας αἴσθησιν λαμβάνει, ἃ μαρτύρια τοῦ περί τι ὑποκείμενον εἶναι τὸ χρῶμα), ὁ δὲ νοῦς οὔτε ὡς ὕλη τὰ εἴδη λαμβάνει, οὔτε ὡς ἐν ὕλῃ ὄντα καὶ μεθ᾿ ὕλης. ἔστι δὲ τὸ μὲν ὡς ὕλην εἶδός τι λαμβάνειν τὸ [*](3 ἑκάστοτε] er hört nicht auf zu 5 μνημονεύειν] die Auf bevahrung 7—8 ἀπὸ —ἐμπειρίας] ein Aufsteigen von jenem particulären] Dinge (B addit: bestimmten) Zu diesem allgemeinen Dinge durch die Prüfung (Versuch) und dis Wahl 8 τοῦδε γὰρ τοῦ λευκοῦ καὶ τοῦδε] dieses Weisse und dieses Weisse 9 ἐκ — ἀντιλήψεων] daraus 11—12 ἥτις—ἐστιν] diese Allgemeinheit und diese Wahrnehmung eines allgemeinen Begriffes, welche stattfindet, wena die partiellen Sinnesobjekte verglichen (vorgestellt) werden, ist eine intellectuelle Vorstellung (Abbildung) 13 ἤδη om. δὲ] und 16 λαμβάνει] entnahm 17 γὰρ om. 18 συμπεπλεγμένα—ἀντιλήψει] da ihre Wahrnehmung die Vahrnehmung der einzelnen sinnlich Wahrgenommenen zusammenfasst 19 ἀντιλαμβάνεσθαι] vahrgenommen hat χρωμάτων] der Farbe 21—22 τοῦ—χρῦμα] dass die Farbe befindlich ist an einen Dioge. [adnotatio int. arab. p. mg.: so im griechischen ext, es muse aber heissen, dass seine Vahrnehmung der Farbe [derart sei? daher komme, dass insofern?] sie befindlich ist an einem Dinge 23—84,1 ἔστι— λαμβανομένῳ] wenn wir sagen „das Entnehmen der Formen auf dem Vege der Hyle“, so meinen wir, dass der Entnehmende Hyle des Entnommenen wird) [*](1 τὸν δὲ θεωρητικὸν κτλ.] plura ante haec verba excidisse patet, quae ex vestigiis in int. hebr. servatis restituere mihi non contigit. hoc tantum moneo videri legisse Arabem διέκρινε δασκαλίας ⟨καὶ ἀσκήσεως⟩ et verbis τὸν δὲ θεωρητικὸν—θεωρητῶν respondisse olim tale fere enuntiatum: τὸν μὲν πρακτικὸν ἐκ τῆς τῶν ποακτῶν [an τῶν καθέκαστα legit Arabs? ] συνεχοῦς κρίσεως, quod quomodo cum verbis ἧς γίνεται—ἐνεργείας caniungendum sit, non video 4 αἰσθήσεις V 5 μνημονεύειν ἐθίζεται] cf. 68,9 7 τόδε τε V: τόδε a. Cf. 8715 διὸ οὐ τοῦδε, ἀλλὰ τοιοῦδε, καὶ οὐ τοῦ καθέκαστα, ἀλλὰ τοῦ καθόλου τόδε (non τοῦδε)] cf. 16,13 19 ὄντων αὐτῶν Ka fortasse χρώματος cf. τὸ χρῶμα (22) et int. hebr.)
84
αὐτὸ τῷ ὕλην γίνεσθαι τῷ λαμβανομένῳ, ὃ ἐπὶ τῶν παθῶν τῶν οὐ κατὰ ψυχὴν γινομένων ἰδεῖν ἔστι. τὰ γὰρ ἁπλῶς πάσχοντα ὗλαι γίνονται τῶν παθῶν. τὸ γὰρ θερμαινόμενον θερμὸν γινόμενον αὐτὸ ὕλη τῷ πάθει γίνεται, ὃ οὔτε ἡ αἴσθησις οὔτε ὁ νοῦς ἔχουσιν. καὶ γὰρ εἰ διά τινων παθῶν σωματικῶν τὸ αἰσθάνεσθαι γίνεται, ἀλλ᾿ αὐτό γε τὸ αἰσθάνεσθαι οὐ πάσχειν ἐστίν, ἀλλὰ κρίνειν. οὔτε οὖν ὡς ὕλη γινόμενος ὁ νοῦς τῶν εἰδῶν οὕτως αὐτὰ λαμβάνει οὔτε ὡς μετὰ ὕλης ὄντα ὡς τὰ αἰσθανόμενα, ἀλλ᾿ αὐτὰ καθ᾿ αὑτὰ χωρίζων αὐτὰ ἀπὸ πάσης ὑλικῆς περιστάσεως μόνα λαμβάνων θεωρεῖ. οὐ γὰρ λευκὸν νοῶν ὡς μετὰ σχήματος ἢ μεγέθους ὄντος αὐτοῦ τὴν νόησιν ποιεῖται. αἴτιον δὲ τούτου τὸ μηδὲ τὴν ἀρχὴν ὀργάνῳ τινὶ σωματικῷ προσχρῆσθαι πρὸς τὴν λῆψιν τῶν νοουμένων, ἀλλ᾿ ἀρκεῖσθαι αὐτὸν αὐτῷ πρὸς τὸ γνῶναι τὸ νοούμενον· διὸ ἡ μὲν αἴσθησις, εἰ καὶ μὴ ἀλλοίωσις, ἀλλὰ δι᾿ ἀλλοιώσεώς γέ τινος γίνεσθαι δοκεῖ, ὁ δὲ νοῦς οὐ τοῦτον τὸν τρόπον. ἐπεὶ δὲ δεῖ τὸ ληψόμενον εἴδη τινὰ μηδὲν τούτων ἔχειν ἐν τῇ οἰκείᾳ φύσει (παρεμφαινόμενον γὰρ τὸ οἰκεῖον εἶδος κωλύει τὴν τοῦ ἀλλοτρίου λῆψιν· οὕτως γοῦν ἔχοντα ἐδείχθη καὶ τὰ αἰσθητήρια), δεῖ καὶ τὸν ὑλικόν τε καὶ ὑποκείμενον νοῦν μηδὲν εἶναι τῶν νοεῖσθαι δυναμένων ὑπ᾿ αὐτοῦ. ἀλλὰ μὴν πάντα τὰ ὄντα ὑπὸ τοῦ νοῦ νοεῖται, εἴ γε τῶν ὄντων τὰ μέν ἐστι νοητά, τὰ δὲ αἰσθητά. ποιεῖ γὰρ ὁ νοῦς καὶ τὰ αἰσθητὰ αὑτῷ νοητὰ χωρίζων αὐτὰ τῆς ὕλης καὶ τί ποτέ ἐστιν αὐτοῖς τὸ εἶναι θεωρῶν. οὐδὲν ἄρα τῶν ὄντων ἐνεργείᾳ ἐστὶν ὁ ὑλικὸς νοῦς, ἀλλὰ πάντα δυνάμει. πρὸ γὰρ τοῦ νοεῖν οὐδὲν ὢν ἐνεργείᾳ, ὅταν νοῇ τι, τὸ νοούμενον γίνεται, εἴ γε τὸ νοεῖν αὐτῷ ἐν τῷ τὸ εἶδος ἔχειν τὸ νοούμενον. ἐπιτηδειότης τις ἄρα μόνον ἐστὶν ὁ ὑλικὸς νοῦς πρὸς τὴν τῶν εἰδῶν ὑποδοχὴν ἐοικὼς πινακίδι ἀγράφῳ, μᾶλλον δὲ τῷ τῆς πινακίδος ἀγράφῳ, ἀλλ᾿ οὐ τῇ πινακίδι αὐτῇ. αὐτὸ γὰρ τὸ γραμματεῖον ἤδη τι τῶν ὄντων ἐστίν. διὸ ἡ μὲν ψυχὴ καὶ τὸ ταύτην ἔχον εἴη μᾶλλον ἂν κατὰ τὸ γραμματεῖον, τὸ δὲ ἄγραφον ἐν αὐτῇ ὁ νοῦς ὁ ὑλικὸς λεγόμενος, ἢ [*](1—2 τῶν—γινομένων] welche ausser der Seele sich finden 4—5 διά—σωματικῶν] an irgend welchen Spuren und von den Spuren des Körpers 7 ὡς τὰ αἰσθανόμενα] wie das geschieht bei den Formen, welche mit den Sinnen wahrgenommen werden 15—16 παρεμφαινόμενον—λῆψιν] das Gesicht nämlich stören die Formen, welche dasselbe specificiren von der Annahme der ihm fremden Formen 20 αὑτῷ om. 20—21 καὶ τί—θεωρῶν] und indem er ihre Qualitäten betrachtet 21 ἄρα om. 23 post γίνεται p addit: aber es ist (?) eine Kraft, wie vorangegangen ist 23—24 ἐν—νοούμενον] wenn sich in ihm die intelligible Form substanziirt 24 μόνον om. 25 ἀγράφῳ] auf welche geschrieben wird 25—26 τῷ—ἀγράφῳ] dem Fehlen der Schrift auf der Tafel 26—27 αὐτὸ—ἐστίν] denn die Oberfläche der Tafel, auf welche man schreibt, ist von der Beschaffenheit der wirklichen Dinge 27—28 κατὰ τὸ γραμματεῖον] auf der Stufe der Oberfläche der Tafel 28—85, 2 τὸ δὲ ἄγραφον—ἀντιγραφόμενον] Der Zustand der Tafel hingegen, wenn die Schrift fehlt, ist ähnlich dem lntellect. Davon (?) ist die Vorstellung des) [*](1 αὐτὸ τῷ scripsi: αὐτὸ VKa 4 ἔχουσιν] fortasse πάσχουσιν 9 fortasse ⟨τὸ⟩ λευκὸν 12 fortasse αὑτῷ 14 τὸ om. Ka 16 ἐδείχθη κτλ.] 59, 12 sq. cf. 44, 3 63, 4 17 ὑποκείμενων a 20 αὐτῷ VKa 23 τὸ τὸ· (sic) εἶδος V 24 τοῦ νοουμένου Ka 25 ἐοικῶς a 27 εἴη Ka: εἴην V ἂν addidi 28 ἢ scripsi: ἡ VKa)
85
ἐπιτηδειότης ἡ πρὸς τὸ ἐγγραφῆναι. ὡς οὖν ἐπὶ τοῦ γραμματείου τὸ μὲν γραμματεῖον πάσχοι ἂν ἀντιγραφόμενον, ἐν ᾧ ἡ πρὸς τὸ γραφῆναι ἐπιτηδειότης, ἡ μέντοι ἐπιτηδειότης αὐτὴ οὐδὲν πάσχει εἰς ἐνέργειαν ἀγομένη (οὐδὲ γάρ ἐστί τι ὑποκείμενον), οὕτως οὐδ᾿ ἂν ὁ νοῦς πάσχοι τι, μηδέν γε ὢν τῶν ἐνεργείᾳ. διὸ καὶ οὐκ ἀλόγως τινὲς ἀπὸ τῆς τοῦ νοῦ δυνάμεως κινούμενοι τόπον εἰδῶν τὴν ψυχὴν εἶπον εἶναι, ὃ τῷ κυριωτάτῳ ριωτάτῳ τῆς ψυχῆς ὑπάρχει, τοῦτ᾿ ἐπὶ πᾶσαν αὐτὴν μεταφέροντες. τόπος δ᾿ ἂν εἴη τῶν εἰδῶν οὐ κατ᾿ ἐνέργειαν (οὐδὲν γὰρ κατὰ τὴν αὑτοῦ φύσιν τῶν εἰδῶν ἔχων ἐδείχθη), ἀλλ᾿ ὡς δυνάμενος αὐτὰ λαμβάνειν τόπος αὐτῶν ἂν εἴη δυνάμει κατὰ τοῦτο. καὶ τοιοῦτος μὲν ὁ ὑλικὸς νοῦς, ὁ δὲ ὡς ἕξις λεγόμενος εἶδός ἐστι καὶ δύναμις καὶ τελειότης τούτου, ἥτις ἕξις ἐν αὐτῷ γίνεται ἔκ τε τῆς τοῦ καθόλου περιλήψεως καὶ ἐκ τοῦ τὰ εἴδη χωρίζειν ἀπὸ τῆς ὕλης δύνασθαι, ἃ τρόπον τινὰ ταὐτά ἐστιν ἀλλήλοις. ὅ τε γὰρ τὸ εἶδός τινος χωρὶς τῆς ὕλης λαβών ἔχει τὸ κοινόν τε καὶ καθόλου (ὁ γὰρ τὸ εἶδος τοῦ ἀνθρώπου λαβὼν χωρὶς τῶν ὑλικῶν περιστάσεων ἔχει τὸν κοινὸν ἄνθρωπον· ἡ γὰρ τῶν καθ᾿ ἕκαστα ἀνθρώπων πρὸς ἀλλήλους διαφορὰ παρὰ τῆς ὕλης γίνεται, ἐπεὶ τά γε εἴδη αὐτῶν, καθ᾿ ἅ εἰσιν ἄνθρωποι, οὐδεμίαν ἔχει διαφοράν), ὅ τε τὸ κοινὸν τὸ ἐπὶ τοῖς καθ᾿ ἕκαστα συνιδὼν τὸ εἶδος πάλιν χωρὶς τῆς ὕλης λαμβάνει. τοῦτο γὰρ ἐν αὐτοῖς τὸ κοινόν τε καὶ ταὐτόν. ἐγγίνεται δὲ ἡ τοιάδε ἕξις τῷ νῷ τὴν ἀρχὴν κατὰ μετάβασιν ἀπὸ τῆς περὶ τὰ αἰσθητὰ συνεχοῦς ἐνεργείας ὥσπερ ὄψιν τινὰ ἀπ᾿ αὐτῶν λαμβάνοντος τοῦ καθόλου θεωρητικήν, ὃ κατ᾿ ἀρχὰς μὲν νόημα καὶ ἔννοια καλεῖται, πλεονάσαν δὲ καὶ ποικίλον καὶ πολύτροπον γινόμενον, ὡς δύνασθαι καὶ χωρὶς τῆς αἰσθητικῆς ὑποβάθρας ποιεῖν τοῦτο, νοῦς ἤδη. ὅταν γὰρ ἐν ἕξει γένηται διὰ τὰς συνεχεῖς ἐνεργείας τοιαύτῃ, ὡς δι᾿ αὐτοῦ λοιπὸν ἐνεργεῖν δύνασθαι, τότε ὁ ὡς ἕξις [*](Intellects aber nichts als die (von diesem Zustande ist für den Intellect keine [andere] Vorstellung als die der) Vorbereitung zum Eintreffen der Schrift auf derselben, und wie die Oberfläche der Tafel afficiert wird, wenn darauf geschrieben wird. 7 πᾶσαν αὐτὴν] die Seele selbst 13 ταὐτά . . ἀλλήλοις] zu einander passend 17—18 ἐπεὶ—διαφοράν] wenn nicht, so würden ihre Formen, durch welche sie Menschen sind, durchaus ohne Unterschied sein 18—19 ὅ τε—συνιδὼν] [zu wem] der gemeinschaftliche Begriff gelangt, welcher aus den Individuen entsteht, so dass er ihn in der Seele festhält 20 ταὐτόν] angemessen, conform 22 post ἐνεργείας addit: des lntellects 23 νόημα καὶ ἔννοια] Einsicht und Wissenschaft 23—25 πλεονάσαν—ἤδη] wenn es zunimmt, und eine Gestaltung annimmt und sich verzweigt und ausgeübt wird, so dass es sich befestigt, um sein Thun ohne Unterstützung der sinnlichen Begriffe auszuführen, dann heiszt es Intellect 26 ὡς—δύνασθαι] dass er sich dadurch befestigen kann, während er für sich abgesondert ist, so dass er seine Wirkung ausüben kann.) [*](2 ἂν addidi 4 οὐδ᾿ ἂν scripsi: οὐδὰν V πάσχοι scripsi: πάσχει V οὕτως καὶ ὁ νοῦς. οὐδ᾿ ἂν πάσχοι τι a 5 γε om. a fortasse ὑπὸ 8 οὐ om. Ka αυτοῦ V: αὐτοῦ a 9 ἐδείχθη] 84, 15 11 „περὶ τοῦ ἐν ἕξει νοῦ“. ὁ δὲ Va 11—86, 6 ὁ δὲ ὡς—νοήματα] cf. Ps. Alex. in met. Ar. 671, 28—672,16 et Freudenthal Abh. d. Berl. Ac. 1884 p. 24 sq. 11 καὶ δύναμις del. Freudenthal 13 δύνασθαι del. Frend. 16 ἀνθρώπων om. Ps. Al. del. Freudenthal 22 fortasse λαμβάνοντι, sed cf. 152 r 3 θεωριτικήν a 26 τοιαύτη Ka)
86
καλούμενος νοῦς γίνεται, ἀνάλογον ὢν τῷ ἐπιστήμονι, ὃς τοῦ τε κατὰ δύναμιν ἐπιστήμονος λεγομένου καὶ τοῦ κατ᾿ ἐπιστήμην ἐνεργοῦντός ἐστι μεταξύ, ὅσον ἀπολείπεσθαι δοκεῖ τοῦ κατὰ τὴν ἐπιστήμην ἐνεργοῦντος, τοσοῦτον πλεονεκτῶν τὸν κατὰ δύναμιν ἐπιστήμονα. ἐνεργοῦσα δὲ ἥδε [*](139r) ἡ ἕξις ὁ κατ᾿ ἐνέργειαν γίνεται νοῦς. ὁ γὰρ κατὰ ἕξιν νοῦς ἀποκείμενά πώς ἐστιν ἀθρόα καὶ ἠρεμοῦντα τὰ νοήματα. ὅτι δὲ οὐχ ὁμοίως ὁ νοῦς ὑπὸ τῶν νοητῶν πάσχει τῇ αἰσθήσει, ἀλλ᾿ ἡ μὲν ὑπὸ τῶν αἰσθητῶν διατίθεταί πως ἅτε διὰ σωματικῆς ὑπηρεσίας αὐτῶν ἀντιλαμβανομένη, ὁ δὲ ἀπαθὴς ὑπ᾿ αὐτῶν μένει, δῆλον καὶ ἐκ τοῦ τὴν μὲν αἴσθησιν ἀπὸ τῆς περὶ τὰ σφόδρα αἰσθητὰ ἐνεργείας μὴ δύνασθαι τῶν ἧττον αἰσθητῶν ἀντιλαμβάνεσθαι ὡς ἔχουσάν τι πάθος ἔτι παράμονον ἀπ᾿ ἐκείνων ἐγγενόμενον, τὸν δὲ νοῦν ἀπὸ τῶν σφόδρα νοητῶν μηδὲν ἧττον, ἢ καὶ μᾶλλον νοεῖν τὰ ἔλαττον νοητά, ὡς ἂν ἐν τῷ προγεγυμνάσθαι περὶ αὐτὰ ἑτοιμότερον πρὸς τὰς οἰκείας ἐνεργείας γεγονότα. καὶ ἐπεί ἐστιν ὁ κατ᾿ ἐνέργειαν νοῦς οὐδὲν ἄλλο ἢ τὸ εἶδος τὸ νοούμενον, ὥσπερ καὶ ἐπὶ τῆς αἰσθήσεως ἐδείχθη, ὁ ἐν ἕξει νοῦς (οὗτος δέ ἐστιν ὁ νοεῖν ἐπ᾿ αὐτοῦ δυνάμενος καὶ τὰ τῶν νοητῶν εἴδη λαμβάνειν καθ᾿ αὑτά), οὗτος ἤδη δύναται καὶ αὑτὸν νοεῖν. ἐπεὶ γὰρ τὸ νοούμενον εἶδος αὐτός ἐστιν, εἴ γε νοῶν ὃ νοεῖ γίνεται, ὁ ἄρ᾿ ἕξιν ἔχων τοῦ τὰ εἴδη νοεῖν, οὗτος ἕξιν καὶ δύναμιν ἔχει τοῦ νοεῖν ἑαυτόν. ὃ γὰρ δύναται νοεῖν, τοῦτο αὐτὸ αὐτὸς νοῶν γίνεται, καὶ ἔστιν ὅταν νοῇ προηγουμένως μὲν καὶ καθ᾿ αὑτὸν νοῶν τὸ νοητὸν εἶδος, κατὰ συμβεβηκὸς δὲ ἑαυτὸν τῷ συμβεβηκέναι αὐτῷ, ὅταν νοῇ, γίνεσθαι ἐκεῖνο, ὃ νοεῖ. πρὸ μὲν οὖν τοῦ κατ᾿ ἐνέργειαν τὸν νοῦν νοεῖν πρὸς ἄλληλά ἐστι τὸ νοοῦν τε καὶ τὸ νοούμενον καὶ ἀντικείμενα ἀλλήλοις ὡς τὰ πρός τι, ὅταν δὲ ἐνεργῶσιν, ἓν γινόμενα παύεται τῆς ἀντιθέσεως. οὐδὲ γὰρ ἐφαρμόζειν αὐτοῖς οἷόν τέ ἐστι τὸν τοῦ πρός τι λόγον. διὸ ὁ κατ᾿ ἐνέργειαν νοῦς ὁ αὐτὸς γινόμενος τῷ νοητῷ εὐλόγως αὑτὸν λέγεται νοεῖν. ὁ μὲν οὖν νοῦς ὁ κατ᾿ ἑνέργειαν αὑτὸν νοεῖ. ὃ γὰρ νοεῖ, τοῦτο αὐτὸς γίνεται. τὰ γὰρ εἴδη χωρὶς ὕλης νοεῖ. οὐ γὰρ τόδε, ἀλλὰ [*](4 ἐνεργοῦσα] wenn sie wirkend gemacht (?) wird 5— 6 ὁ κατ᾿ — τὰ νοήματα] entsteht der Intellect in actu bei der Erkenntniss der Wissenschaften von irgend einer Seite und der Erreichung (Ableitung?) der einen aus der anderen; vorher warem sie gesammelt, gemengt ruhend 11—12 ὡς—ἐγγενόμενον] weil nach seiner Trennung von den starken Sinnesobjekten ein Rest von einer Spur derselben in ihm bestehen bleibt 13—14 ὡς ἂν—γεγονότα] wenn er nämlich mit jenen begonnen hat, so wird er in seinen Tätigkeiten, die ihn specificiren, mehr übergehend (i. e. fortschreitend) 16 ὁ ἐν ἕξει νοῦς] der lntellect in actu 23—24 πρὸ—νοεῖν] Ehe der Begreifende (Intellect) in actu begriffen hat) [*](1 ἀνάλογος Freudenthal, sed cf. Ind. 3 ἀπολείπεσθαι] ολ in lit. V τὴν del. Freudenthal 4 „περὶ τοῦ κατ᾿ ἐνέργειαν νοῦ“. ἐνεργοῦσα δὲ Va ἧδε V: ἤδη Ka 6 ἡρεμοῦντα V ut solet. K νοήματα Ka: νόημα V 11 παράμονον V: παραμένον K: παρὰ μένον a 12 τῶν ex. Vict.: τοῦ VKa ἧττον] ττ in lit. V 13 προγεγυμνᾶσθαι a 14—87, 1 καὶ ἐπεί—προείρηται Ps. Al. in Ar. met. 672, 1631 15—16 ὁ ὑφ᾿ αὑτοῦ νοεῖν δυνάμενος Ps. Al. 16 ἐδίχθη a 18 καὶ αὐτὸν VKa 29 αὐτὸ Ps. Al.)
87
τὸ τῷδε εἶναι νοεῖ, ὡς προείρηται. οὐκέτι δὲ ὁμοίως ἡ κατ᾿ ἐνέργειαν αἴσθησις αὑτῆς αἰσθάνεσθαι λέγεται, καίτοι καὶ αὐτὴ τὰ εἴδη τῶν αἰσθητῶν λαμβάνουσα, ὅτι αἰσθάνεται μὲν ὧν αἰσθάνεται ὡς ὄντων ἐν ὕλῃ (τοῦδε γὰρ ἡ αἴσθησις), οὐ γίνεται δὲ αὐτὴ τῷ αἰσθητῷ ἡ αὐτή, ὅτι μὴ ὡς ὕλη τὸ εἶδος λαμβάνει. καὶ γὰρ τὰ ἔνυλα εἴδη καὶ αἰσθητὰ ἄλλως μὲν ἡ αἴσθησις, ἄλλως δὲ ὁ νοῦς κρίνει. ἔστι μὲν γὰρ ἐπὶ τῶν τοιούτων καὶ ὅλως ἐπὶ τῶν συνθέτων ἐξ ὕλης τε καὶ εἴδους ἄλλο τὸ τόδε τι, καὶ ἄλλο τὸ τῷδε εἶναι. οὐ γὰρ ταὐτόν ἐστι χαλκὸς καὶ τὸ εἶναι χαλκῷ· χαλκὸς μὲν γὰρ τὸ συναμφότερον, τὸ δὲ χαλκῷ εἶναι οὐ κατὰ τὸ συναμφότερον ἔτι, ἀλλὰ κατὰ τὸ εἶδός τε καὶ τὸν λόγον, ὃς ἐν τῇ ὑποκειμένῃ ὕλῃ γενόμενος ἐποίησεν χαλκὸν αὐτήν. οὔσης δὴ ἐν τοῖς αἰσθητοῖς ταύτης τῆς διαφορᾶς, ἡ μὲν αἴσθησις τοῦ συναμφοτέρου ἐστὶ κριτική (τοῦ γὰρ εἴδους ὡς ἐν ὕλῃ ὄντος τὴν ἀντίληψιν ποιεῖται· διὸ καὶ πᾶν τὸ αἰσθητὸν τόδε τί ἐστι καὶ καθ᾿ ἕκαστον, τὸ γὰρ συναμφότερον τοιοῦτον), ὁ δὲ νοῦς τοῦ εἴδους καὶ τοῦ λόγου καθ᾿ ὅν ἐστι τόδε τι θεωρητικός ἐστι. διὸ οὐ τοῦδε, ἀλλὰ τοιοῦδε, καὶ οὐ τοῦ καθέκαστα, ἀλλὰ τοῦ καθόλου. κατὰ γὰρ τὸν λόγον πάντα τὰ ὁμοειδῆ ἀλλήλοις εἰσὶν ὁμοειδῆ τὸν αὐτὸν ὄντα, οὗ ἐστιν ὁ νοῦς θεωρητικός· ἐφ᾿ ὧν μὲν οὖν ἄλλο ἐστὶ τὸ τόδε καὶ τὸ τῷδε εἶναι, ἐπὶ τούτων ἄλλη μὲν ἡ γνωστικὴ δύναμις τοῦδε (ἡ γὰρ αἴσθησις), ἄλλη δὲ ἡ τοῦ τῷδε εἶναι (ὁ γὰρ νοῦς), ἐφ᾿ ὧν δὲ ταὐτὸν τὸ τόδε καὶ τὸ τῷδε εἶναι (τοῦτο δέ ἐστιν ἐπὶ τῶν εἰδῶν τῶν χωρὶς ὕλης), τούτων νοῦς μόνος ἐστὶ θεωρητικός. οὐδὲν γὰρ τῶν τοιούτων αἰσθητὸν ἔτι. πᾶν γὰρ τὸ αἰσθητὸν ἔνυλόν τε καὶ σύνθετον.

Τὰ μὲν οὖν τῶν συνθέτων τὸ τί ἦν εἶναί τε καὶ τὰ τούτων εἴδη ὁ νοῦς αὑτῷ νοητὰ ποιεῖ χωρίζων αὐτὰ τῶν σὺν οἷς αὐτοῖς τὸ εἶναι. εἰ δέ τινά ἐστιν εἴδη, ὡς τὰ καθ᾿ αὑτά, χωρὶς ὕλης τε καὶ ὑποκειμένου τινός, ταῦτα κυρίως ἐστὶ νοητά, ἐν τῇ οἰκείᾳ φύσει τὸ εἶναι τοιαῦτα ἔχοντα, ἀλλ᾿ οὐ παρὰ τῆς τοῦ νοοῦντος αὐτὰ βοηθείας λαμβάνοντα. τὰ δὲ τῇ οὑτῶν φύσει νοητὰ κατ᾿ ἐνέργειαν νοητά, δυνάμει γὰρ νοητὰ τὰ ἔνυλα. ἀλλὰ μὴν [*](1 κατ᾿ ἐνέργειαν om. 2 λέγεται] man kann sagen 5 τὸ εἶδος] die Formen 9 κατὰ] wegen 24 τὰ μὲν—τούτων εἴδη] Die Qualitäten der zusammengesetzten Dinge und ihre Formen 26 ὡς—αὑτά] welche für sich bestehen 27—28 ταῦτα —λαμβάνοντα] so sind diese allein im wahren Sinne intelligible ihrer Natur nach, welche sie specificirt, nicht insofern sie dies sich aneignen durch eine Hülfe, welche sie begreift (intelligent macht) 29 νοητά] in der Seele begriffen 29—88,1 ἀλλὰ μὴν—ἐνέργειαν νῷ] in dem Intellectuellen in actu ist das Begriffene und Begreifende ein und dasselbe Ding) [*](1 τῷ τόδε εἶναι Ka ὡς κτλ.] 83, 7 2 αὐτῆς Ka 5 καὶ τὰ αἰσθητὰ Ka 7 εἴδους ἄλλος Ka 8 τῷ εἶναι K 11 δκ K 15 οὐδὲ τοῦδε Ka 17 ὁμοειδὴ a 20 καὶ τῷ τῷδε Ka 21 μόνον Ka 24 „περὶ τοῦ κατ᾿ ἐνέργειαν νοητοῦ καὶ νοῦ καὶ τοῦ ἀΰλου εἴδους“. τὰ μὲν Va τὰ μὲν οὖν κτλ.] cf. p. 4, 4 25 αὑτῷ scripsi: αὐτῳ V: αὐτῶν Ka 28 τῷ νοοῦντος Ka αὐτῶν VKa 29 μὴν τῷ Ka)

88
τὸ κατ᾿ ἐνέργειαν νοητὸν ταὐτὸν τῷ κατ᾿ ἐνέργειαν νῷ, εἴ γε ταὐτὸν τὸ νοούμενον τῷ νοοῦντι. τὸ ἄρα ἄυλον εἶδος νοῦς ὁ κυρίως τε καὶ κατ᾿ ἐνέργειαν. καὶ ὁ νοῶν ἄρα τοῦτο νοῦν νοεῖ οὐ γινόμενον νοῦν ὅτε νοεῖται, ὡς ἐπὶ τῶν ἐνύλων εἰδῶν ἔχει, ἀλλὰ ὄντα νοῦν καὶ χωρὶς τοῦ ὑπὸ τοῦ νοῦ νοεῖσθαι. εἰ δὴ ὁ νοῶν νοῦς ἐν τῷ νοεῖν ὃ νοεῖ γίνεται, καὶ ὁ ἐν ἡμῖν νοῦς, οὗτος δέ ἐστιν ὁ καθ᾿ ἕξιν, ὅταν ταῦτα τὰ εἴδη νοῇ, ὁ αὐτὸς ἐκείνοις τότε γίνεται· ὁποῖα γάρ ἐστι κατὰ τὴν οἰκείαν ὑπόστασιν καὶ χωρὶς τοῦ νοεῖσθαι (ἁπλᾶ γὰρ τοιαῦτα), καὶ ἐν τῷ νοοῦντι αὐτὰ γίνεται. ὥσθ᾿ ὁ ταῦτα νοῶν νοῦς ὁ αὐτὸς αὐτοῖς, ὅτε νοεῖ, γίνεται. νοῦς δὴ ἐπὶ τούτων τό τε νοούμενον καὶ τὸ νοοῦν, καὶ ἄμφω τότε ταὐτό. ὅταν δέ γε τῶν ἐνύλων τι εἰδῶν νοῇ καὶ τὸ τί ἦν εἶναι ἐνύλου τινὸς λαμβάνῃ, οὐκέθ᾿ ὁ αὐτὸς πάντῃ γίνεται τῷ νοουμένῳ πράγματι, ὅτι τὸ μὲν νοούμενον ὑπ᾿ αὐτοῦ ἐπὶ ὕλῃ τινὶ τὸ εἶναι ἔχει, ὁ δ᾿ αὐτὸ ὡς κεχωρισμένον ὕλης λαμβάνει. διὸ τὸ τοιοῦτον εἶδος νοούμενον μὲν νοῦς ἐστι καὶ αὐτό, ἔξω δὲ τοῦ νοεῖσθαι γενόμενον οὐκέτι. ἔτι ὁ μὲν νοῦς χωρὶς ὕλης εἶδός τι, τὸ δὲ ἐν ὕλῃ τὸ εἶναι ἔχει. |

Ἐπεὶ δὲ ἐν πᾶσιν τοῖς γινομένοις τε καὶ συνεστῶσιν κατὰ φύσιν, ἐν [*](139v) οἷς ὕλη τίς ἐστιν, τὸ μέν τι ὕλη ἐστὶν ἐν ἐκείνῳ τῷ λαμβανομένῳ γένει (τοῦτο δέ ἐστιν, ὃ πάντα δυνάμει ἐστὶ τὰ ἐν ἐκείνῳ τῷ γένει), τὸ δέ τι ποιητικὸν τοῦ ἐν τῇ ὕλῃ γίνεσθαι ταῦτα ὧν ἐστι δεκτική (ὥσπερ καὶ ἐπὶ τῶν κατὰ τέχνην γινομένων ἔχον ὁρῶμεν· ἡ γὰρ τέχνη τοῦ τὸ εἶδος ἐν τῇ ὕλῃ γίνεσθαι τὴν αἰτίαν ἔχει), ἀναγκαῖον δοκεῖ καὶ ἐπὶ τοῦ νοῦ ταύτας εἶναι τὰς διαφοράς. καὶ ἐπεί ἐστιν ὑλικός τις νοῦς, εἶναί τινα δεῖ καὶ ποιητικὸν νοῦν, ὃς αἴτιος τῆς ἕξεως τῆς τοῦ ὑλικοῦ νοῦ γίνεται. εἴη δ᾿ ἂν οὗτος τὸ κυρίως τε καὶ μάλιστα νοητὸν εἶδος, τοιοῦτον δὲ τὸ χωρὶς ὕλης. ἐν πᾶσιν γὰρ τὸ μάλιστα καὶ κυρίως τι ὂν καὶ τοῖς ἄλλοις αἴτιον τοῦ εἶναι [*](1—2 εἴ γε—νοοῦντι om. 3 ὅτε νοεῖται om. 5 ἐν τῷ νοεῖν] in der Zeit, in der er begreift 6 ὅταν ταῦτα τὰ εἴδη νοῇ] wenn er die Formen begreift, mit denen keine Hyle vermengt ist 8 ἁπλᾶ—τοιαῦτα] und wenn sie auch einfach sind ἐπὶ τούτων om. 11 τι] einige καὶ τὸ—λαμβάνῃ] und wenn sein Entnehmen (was er entnimmt?) ein mit der Hyle verbundenes Ding ist 13 ἔχει] addit: damals ἐστι] wird 15 ἔτι ὁ—εἶδός τι] denn der Intellect besteht in (ist) irgend welchen (welche) Formen ohne Hyle 17—20 ἐπεὶ—δεκτική] da nun in allen Dingen, deren Sein (Werden?) und Bestehen in der (durch?) Natur, bei Allem was irgend eine Hyle hat, Etwas ist, welches Hyle ist in der entnommenen Gattung und dieses ist das Ding, welches Alles, was in jener Gattung in potentia [ist], ist, und irgend Etwas in actu, und das ist dasjenige, wodurch an der Hyle jene Dinge entstehen, welche die Hyle aufzunehmen pflegt 26 τὸ—ὂν] das, was in irgend einer Weise in Priorität im wahren Sinne ist τοῖς ἄλλοις] addit: was diesen Zustand hat) [*](1 κα|κατ sic V νοητὸν usque ad ἐνέργειαν om. Ka 3 νοεῖται Ka: νοεῖτε V 11 οὐκέτι ὁ Ka 12 ὅτι V: ἄρα Ka 13 ὁ scripsi: ὃ VKa 17 „περὶ τοῦ ποιητικοῦ νοῦ“. ἐπεὶ δὲ Va 18 ἐκείνῳ] lege ἑκάστῳ, ut Ar. de an. 3, 5 430a10 ἐπεὶ δ᾿ ὥσπερ ἐν ἁπάσῃ τῇ φύσει ἐστί τι τὸ μὲν ὕλη ἑκάστῳ γένει (τοῦτο δὲ ὃ πάντα δυνάμει ἐκεῖνα) λαμβανομένῳ] cf. ὡς ἀναγκαῖον μὲν πάντα τὸν λαμβανόμενον κηρὸν εἶναι μετὰ σχήματος 4, 11 εἰ πᾶν τὸ λαμβανόμενον τὰ τέτταρα ἐν αὑτῷ ἔχει 148r 26, 147 r 10 20 δεκτική] sc. ἡ ὕλη 23 δεῖ post ποιητικὸν (24) Ka)

89
τοιούτοις. τό τε γὰρ μάλιστα ὁρατόν, τοιοῦτον δὲ τὸ φῶς, καὶ τοῖς ἄλλοις τοῖς ὁρατοῖς αἴτιον τοῦ εἶναι ὁρατοῖς, ἀλλὰ καὶ τὸ μάλιστα καὶ πρώτως ἀγαθὸν καὶ τοῖς ἄλλοις ἀγαθοῖς αἴτιον τοῦ εἶναι τοιούτοις· τὰ γὰρ ἄλλα ἀγαθά τῇ πρὸς τοῦτο συντελείᾳ κρίνεται. καὶ τὸ μάλιστα δὴ καὶ τῇ αὑτοῦ φύσει νοητὸν εὐλόγως αἴτιον καὶ τῆς τῶν ἄλλων νοήσεως. τοιοῦτον δὲ ὂν εἴη ἂν ὁ ποιητικὸς νοῦς. εἰ γὰρ μὴ ἦν τι νοητὸν φύσει, οὐδ᾿ ἂν τῶν ἄλλων τι νοητὸν ἐγίνετο, ὡς προείρηται. ἐν γὰρ πᾶσιν ἐν οἷς τὸ μὲν κυρίως τί ἐστιν, τὸ δὲ δευτέρως, τὸ δευτέρως παρὰ τοῦ κυρίως τὸ εἶναι ἔχει. ἔτι, εἰ ὁ τοιοῦτος νοῦς τὸ πρῶτον αἴτιον, ὃ αἰτία καὶ ἀρχὴ τοῦ εἶναι πᾶσι τοῖς ἄλλοις, εἴη ἂν καὶ ταύτῃ ποιητικός, ᾑ αὐτὸς αἴτιος τοῦ εἶναι πᾶσι τοῖς νοουμένοις. καὶ ἔστιν ὁ τοιοῦτος νοῦς χωριστός τε καὶ ἀπαθὴς καὶ ἀμιγὴς ἄλλῳ, ἃ πάντα αὐτῷ διὰ τὸ χωρὶς ὕλης εἶναι ὑπάρχει. χωριστός τε γὰρ καὶ αὐτὸς καθ᾿ αὑτὸν ὢν διὰ τοῦτο. τῶν γὰρ ἐνύλων εἰδῶν οὐδὲν χωριστὸν ἢ λόγῳ μόνον τῷ φθορὰν αὐτῶν εἶναι τὸν ἀπὸ τῆς ὕλης χωρισμόν. ἀλλὰ καὶ ἀπαθής, ὅτι τὸ πάσχον ἐν πᾶσιν ἡ ὕλη καὶ τὸ ὑποκείμενον. ἀπαθὴς δὲ ὢν καὶ μὴ μεμιγμένος ὕλῃ τινὶ καὶ ἄφθαρτός ἐστιν, ἐνέργεια ὢν καὶ εἶδος χωρὶς δυνάμεώς τε καὶ ὕλης. τοιοῦτον δὲ ὂν δέδεικται ὑπ᾿ Ἀριστοτέλους τὸ πρῶτον αἴτιον, ὃ καὶ κυρίως ἐστὶ νοῦς. τὸ γὰρ ἄυλον εἶδος ὁ κυρίως νοῦς. διὸ καὶ τιμιώτερος οὗτος ὁ νοῦς τοῦ ἐν ἡμῖν τε καὶ ὑλικοῦ, ὅτι ἐν πᾶσιν τὸ ποιοῦν τοῦ πάσχοντος τιμιώτερον καὶ τὸ χωρὶς ὕλης τοῦ σὺν ὕλῃ. ὃν ὁ νοῶν νοῦς, ὅταν αὐτὸν νοῇ, ἐκεῖνός πως γίνεται, εἴ γε τὸ νοεῖν ἐν τῷ λαβεῖν τὸ εἶδος τὸ νοούμενον καὶ ὁμοιωθῆναι αὐτῷ, ἀναλόγως τῇ ἐπιστήμῃ, ἣ ὅταν ἐνεργῇ τὸ θεωρούμενον ὑπ᾿ [*](2—5 ἀλλὰ καὶ τὸ—ἄλλων νοήσεως] Ebenso ist das Ding, welches in Priorität und hauptsächlich gut ist, auch die Ursache, dass die anderen Dinge, welche dem Guten beigezählt werden (verwandt sind?), dem Guten beigezählt werden (auf — bezogen?). Denn alles Uebrige, was den Guten beigezählt. wird, erkennen und beurteilen wir als gut in seiner Richtung nach dieser Seite und durch sein Aufnehmen der Spuren desselben. Was also insbesondere im Wesen seines natürlichen Laufes Begriffenes ist, das ist notwendig die Ursache, dass die übrigen intelligibeln Dinge begriffen werden 7 κυρίως] im wahren Sinn und in der ersten Weise 8 τὸ δευτέρως—ἔχει] wird wegen dessen was in jenem Zustande in der ersten Weise ist, das zweite in jenem Zustande sein 10—11 εἴη ἂν—νοουμένοις] so ist er deshalb auch die Ursache, welche bewirkt, dass alle intelligibeln Dinge intelligibel sind 11 καὶ ante ἔστιν om 12 ἃ πάντα] Pp: und alle Dinge B: und welche alle Dinge (sic) 13 ὢν] er wird nämlich 15 πάσχον ἐν πᾶσιν] die Spur von jeder Sache aufnehmend 16 δὲ om. 17 ἐνέργεια—εἶδος] eine in actu vorhandene Form 21—23 ὃν ὁ— θεωρούμενον] nur dass der Intellect welcher begreift, wenn er es begreift, dasselbe wird in irgend einer Weise, da die intellectuelle Vorstellung das Entnehmen der intelligibeln Formen ist und das Richten [var. lect. der Zusammenhang mit ihr] nach ihr ist, und die Analogie dazu ist das Wissen, wenn es wirksam gewesen ist. Denn das durch es (Wissen? Form?) Gewusste ist zu jeder Zeit ein Wissen in actu) [*](4 αὐτοῦ VKa 7 τι νοητὸν om. Ka ὡς προείρηται] 88, 26 fortasse κυρίως ⟨καὶ πρώτως⟩ v. int. hebr. 11 τοῖς ἄλλοις νοουμένοις Ka 21 fortasse ὃν νοῶν ὁ νοῦς αὐτὸ νοῆ Ka 23 ᾖ ex. Vict.)
90
αὐτῆς ἑκάστοτέ ἐστιν αὐτή. ἡ γὰρ κατ᾿ ἐνέργειαν ἐπιστήμη τὸ θεωρούμενον. ἐπὶ μὲν οὖν τῶν ἐνύλων εἰδῶν, ὥσπερ εἶπον, ὅταν μὴ νοῆται τὰ τοιαῦτα εἴδη, οὐδέ ἐστιν αὐτῶν τι νοῦς, εἴ γε ἐν τῷ νοεῖσθαι αὐτοῖς ἡ τοῦ νοητοῖς εἶναι ὑπόστασις. τὰ γὰρ καθόλου καὶ κοινὰ τὴν μὲν ὕπαρξιν ἐν τοῖς καθέκαστά τε καὶ ἐνύλοις ἔχει. νοούμενα δὲ χωρὶς ὕλης κοινά τε καὶ καθόλου γίνεται, καὶ τότε ἐστὶ νοῦς ὅταν νοῆται. εἰ δὲ μὴ νοοῖτο, οὐδὲ ἔστιν ἔτι. ὥστε χωρισθέντα τοῦ νοοῦντος αὐτὰ νοῦ φθείρεται, εἴ γε ἐν τῷ νοεῖσθαι τὸ εἶναι αὐτοῖς. ὅμοια δὲ τούτοις καὶ τὰ ἐξ ἀφαιρέσεως, ὁποῖά ἐστι τὰ μαθηματικά. φθαρτὸς ἄρα ὁ τοιοῦτος νοῦς, τουτέστιν τὰ τοιαῦτα νοήματα. ἐν οἷς δὲ τὸ νοούμενον κατὰ τὴν αὑτοῦ φύσιν ἐστὶ τοιοῦτον, οἷον νοεῖται (ἔστι δὲ τοιοῦτον ὂν καὶ ἄφθαρτον), ἐν τούτοις καὶ χωρισθὲν τοῦ νοεῖσθαι ἄφθαρτον μένει, καὶ ὁ νοῦς ἄρα ὁ τοῦτο νοήσας ἄφθαρτός ἐστιν, οὐχ ὁ ὑποκείμενός τε καὶ ὑλικός (ἐκεῖνος μὲν γὰρ σὺν τῇ ψυχῇ, ἧς ἐστι δύναμις, φθειρομένῃ φθείρεται, ᾧ φθειρομένῳ συμφθείροιτο ἂν καὶ ἡ ἕξις τε καὶ ἡ δύναμις καὶ τελειότης αὐτοῦ), ἀλλ᾿ ὁ ἐνεργείᾳ τούτῳ, ὅτε ἐνόει αὐτό, ὁ αὐτὸς γινόμενος (τῷ γὰρ ὁμοιοῦσθαι τῶν νοουμένων ἑκάστῳ, ὅτε νοεῖται, ὁποῖον ἂν τὸ νοούμενον, τοιοῦτος καὶ αὐτὸς ὅτε αὐτὸ νοεῖ γίνεται), καὶ ἔστιν οὗτος ὁ νοῦς ὁ θύραθέν τε ἐν ἡμῖν γινόμενος καὶ ἄφθαρτος. θύραθεν μὲν γὰρ καὶ τὰ ἄλλα νοήματα, ἀλλ᾿ οὐ νοῦς ὄντα, ἀλλ᾿ ἐν τῷ νοεῖσθαι γενόμενα νοῦς. οὗτος δὲ καὶ ὡς νοῦς θύραθεν. μόνον γὰρ τοῦτο τῶν νοουμένων νοῦς καθ᾿ αὑτό τε καὶ χωρὶς τοῦ νοεῖσθαι. ἄφθαρτος δέ, ὅτι ἡ φύσις αὐτοῦ τοιαύτη. ὁ οὖν νοούμενος ἄφθαρτος ἐν [*](6—7 οὐδὲ ἔστιν ἔτι] so sind sie nichts 9—10 ὅμοια—μαθηματικά om. 11 νοήματα] Wissenschaften 14 τε καὶ om. 16—20 ἀλλ᾿ ὁ—νοήματα] der lntellect hingegen, welcher jenes Intelligible begreift, da er und jenes ein Ding werden 17—19 τῷ γὰρ—γίνεται] da die intellectuelle Vorstellung jedem einzelnen der intelligibeln Dinge durch seine Ausdauer var. lect. Verbindung] wird, wird, wenn er es begreift, von der Beschaffenheit jenes Begriffenen (sic), und das ist der Intellect, welchen wir erwerben, und der in uns entsteht, und den wir begreifen, weil er selbst Intellect ist. Wir eignen uns nämlich auch die anderen Wissenschaften an 20—91, 5 ἀλλ᾿ οὐ—νοούμενον τότε] aber wir eignen sie uns nicht an, weil sie an sich Intellect sind, sondern sie werden Intellect, wenn sie begriffen werden, jenen aber eignen wir uns an, weil er selbst ebenfalls Intellect ist, denn dieser Gegenstand allein unter den andern intelligibeln Gegenständen ist selbst lntellect, auch wenn er nicht begriffen wird, und seine Natur ist eine Natur, die nicht das Vergehen aufnimmt, und der Intellect, welcher ihm in uns begreift (welchen er in uns begreift), vergeht nicht, sondern dieser Intellect ist derjenige, der in uns separat ist und nicht das Vergehen annimmt, welchen Aristoteles den angeeigneten Intellect nennt, der in uns von aussen entsteht, nicht die Kraft, welche in der Seele, die in uns ist, und nicht die Aneignung, durch welche oder durch [deren??] Kraft der Intellect die übrigen Dinge und auch diesen Intellect begreift, auch nicht die Wissenschaft, insofern sie Wissenschaft ist, ist unvergänglich, sondern das Intelligible von jener Beschaffenheit) [*](1 ἐστιν αὐτὸ Ka ἐπιστήμῃ a 2 ὥσπερ εἶπον] 88, 14 9 τῶ εἶναι K 11 αὐτοῦ VKa 18 ἦ Ka 19 θύραθέν τε καὶ Ka 21 γινόμενα Ka 23 ὁ οὖν νοούμενος κτλ.] hoc dicere videtur: animus aeternus, qui in nobis cogitatur, hic est (quem modo descripsi): plane autem diversus est a facultate nostrae ipsius animae)
91
ἡμῖν νοῦς οὖτός ἐστιν, ὅτι χωριστός τε ἐν ἡμῖν καὶ ἄφθαρτος νοῦς, ὃν καὶ θύραθεν Ἀριστοτέλης λέγει, νοῦς ὁ ἔξωθεν γινόμενος ἐν ἡμῖν, ἀλλ᾿ οὐχ ἡ δύναμις τῆς ἐν ἡμῖν ψυχῆς, οὐδὲ ἡ ἕξις, καθ᾿ ἣν ἕξιν ὁ δυνάμει νοῦς τά τε ἄλλα καὶ τοῦτον νοεῖ. ἀλλ᾿ οὐδὲ τὸ νόημα ὡς νόημα ἄφθαρτον διὰ τὸ νοούμενον τότε. διὸ οἷς μέλει τοῦ ἔχειν τι θεῖον ἐν αὑτοῖς, τούτοις προνοητέον τοῦ δύνασθαι νοεῖν τι καὶ τοιοῦτον.

Εἰ δὲ ὅ τε νοῦς καὶ ἡ κατὰ τοῦτον ἐνέργεια λήψει τῶν νοητῶν εἰδῶν χωρὶς ὕλης καὶ ὁμοιώσει τῇ πρὸς αὐτά γίνεται (γίνεται δὲ καὶ ἡ κατ᾿ ἐνέργειαν αἴσθησις καὶ αὐτὴ κατὰ λῆψιν τῶν αἰσθητῶν εἰδῶν καὶ ὁμοίωσιν τὴν πρὸς αὐτά, ὡς δέδεικται), εἴη ἂν ἡ ψυχὴ τὰ ὄντα πως πάντα, εἴ γε πάντα μὲν τὰ ὄντα διῄρηται εἴς τε αἰσθητὰ καὶ νοητά, ἔστι δὲ ἑκάστῳ τῶν ὄντων κατὰ τὸ εἶδος τὸ εἶναι, ὁ δὲ νοῦς καὶ ἡ αἴσθησις πάντων τῶν εἰδῶν εἰσιν δεκτικά, ὁ μὲν τῶν νοητῶν, ἡ δὲ τῶν αἰσθητῶν. εἰ μὲν οὖν μεθ᾿ ὕλης ἐδέχετο ἡ ψυχὴ τὰ εἴδη, ἁπλῶς ἂν ἐγίνετο πάντα τὰ ὄντα, ἐπεὶ δὲ οὐ μεθ᾿ ὕλης, ἀλλὰ ἄνευ ταύτης, τὰ δὲ πράγματα σὺν ταύτῃ τὸ εἶναι ἔχει πως, ἔσται ἡ αὐτὴ πᾶσιν τοῖς οὖσιν οὐχ ἁπλῶς· καθόσον γὰρ τὰ εἴδη δέχεται αὐτῶν, ταῦτα δέ πώς ἐστι τὰ πράγματα τῷ κατὰ ταῦτα αὐτοῖς εἶναι μάλιστα τὸ εἶναι. οὐχ ὡς ἀθρόων δὲ τῶν πραγμάτων τῆς ψυχῆς οὔσης, ἀλλὰ κατὰ μέρος ὁμοιοῦσθαι αὐτῶν ἑκάστῳ δυναμένης, [*](140r) οὕτως ἡ ψυχὴ τὰ ὄντα πως πάντα ἐστί τε καὶ γίνεται· ἑκάστοτε μὲν γάρ, οὗ αἰσθάνεται καὶ ὃ νοεῖ, ἐκεῖνό πως γίνεται, τῷ δὲ ἄλλοτε ἄλλα ταῦτα εἶναι καὶ δύνασθαι πᾶν τὸ ὂν ἢ νοηθῆναι ἢ ὑπὸ αἴσθησιν πεσεῖν, τούτῳ πάντα γίνεται. λέγοιτο δ᾿ ἂν οὐ περὶ πάσης ψυχῆς ταῦτα, ἀλλὰ τῆς τελεῖου λείου, ἥτις πρὸς τῇ αἰσθήσει καὶ τὸν νοῦν ἔχει. οἱ μὲν οὖν ἀρχαῖοι τὴν ψυχὴν πάντα ἔλεγον εἶναι τὰ πράγματα τῷ ποιεῖν αὐτὴν ἐκ τῶν ἀρχῶν, ἐξ ὧν καὶ τὰ ὄντα πάντα αὐτοῖς ἦν, τὰ δὲ νῦν εἰρημένα περὶ ψυχῆς [*](5—6 διὸ—καὶ τοιοῦτον om. 7 ὅ τε—ἐνέργεια] der Intellect in actu 14 ἁπλῶς] schlechtweg 15—20 τὰ δὲ πράγματα—τε καὶ γίνεται] die Existenz der Dinge aber in irgend einer Weise mit der Hyle ist, so ergiebt sich, dass die Seele nicht alle Dinge schlechtweg ist, sondern insofern sie deren Formen aufnimmt, und die Formen von irgend einer Seite die Gegenstände selbst sind, ich meine, dass durch die Formen insbesondere sie sind, was sie sind; und wenn [auch?] die Seele nicht alle Gegenstände überhaupt aufnimmt, aber im Stande ist, dass sie sich richte nach (ausdehne über) jedem einzelnen Teil davon: so ist die Seele in dieser Weise alle vorhandenen Dinge und wird alle vorhandenen Dinge 22—23 τούτῳ πάντα γίνεται] so wird sie auf diese Weise alle Dinge 26 ἦν] addit: nach ihrer Ansicht) [*](1 ὅτι γωριστός τε—γινόμενος ἐν ἡμῖν ut lemma marginale delevi 2 οὐχ ἡ V: οὐ Ka 4 τοῦτο νοεῖ Ka διὰ τὸ] fortasse ἀλλὰ τὸ cf. int. hebr. 5 τότε] fortasse τοιοῦτον cf. int. hebr. ipsa cogitatio non est aeterna, sed id, quod cogitatur tale (i. e. aeternum) est αὐτοῖς VKa μέλει ex. Vict: μέλλει VKa 7 „ὅτι ἡ ψυχὴ τὰ ὄντα πώς ἐστιν πάντα“. εἰ δὲ Va 8 γίνεται γίνεται m2, γίνεται m1 V: γίνεται Ka 10 ὡς δέδεικται] 38, 20 14 ἁπλῶς γρ. m2 in mg. ἄλλως m1 V: ἄλλως Ka 16 πῶς m1, ᾖ΄ (sic) ὡδίπως in mg. m² V: πῶς Ka οὐ ἁπλως a γὰρ] i. e. λέγω cf. Ind. 17 ἐστι m2 supra lineam, εἶναι m1 V: ἐστι Ka 20 — 23 ἑκάστοτε usque ad πάντα γίνεται om. Ka 22 ἢ νοηθῆναι ἢ scripsi: ἠ νοηθῆναι ἠ V)

92
ἔδειξεν οὐχ οὕτως αὐτὴν οὖσαν τὴν αὐτήν, τῷ ἐκ τῶν αὐτῶν αὐτοῖς ἀρχῶν γεγονέναι. οὕτως μὲν γὰρ οὐχ ἡ ψυχὴ μόνη πᾶσιν τοῖς οὖσιν ἡ αὐτή, ἀλλὰ καὶ εἴ τι ἄλλο σύνθετον ὂν ἐκ πασῶν τῶν ἀρχῶν συνέστηκεν. ἔτι τε ἀναγκαῖον οὕτως μέγεθός τι αὐτὴν εἶναι καὶ σῶμα, πρὸς δὲ τούτοις μηδὲ δύνασθαί τινι τῶν ὄντων οὕτως αὐτὴν εἶναι τὴν αὐτήν (εἴ γε ἐν τῇ ποιᾷ μὲν συνθέσει τε καὶ μίξει τῶν ἀρχῶν ἡ ἑκάστου τῶν πραγμάτων οὐσία), ἐπεὶ τῷ γε ἐκ τῶν αὐτῶν ἀρχῶν εἶναι πάντα ἂν ἦν ταὐτὰ ἀλλήλοις, μηδενὸς δὲ τῶν ἑτέρων τῆς ψυχῆς δύνασθαι εἶναι τὴν κρᾶσιν τε καὶ μῖξιν ἐν τῇ ψυχῇ. ἦν γὰρ ἂν ἐκεῖνο, ἀλλ᾿ οὐ ψυχή. ἀλλ᾿ ἔστιν ἡ ψυχὴ τοῖς οὕσιν οὕτως ἡ αὐτή τῷ δύναμις εἶναι τῶν εἰδῶν αὐτῶν ληπτικὴ κατά τε τὸ νοεῖν καὶ τὸ αἰσθάνεσθαι. ἐν τούτῳ γὰρ τῇ τοιαύτῃ ψυχῇ τὸ εἶναι.

Καὶ ὁ μὲν περὶ ψυχῆς λόγος, ὅ τε κοινὸς καὶ ὁ περὶ ἑκάστης τῶν κυριωτάτων δυνάμεων αὐτῆς, καὶ τίς ἡ τέλειος ψυχή, καὶ πῶς ἔχει πρὸς τὴν ἀτελῆ, ὡς ἐπὶ κεφαλαίων ἐκθέσθαι συντόμως ὑπὲρ τῆς καθόλου περιλήψεως τοιοῦτος· γνώριμος δὲ ἐκ τῶν εἰρημένων καὶ ἡ τάξις τῶν τῆς ψυχῆς δυνάμεων. τὴν μὲν γὰρ θρεπτικὴν ψυχὴν ἀναγκαῖον ἐν πᾶσιν τοῖς ἐμψύχοις εἶναι, εἴ γε ψυχῆς μὲν παρουσίᾳ πᾶν τὸ ζῶν ζῇ, ἀδύνατον δέ τι ζῆν χωρὶς τῆσδε τῆς δυνάμεως, εἴ γε τὸ ζῆν ὥρισται τῇ δι᾿ αὑτοῦ τροφῇ τε καὶ αὐξήσει, καθὰ τὰ φυτὰ τῶν ἄλλων σωμάτων διαφέροντα ζῆν καλεῖται. ταύτης δὲ τελειότης τῆς δυνάμεως τὸ γεννᾶν δύνασθαι· τὸ γὰρ σπέρμα τροφῆς περίττωμα. οὐ μὴν πᾶν τὸ ζῶν ἤδη καὶ αἴσθησιν ἔχειν ἀνάγκη. ὅσα γὰρ μὴ δεκτικὰ τῶν εἰδῶν χωρὶς ὕλης, οὐδὲ αἰσθητικά. τῶν δὲ φυτῶν οὐδὲν τοιοῦτον. τὰ μέντοι ζῷα ἀναγκαῖον αἴσθησιν ἔχειν. ὅσα γὰρ ζῶντα μὴ τῷ προσπεφυκέναι τινὶ ἀφ᾿ οὗ τρέφεται ζῇ, μηδὲ ἁπλῇ τινι τροφῇ, ὁποία ἡ τῶν φυτῶν, ταῦτα ἀναγκαῖον ἔχειν τὴν γευστικὴν αἴσθησιν, ὡς δύνασθαι διακρίνειν τά τε τρόφιμα τῶν προσφερομένων αὐτῷ καὶ τὰ μή. τῷ γὰρ [*](1 οὐχ οὕτως—τὴν αὐτήν] dass sie nicht die Gegenstände selbst ist 1—2 τῷ — γεγονέναι] weil sie zu den Principien selbst, von welchen jene Gegenstände kommen, gehöre 3—4 ἔτι τε ἀναγκαῖον] und es ergäbe sich 4—5 πρὸς—δύνασθαί] dabei wäre es nicht möglich 5 εἴ γε] da 7—9 ἐπεὶ— ἀλλ᾿ οὐ ψυχή] wenn nicht, so würden alle die Dinge teilweise zu einander passen, insofern (?) sie von ein und denselben Principien [herkommen], und es wäre unmöglich, dass die Mischung und die Mengung, welche sich in irgend einem Dinge finden, welche das Gegenteil der Seele sind, sich in der Seele befänden. Denn, wenn sie sich in ihr befänden, so wäre dieses Ding dann Nicht- Seele 14—15 ὡς ἐπὶ—τοιοῦτος] in allgemeiner kurzer Methode gemäss dem, was von ihr begriffen werden kann im Allgemeinen 15 δὲ om. 18 ὥρισται] wird erneuert (entsteht?) 19 καθὰ— καλεῖται] und dies sind die zwei Dinge, welche die Pflanze mehr hat, als die übrigen Dinge, und man sagt, sie sei lebend 22 τῶν δὲ—τοιτοῦτον] Es ist aber nicht die Weise irgend einer Pflanze, die Aufnahme dessen) [*](6 μὲν] δὲ non sequitur; sed totum enuntiatum genuinam formam non videtur servasse, cf. δύνασθαι v. 8 μίξει] ξει in lit. V 9 ἀλλ᾿ οὐ Ka: ἄλλου V 15 „ἡ τάξις τῶν τῆς ψυχῆς δυνάμεων“. γνώριμος δὲ Va 17 ζῶον a 18 αὐτοῦ Va 19 φυτὰ addidi, cf. interpr. hebr. σωμάτων] exspectas ζώντων 20 γεννᾷν a περίπτωμα a 25 ἔχην a 26 τὰ ante μὴ om. a)

93
ἔξωθεν εἶναι καὶ κεχωρισμένον τὸ τρέφον, καὶ μὴ πᾶν τρέφειν δεῖ τὰ μέλλοντα τῷ τοιούτῳ τρέφεσθαι αἴσθησιν ἔχειν τῶν τρεφόντων τε καὶ μή, ὅπως τὰ μὲν λαμβάνῃ, τὰ δὲ ἀποστρέφηται. τὰ δὲ γεῦσιν ἔχοντα καὶ ἁφὴν ἔχει. ἁφὴ γάρ τις καὶ ἡ γεῦσις. ἀλλὰ καὶ πρὸς σωτηρίαν τοῖς πορευτικοῖς τῶν ζῴων ἡ ἁφὴ συνεργεῖ. ἐν γὰρ τῇ μεταστάσει περιπίπτοντα ἄλλοις σώμασιν, ὧν τὰ μὲν φθαρτικά ἐστιν αὐτῶν, τὰ δὲ σωστικά, εἰ μὴ διακρίνειν οἷά τε ἦν ταῦτα, ὡς ἀποστρέφεσθαι μὲν τὰ φθαρτικά, προσίεσθαι δὲ τὰ σωστικά, ῥᾳδίως ἂν διεφθείρετο καὶ ἦν ἂν αὐτοῖς πρὸς κακοῦ ἡ κίνησις ἡ κατὰ τόπον γινομένη. οὐδὲν δὲ τοιοῦτον τῶν κατὰ φύσιν. εἰ δὲ ἀναγκαῖον πᾶν ζῷον ἁπτικὴν αἴσθησιν ἔχειν, οὐχ οἷόν τε δὲ τῶν ἁπτῶν τινος αἰσθέσθαι δι᾿ ἁπλοῦ τινος σώματος (οὐδενὸς γὰρ ἐκεῖνα τῶν οἰκείων αὐτοῖς αἰσθητῶν τῷ ἅπτεσθαι ἀντιληπτικά, ἀλλὰ τὰ μὲν τρία διά τινος μεταξὺ αἰσθάνεται, ὡς δέδεικται, ἡ δὲ γῆ παντάπασιν ἀναίσθητος καθ᾿ αὑτήν), ἀδύνατον τὸ τοῦ ζῴου σῶμα ἁπλοῦν εἶναι. ἡ γὰρ ἁφή, ἐν μεσότητι οὖσα ὧν αἰσθάνεται, τῷ πασῶν τῶν ἁπτῶν ἐναντιώσεων αἰσθάνεσθαι ἐν τῇ πάντων τῶν ἁπτῶν μεσότητί τε καὶ μίξει τὸ εἶναι ἔχει, τοιοῦτόν ἐστιν ἡ σὰρξ καὶ ἐν τοῖς οὐκ ἔχουσιν ταύτην τὸ ἀνάλογον αὐτῇ. αὗται μὲν οὖν ἀναγκαῖαι αἰσθήσεις τοῖς ζῴοις πρὸς τὸ εἶναι. διὸ καὶ χωρὶς τούτων ἀδύνατόν τι ζῷον εἶναι. αἱ δὲ λοιπαὶ τρεῖς οὐ πρὸς τὸ εἶναι οὕτως ἔτι, ἀλλὰ πρὸς τὸ εὖ εἶναι συνεργοῦσιν. διὸ οὐδὲ πάντα αὐτῶν μετέχει, ἀλλ᾿ ὅσα ἤδη τελειότερα. τοιαῦτα δὲ τὰ πορευτικά. ταῦτα γᾶρ δεῖται οὐ μόνης τῆς πρὸς τὰ προσπίπτοντα αὐτοῖς μένουσιν αἰσθήσεως, ἀλλὰ καὶ τοῦ ἄποθέν τινων αἰσθανόμενα τὰ φθαρτικὰ αὐτῶν φυλάσσεσθαι. διὸ διά τινος μεταξὺ ἡ τούτων αἴσθησις αὐτοῖς καὶ ἐξ ἀποστήματος γίνεται. τῆς δὲ αἰσθητικῆς ψυχῆς καὶ ἡ φανταστική, καὶ ἑπομένη ταύτῃ, ὡς προείρηται. τῆς [*](1 καὶ μὴ πᾶν τρέφειν] aber nicht ganz ernährend 1—2 δεῖ—καὶ μή] es bedarf also dasjenige, dessen Weise die Ernährung ist eines derartigen, demit es wahrnehme, was ernährt und was nicht ernährt 4—5 ἀλλὰ καὶ—συνεργεῖ] auch des Tastens bedarf das Thier, welches schnell ist in seiner Rettung, denn darin hat es ebenfalls eine Hilfe für die Schnelligkeit [der Bewegung] 9—14 εἰ δὲ ἀναγκαῖον—αὑτήν] Da sich nun mit Notwendigkeit ergiebt, dass jedes Thier einen Sinn hat, so hat es den Tastsinn, und es ist unmöglich, dass es eines der tastbaren Dinge an einem der einfachen Körper betaste, denn mit (unter) jenen Sinnen [ita se arab. interpretationis „Körper“ emendasse int. hebr. profitetur] wird kein Ding von den sinnlich Wahrnehmbaren, welche ihnen eigentümlich sind, mit Tasten wahrgenommen, sondern die drei von ihnen nehmen ein Ding wahr durch ein anderes Ding, wie erläutert worden ist; die Erde aber ist gänzlich ausserhalb [Betracht], als dass sie auf den Sinn in ihrem Wesen bezogen werden könnte 16 μεσότητί] Gleichsein, Ausgleichung 17 ἐν τοῖς—ταύτην om. 20—21 ἀλλ᾿ —τελειότερα] sondern es wird dadurch das vollkommenere Thier specificirt 23 φυλάσσεσθαι] fliehe und sich hüte) [*](1 τρεφεῖν V 10 ἁπτικὴν scripsi: ἁπτὴν Va 11 ante οὐδενὸς colon excidit, fortasse δι᾿ ἁπλοῦ τινος σώματος (〈ἐνεργεῖ δὲ τὰ ἄλλα αἰσθητήρια δι᾿ ἁπλοῦ τινος σώματος·〉 οὐδενὸς γὰρ ἐκεῖνα 12 αἰσθητῶν] supra θ paululum erasum V 13 ὡς δέδεικται] 58,5sq. ἡ δὲ γῆ κτλ.] cf. Alex. de sens. 83,3sq. (Thurot) 25 ὡς προείρηται] 66,9sq.)
94
αὐτῆς δὲ καὶ ὁρμητική τε καὶ ὀρεκτική, οὖσαι μετὰ τὴν φανταστικήν. πᾶσαι γὰρ αὗται μία οὖσαι κατὰ τὸ ὑποκείμενον, ταῖς διαφοραῖς τῶν δυνάμεων αὐταῖς διῄρηνται. ἔστι δὲ ἐπὶ ταύταις ἡ λογικὴ ψυχή τε καὶ δύναμις, ἐσχάτη τε καὶ ἐπὶ πάσαις ταῖς ἄλλαις δυνάμεσιν καὶ τοῖς τελείοις τῶν ζῴων μόνοις ὑπάρχουσα, καὶ οὐδὲ τούτοις ἐκ γενετῆς, ἀλλὰ προϊοῦσιν κατὰ τὸν χρόνον.

Ποῦ δέ ἐστιν τὸ ἡγεμονικὸν τῆς ψυχῆς καὶ ἐν τίνι μορίῳ τοῦ σώματος καὶ πότερον ἐν ἑνὶ ὑποκειμένῳ κατ᾿ ἀριθμὸν πᾶσα ἡ ψυχὴ κατὰ τὰς δυνάμεις μόνον καὶ κατὰ τὸν λόγον ἔχουσα τὰς διαφοράς, ἢ καὶ κατὰ τόπον εἰσὶν ἀλλήλων αἱ τῆς ψυχῆς δυνάμεις κεχωρισμέναι, ἄξιον ἐπὶ τούτοις ἰδεῖν. εἰ δὴ ἐν πᾶσιν, ἐν οἷς τὸ μέν τί ἐστι τελειότερον, τὸ δὲ ἀτελέστερον, προσθήκῃ τινὶ τὸ ἀτελὲς γίνεται τέλειον, ἡ δὲ προσθήκη τῷ προϋπάρχοντι προστιθεμένου τινὸς γίνεται, ἔστι δὲ καὶ ἐν τῇ ψυχῇ ἡ προειρημένη διαφορά, δεῖ καὶ ἐπὶ τῆς ψυχῆς, ἐν ᾧ ἡ ἀτελής, ἐν τούτῳ εἶναι [*](140v) καὶ τὴν τέλειον, εἴ γε κατὰ ἐπίδοσίν τινα καὶ προσθήκην τὸ ἀτελὲς γίνεται τέλειον. ἔστι δὲ τῶν τῆς ψυχῆς δυνάμεων ἡ θρεπτικὴ δύναμις ἀτελεστέρα. ἐν ᾧ ἄρα ἡ θρεπτικὴ δύναμις, ἐν τούτῳ καὶ αἱ τελειότεραι. ἀλλὰ μὴν περὶ τὴν καρδίαν ἡ θρεπτικὴ ψυχή, εἴ γε τοῦ μὲν ζῆν ἥδε αἰτία, τῷ δὲ ζῆν ὕλη ὑγρότης τε καὶ θερμότης, τοιοῦτος δὲ ὁ περὶ τὴν καρδίαν τόπος μάλιστα, ὡς προείρηται. ἔτι ὡς ἐπὶ τῶν φυτῶν, εὔλογον καὶ ἐπὶ τῶν ἄλλων ἐμψύχων ἔχειν. ἐν δὲ τοῖς φυτοῖς ὅθεν ἡ ἀρχὴ τῆς αὐξήσεως, ἐν τούτῳ καὶ ἡ θρεπτικὴ ψυχή· διὸ μεταξὺ δοκεῖ εἶναι ῥίζης τε καὶ καυλοῦ ἥδε ἡ δύναμις ἐν αὐτοῖς. ὥστε εἴη ἂν καὶ ἐπὶ τῶν ζῴων ἐν τούτῳ ἡ θρεπτικὴ ψυχή, ὅθεν αὐτοῖς ἡ ἀρχὴ τῆς αὐξήσεως. ἀπὸ καρδίας δὲ ἐν αὐτοῖς ἡ τῆς αὐξήσεώς τε καὶ τροφῆς εἰς πᾶν τὸ σῶμα χορηγία. καὶ ἡ θρεπτικὴ ἄρα δύναμις ἐν ταύτῃ ἢ ἐν τῷ ἀνάλογον ταύτῃ. τοῦ δὲ τὴν χορηγίαν τοῖς ζῴοις τῆς τροφῆς ἀπὸ ταύτης εἶναι σημεῖον αἱ φλέβες αἱ τῆς τροφῆς τουτέστι τοῦ αἵματος διάκονοι (ἐσχάτη γὰρ τροφὴ τὸ αἷμα)· αὗται γὰρ διὰ μὲν τῶν ἄλλων μερῶν τοῦ σώματος διαπεφύκασιν, ἐκ δὲ τῆς καρδίας ἐκπεφύκασιν ὡς ἐκ ταύτης τὴν ἀρχὴν ἔχουσαι τῆς βλαστήσεως. [*](3 ψυχή τε καὶ om. 5—6 καὶ οὐδὲ— χρόνον] und dessen Existenz nicht in dieser Art der Thiere von damals geboren worden (von damals, wo es geboren worden ist?), sondern nach längerer Zeit 7 ποῦ δέ ἐστιν] wo sei 14—15 ἐν ᾧ—τέλειον] dass in dem Ding, worin der Mangel in ihr [liegt], auch die Vollkommenheit bestehen wird 16 ἀτελεστέρα] die mangelhafteste 20 ἔτι] also 22 καυλοῦ] ihren Zweigen 24—25 δὲ ἐν αὐτοῖς om. 25 χορηγία] gelangt 26 ταύτῃ] dem Herzen) [*](1 fort. δὲ καὶ ἡ οὖσα a 3 διῄρηται a 5 ἐκ γενετῆς scripsi: ἐγγενητὴς m1, ἐκγενητὴν m2 V: ἐκ γενητὴς a 7 „περὶ τοῦ ποῦ τακτέον τὸ ἡγεμονικὸν τῆς ψυχῆς καὶ ἐν τίνι μορίῳ τοῦ σώματοςς“. ποῦ δέ Va ἐστιν V: τακτέον a 9 ἢ a: ἡ V 11 εἰδεῖν V 12 προσθήκη a 15 κατ᾿ a 16 ἀτελεστέρα a: ἀτελέστερ (sic) V 16—17 ύναμις—ἡ θρεπτικὴ δύ in mg. suppl. m1 V 19 ὕλῃ Va 20 ὡς προείρηται] 39, 21—40, 3 cf. 49, 13. 22 77,10)

95
ὧν αἱ μέν τινες αὐτῇ διακονοῦνται πρὸς τὸ τὸ ἀκατέργαστον ἔτι καὶ ἄπεπτον αἷμα ἀπὸ τῶν περὶ τὸ ἧπαρ τόπων δεχομένῃ πέσσειν ἐν αὐτῇ, αἱ δὲ πρὸς τὴν τοὔμπαλιν μετὰ τὴν κατεργασίαν τε καὶ πέψιν ἐπὶ πᾶν τὸ σῶμα παραπομπήν. διὸ καὶ εὐρύτεραι μὲν περὶ τὴν καρδίαν, ἅτε ἔτι οὖσαι ἄσχιστοι, προϊοῦσαι δὲ εἰς τὸ πρόσθεν σχίζονταί τε εἰς πλείω καὶ εἰς στενότητα συνάγονται κατὰ τὸ τῆς διαιρέσεως πλῆθος. ἀλλὰ καὶ τὸ πρώτην φαίνεσθαι τὴν καρδίαν διηρθρωμένην τῶν ἄλλων μερῶν σημεῖον τοῦ μάλιστα καὶ πρώτην ταύτην τρέφεσθαί τε καὶ τὴν θρεπτικὴν δύναμιν ἔχειν ἐν αὑτῇ. τοῦ δὲ περὶ τὴν καρδίαν εἶναι τὴν ζωτικὴν καὶ θρεπτικὴν ψυχὴν σημεῖον καὶ τὸ ἐν τοῖς θανάτοις ταύτην τελευταίαν ἀποψύχεσθαι, ὥσπερ ἀναλυομένης τῆς φύσεως καὶ παλινδρομούσης ἐπὶ τὴν ἀρχὴν ἀπὸ τῶν ἐσχάτων τε καὶ ῥᾷον ἀπὸ τοῦ ζῆν μεθίστασθαι δυναμένων. ἐν τῇ καρδίᾳ δ᾿ ἂν ἡ ἀρχὴ τοῦ ζῆν εἶναι πιστεύοιτο καὶ καθόσον ἔδει μὲν ἐν τῷ ἀσφαλεστάτῳ τε καὶ δυσπαθεστάτῳ εἶναι αὐτὴν ὡς οἷόν τε. ἐν πᾶσι γὰρ ἡ φύσις τῆς τοῦ κατ᾿ αὐτὴν γινομένου σωτηρίας στοχάζεται. ἀσφαλέστατον δὲ τὸ μέσον. τοῦτο δέ ἐστιν ὁ θώραξ τε καὶ ὁ περὶ τὴν καρδίαν τόπος. ἀλλὰ καὶ καθόσον οὗτος ἐν μέσῳ ἐστὶ τῶν ὀργάνων τῶν τε δι᾿ ὧν τὴν τροφὴν λαμβάνομεν, καὶ τῶν, δι᾿ ὧν ἀποσκευαζόμεθα τὰ ἀπ᾿ αὐτῆς περιττώματα ἀμφοτέρων ἐχόντων τινὰ δυσχέρειαν, καὶ κατὰ τοῦτο εἴη ἂν ἐν τῷδε. ἔτι καὶ καθόσον ἐν μέσῳ ὢν πρὸς ἄμφω ἂν τὰ μέρη ὁμοίως ἔχοι καὶ ὁμοίως ἂν αὐτοῖς ἀμφοτέροις χορηγοῖ τῆς τροφῆς, καὶ οὐ τοῖς μὲν πλήσιον τοῖς δὲ πόρρω, καὶ κατὰ τοῦτο ἂν εἴη περὶ καρδίαν. καὶ γάρ ἐστιν ὁ μὲν θώραξ τὸ σῶμα τοῦ ζῴου, τὰ δ᾿ ἄλλα ὡς ὄργανα τούτου καὶ τῆς ἐν τούτῳ δυνάμεως τούτῳ προσπέφυκεν. διὸ εὐλόγως ἂν ἐν τούτῳ εἴη ἡ ἀρχὴ ἡ τοῖς ὀργάνοις χρωμένη. ἔτι δὲ καὶ καθόσον τὴν μὲν κοινὴν δύναμιν τοῖς ζῴοις πᾶσιν εὔλογον ἐν τῷ κοινῷ πᾶσιν αὐτοῖς εἶναι σώματι, κοινὴ δὲ δύναμις ἐν αὐτοῖς [*](1—3 διακονοῦνται—παραπομπήν] dienen ihm, indem sie in dasselbe giessen, was in ihnen an Blut ist, damit, wenn in dasselbe das Blut gelangt, dessen Kochen nicht gut ist und dessen Eintrocknung nicht bereitet ist, welches es getragen hat, von Seiten der Leber, es dasselbe eintrocskne und das Kochen bereite; und einige dienen ihm durch das Tragen (Verbreiten??) dieses Blutes, nachdem das Kochen desselben gut und das Eintrocknen bereitet ist, [damit] es dasselbe in alle übrigen Glieder des Körpers schicke 6—7 τὸ πρώτην—διηρθρωμένην] dass wir sehen, dass das Herz zuerst geschaffen und geläutert (ausgebildet) wird 9 τὴν ζωτικὴν—ψυχὴν] die lebende Seele, wir meinen das Leben und die Ernährung 10 ὥσπερ] weil 16 θώραξ] Ofen der Brust 17—19 τῶν τε δι᾿ ὧν—δυσχέρειαν] [zwischen den Organen], welche die Extremitäten sind, und in welche es die Ueberschüsse, welche aus ihm entstehen, wirft, die beiden Arten der Organe gemeinschaftlich etwas Uebles trifft (sic) 23 δυνάμεως] der Seele) [*](1 αὐτὴ a ἄπεπτον V: ἄπταιστον a 2 ἦπαρ a δεχομένῃ V: δεχομένη a 4 εὑρύτεραι a 5 εἰς στενότητα a: εἰ στενότητα V 8 ἀν a αὐτῇ Va 13 ἐν τῷ V ex. Vict.: αὐτῷ a 14 supra αὐτὴν litura V 20 ἔχει a 21 χορηγοοῖ V: χορηγεῖ a καὶ ἐν τοῖς a 24 ἡ ante τοῖς supra lin. V)
96
ἡ θρεπτική, σῶμα δὲ ὁ θώραξ (τὰ ἄλλα γὰρ τούτῳ προσπέφυκεν), ὥστε καὶ κατὰ τοῦτο ἂν ἡ τοῦ ζῆν ἀρχὴ περὶ τὸν θώρακα πᾶσιν εἴη. οὐκέτι γὰρ οὕτως κοινὰ τὰ ἄλλα. οὔτε γὰρ κεφαλὴ πᾶσιν κοινόν (ἔστι γὰρ ζῷά τινα χωρὶς τούτου τοῦ μέρους), ἀλλ᾿ οὐδὲ χεῖρες, ἢ πτέρυγες, ἢ πόδες. ἀλλ᾿ εἰ καὶ ἡ κατεργασία τῆς τροφῆς διὰ τοῦ θερμοῦ μάλιστα, εὔλογον ἐν τὸ πλεῖστον θερμόν, ἐν τούτῳ καὶ τὴν δύναμιν εἶναι τὴν θρεπτικὴν πρὸς τῷ οἰκείῳ ὀργάνῳ, ὡς ὁ μὲν κυβερνήτης πρὸς τοῖς οἴαξιν, ὁ δὲ χαλκεὺς πρὸς τοῖς χαλκευτικοῖς ὀργάνοις. καὶ ὅτι μὲν ἐν τῷ θώρακι καὶ περὶ καρδίαν ἥ τε θρεπτικὴ καὶ αὐξητική τε καὶ γεννητικὴ ψυχή, ἥν καὶ φυτικὴν καλοῦμεν, ἐκ τούτων καὶ τῶν τοιούτων ἂν δεικνύοιτο. ἀκόλουθον δέ, ἐν ᾧ τοῦτο, ἐν τούτῳ εἶναι καὶ τὴν αἰσθητικήν, ἐν οἷς εἰσιν αἱ δυνάμεις ἀμφότεραι. εἰ γὰρ εἶεν κεχωρισμέναι, οὐκέτ᾿ ἂν τὰ ἔχοντα ἀμφοτέρας τὰς δυνάμεις μίαν ἔχοι ψυχήν, ἀλλὰ πλείους. αὐτὴ γὰρ καθ᾿ αὑτὴν οὖσα ἡ θρεπτικὴ δύναμις ἐν τοῖς φυτοῖς ἔμψυχα αὐτὰ παρεῖχεν. ὥστε ἔσται καὶ ἐν τῷ ζῴῳ ἔμψυχον τὸ μόριον τὸ ταύτην τὴν δύναμιν ἔχον καθ᾿ αὑτό. εἰ δὲ τοῦτό, δῆλον ὅτι καὶ τὸ τὴν αἰσθητικὴν ἔχον πάλιν ἂν ἔμψυχον εἴη καθ᾿ αὑτό. οὕτως δὲ δύναιντ᾿ ἂν αἴδε αἱ δυνάμεις χωρίζεσθαι ἀπ᾿ ἀλλήλων, ὡς εἶναι ἐν τῷ ζῴῳ τὸ μέν τι τρεφόμενον μόνον καὶ διὰ τοῦτο ζῶν, τὸ δὲ αἰσθανόμενον μόνον, οὐκέτι δὲ καὶ τρεφόμενον. ἀλλὰ μὴν ἀδύνατον εἶναι τὴν αἰσθητικὴν χωρὶς τῆς θρεπτικῆς. οὐ γὰρ οἷόν τέ τι αἰσθάνεσθαι μέν, μὴ τρέφεσθαι δέ, ἢ τὴν θρεπτικὴν χωρὶς τῆς αἰσθητικῆς ἐν οἷς εἰσιν ἄμφω. οὗ σημεῖον τὸ φθειρομένης τῆς ἁφῆς μηδὲ ζῆν ἔτι δύνασθαι τὸ ζῷον. καίτοι, εἰ ἦν ἡ θρεπτικὴ κεχωρισμένη, φθαρείσης τῆς αἰσθητικῆς οἷόν τε ἂν ἦν ζῆν ἔτι τὸ ζῷον, ἔχον γε τὴν θρεπτικὴν δύναμιν, ἥτις ἦν τοῦ ζῶν χορηγός. ἔτι δέ, εἰ ἀναγκαῖον τὸ αἰσθητικὸν μὴ διεσπάσθαι, ἀλλ᾿ εἶναι τήνδε τὴν δύναμιν περὶ ταὐτό τι, προδήλως δὲ διὰ τῶν ἀνατομῶν εὑρίσκεται ἀρχὴ οὖσα ἡ καρδία τῆς τε ἁφῆς καὶ τῆς γεύσεως, εἶεν ἂν καὶ αἱ λοιπαὶ περὶ τὴν καρδίαν. καὶ γὰρ αἱ τρεῖς εἰ καὶ μὴ ἐξ εὐθείας πρὸς τὴν καρδίαν συντέτρηνται, ἀλλ᾿ ἔστιν ἡ ὁδὸς αὐταῖς διὰ τῆς κεφαλῆς. διὰ γὰρ [*](1 σῶμα] der gemeinschaftliche Körper τούτῳ προσπέφυκεν] sind nur um dessentwillen geschaffen 3 οὕτως om. addit: wie die Brust γὰρ ante κεφαλὴ om. καὶ om. 7 ὀργάνῳ] Organe 7—8 ὁ δὲ χαλκεὺς— ὀργάνοις] und die Ruderer neben den Ruderwerkzeugen 10 ἀκόλουθον] nötig 18 τὸ μέν τι] ein Teil seiner Glieder 23 καίτοι εἰ] denn wenn κεχωρισμένη] getrennt würde und für sich selbst getrennt würde (sic) 25 δέ om. 28 λοιπαὶ] übrigen Sinne 28—29 καὶ γὰρ—κεφαλῆς] denn die drei Sinne, obwohl sie zu dem Herzen nicht übergehen (Passage haben), haben doch einen Weg zu demselben vermittelst des Kopfes 29—97,1 διὰ γὰρ—καρδίαν om.) [*](1 fortasse σῶμα δὲ ⟨κοινὸν⟩ v. int. hebr. θῶραξ V ὥστε delevi 3 οὕτως τὰ κοινὰ a 8 καρδήαν a 9 τε ante καὶ om. a γενητικὴ a 17 αἱ supra lin. V 21 ἢ τὴν V: ἡ τὴν a 25 ἀναγκκαῖον a διεσπάσθαι a 29 αὐτῆς διὰ a fortasse κεφαλῆς πρὸς αὐτήν cf. int. hebr.)
97
τῆσδε | καὶ ταύταις ἡ ἄνοδος ὡς ἐπὶ ἀρχὴν τὴν καρδίαν. τοῦτό τοι καὶ [*](141r) ἐν τοῖς φόβοις καὶ ταῖς ὀργαῖς καὶ ὅλως ἐν τοῖς πάθεσιν τὴν ἀρχὴν ἀπὸ τῆς αἰσθήσεως ἔχει τοῦτο μάλιστα τὸ μόριον. προκινεῖταί τε γὰρ καὶ προπάσχει ὥσπερ ζῷόν τι ὂν ἐν ζῴῳ. ἀλλὰ καὶ εἰ μήτε τῶν ἀναίμων τι μορίων ἐστὶν αἰσθητικόν, ὡς ὀστᾶ, τρίχες, ὄνυχες, μήτε αὐτὸ τὸ αἷμά ἐστι τὸ ταύτην τὴν δύναμιν ἔχον, δῆλον ὡς τὸ πρῶτον ἔναιμον πρῶτον ἂν εἴη καὶ αἰσθητικόν· πρῶτον δὲ ἔναιμον ἡ καρδία. τὸ γὰρ ἐν τῷ ἥπατι ἀκατέργαστον ἔτι καὶ οὐδὲ κυρίως αἷμα. καὶ ὅτι μὲν καὶ ἡ αἰσθητικὴ ὥσπερ καὶ ἡ θρεπτικὴ περὶ τὴν καρδίαν ἐστὶν ἐν τοῖς καρδίαν ἔχουσιν, ἢ περὶ τὸ ἀνάλογον ὂν τούτῳ τῷ μορίῳ ἔν τισιν τῶν ζῴων, ἐκ τούτων γνώριμον ἂν εἴη. ἀλλὰ μὴν ὅπου αἱ αἰσθήσεις τελευτῶσιν, ἐκεῖ καὶ τὴν φανταστικὴν ψυχὴν ἀναγκαῖον εἶναι, εἴ γε ἡ ἐνέργεια αὐτῆς καὶ τὸ ἔργον περὶ τὰ ἀπὸ τῶν αἰσθητῶν ἐγκαταλείμματα, ἃ γίνεται ἐν τῷ μορίῳ, ἐν ᾧ ἡ κοινὴ αἴσθησις. τοῦτο δ᾿ ὂν ἡ καρδία δέδεικται· ἀλλὰ μὴν ἐν ᾧ ἡ φαντασία, ἐν τούτῳ καὶ αἱ συγκαταθέσεις, ἐν ᾧ δὲ αἱ συγκαταθέσεις, ἐν τούτῳ καὶ ὁρμαί τε καὶ ὀρέξεις, αἵτινές εἰσιν ἀρχαὶ τῆς κατὰ τόπον κινήσεως. ὥστε καὶ ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ δύναμις τῆς ψυχῆς εἴη ἂν περὶ καρδίαν. καὶ εὐλόγως· ἐφ᾿ ὃ γὰρ αἱ ἀπὸ τῶν ἔξωθεν κινήσεις τελευτῶσιν ὡς ἐπ᾿ ἀρχήν, ἀπὸ τούτου εὔλογον γίνεσθαι καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τὰ ἔξω κινήσεως. οὕτως γὰρ ὁρῶμεν καὶ ἐν τοῖς στρατοπέδοις γινόμενον. ἐφ᾿ ὃν γὰρ αἱ τῶν ἔξωθεν προσαγγελίαι γίνονται, οὗτος δέ ἐστιν ὁ στρατηγός, ἀπὸ τούτου καὶ αἱ πρὸς τὰ ἔξω κινήσεις τὴν ἀρχὴν λαμβάνουσιν. διὸ καὶ τὰ πρὸς τὴν κίνησιν ὄργανα ἀπὸ τῆς καρδίας τὴν ἀρχὴν ἔχει. ἀλλὰ καὶ τῆς κινήσεως τῆς ἐξ αὐτῶν τοῖς μέρεσιν πᾶσιν ὁρᾶν ἔστι τὸν περὶ τὴν καρδίαν τόπον ἀρχὴν οὖσαν. ἐφ᾿ ὃ γὰρ μόριον παύεται τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ μέρη κινούμενα, ἐντεῦθεν αὐτοῖς ἡ τῆς κινήσεως ἀρχή, ὡς ἐν τοῖς περὶ ζῴων κινήσεως δέδεικται. ὁ δ᾿ αὐτὸς λόγος καὶ ἐπὶ τῶν κατὰ τὸ ἄνω τε καὶ κάτω μερῶν διῃρημένων. πᾶσιν γὰρ τούτοις ἀρχή τε καὶ πέρας ὁ μέσος τε καὶ περὶ τὴν καρδίαν τόπος ἢ τὸ ταύτῃ ἀνάλογον. ὥστε καὶ ἐκ τούτου [*](1—4 τοῦτό τοι—ζῴῳ] daher dieses Glied insbesondere bei der Furcht und beim Zorn und überhaupt bei den Vorgängen der Seele, deren Princip im Sinne ist, insbesondere sich vorher bewegt und zuerst Schmerz empfindet nach der Stufe (Art) eines Thieres, das in einem Thiere wohnt 5 ὄνυχες om. 6 πρῶτον om. 11 τελευτῶσιν] der Sitz ist 15 αἱ συγκαταθέσεις] der Beschluss ἐν δὲ—συγκαταθέσεις om. 17 ὁρμητική—ψυχῆς] die Kraft der anregenden Seele und der begehrenden 18 ὡς ἐπ᾿ ἀρχήν] wie in ein Ding, welches an seinem Principe zu Ende geht 19 ἀπὸ] in 21 γίνονται] enden 23 post ὄργανα addit: welche Principien derselben sind) [*](1 ὡς ἐπὶ ἀρχὴν τὴν καρδίαν] cf. p. 73, 24 τοῦτό τοι] cf. p. 8, 25. sed ita mihi videntur haec esse legenda: τοῦτό τοι καὶ ἐν τοῖς φόδοις καὶ ταῖς ὀργαῖς καὶ ὅλως ἐν τοῖς πάθεσιν, ⟨ἃ⟩ (cf. int. hebr.) τὴν ἀρχὴν ἀπὸ τῆς αἰσθήσεως ἔχει, τοῦτο μάλιστα τὸ μόριον ⟨κινεῖται⟩. προκινεῖταί τε γὰρ καὶ κτλ. 3 γε γὰρ a 5 τρύχες a 7 ἤπατι a 8 ὅτι V: ἄρα a μὲν om. a 10 ὄν τισι a 12 τὸ om. a 15 καὶ ἡ συγκατάθεσις a 24 ὡς ἐν τοῖς κτλ.] Ar. de mot. animal. 9. 702b12sq. 28 καὶ ante κάτω in lit. V)
98
δεικνύοιτο ἂν οὖσα ἡ ὁρμητική τε καὶ ὀρεκτικὴ δύναμις περὶ καρδίαν. καὶ εἰκότως ἄρα ἡ καρδία ἔχουσα καὶ τὴν αἰσθητικὴν δύναμιν ἐν ἑαυτῇ καὶ τὴν κινητικὴν πῇ μὲν ὁμοιομερής ἐστι (τοιοῦτον γὰρ τὸ αἰσθητήριον), πῇ δὲ ἀνομοιομερής, τοιοῦτον γὰρ πᾶν πρακτικὸν μόριον, ὡς χείρ, πούς. ἔστι γὰρ ὁμοιομερὴς μὲν κατὰ τὸ σῶμα, ἀνομοιομερὴς δὲ κατὰ τὸ σχῆμα. ἡ μὲν γὰρ σὰρξ οὐ κατὰ σχῆμα σάρξ, ἡ δὲ καρδία κατὰ τὸ σχῆμα τοιαύτη, ὥσπερ καὶ ἡ χείρ. μάθοι δ᾿ ἄν τις, ὅτι τὸ τῆς ψυχῆς. ἡγεμονικὸν περὶ καρδίαν, καὶ ἀπὸ τῆς αὐτοῦ τοῦ σπλάγχνου κατασκευῆς, ἣν ἔχει παρὰ τῆς φύσεως τῆς μηδὲν ποιούσης μάτην. ἐν ἀσφαλεστάτῳ τε γὰρ κεῖται τοῦ σώματος (πλείστοις γὰρ καὶ ἰσχυροτάτοις ὀστοῖς καὶ σαρξὶν περιέχεται) ἰσχυροτάτῳ τε χιτῶνι περιείληπται τῷ καλουμένῳ περικαρδίῳ, ὃς οὐδ᾿ ὑπὸ σιδήρου διαιρεῖται ῥᾳδίως, αὐτῆς τε τὸ σῶμα μεταξύ πώς ἐστι νεύρου τε καὶ σαρκός, πρὸς τῇ διὰ τὴν ἐκ τοιούτων σωμάτων σύνθεσιν στερεότητι ἐπιτηδείως ἔχουσα πρός τε τὰς αἰσθητικὰς ἀντιλήψεις (τοιοῦτον γὰρ ἡ σὰρξ) καὶ πρὸς τὴν ἀρχὴν τῆς κινήσεως (τοιαῦτα γὰρ τὰ νεῦρα). ἔχει δὲ καὶ πρὸς μὲν τὸν τῆς θερμότητος ἀναγκαῖον πλεονασμὸν ἐπίκουρον τὸ ἀναπνεόμενον πνεῦμα, ὑφ᾿ οὗ διὰ τὴν συνέχειαν ὑπὸ τῆς ἀπ᾿ αὐτοῦ γινομένης ἐμψύξεως εἰς τὸ σύμμετρον ἄγεται, πρὸς δὲ τὰς πηδήσεις τὰς ἀπὸ τῶν φαντασιῶν ἐγγινομένας αὐτῇ ὁ πλεύμων περικείμενος, ἀραιός τε καὶ εἰκτικὸς ὤν, βοηθεῖ πρὸς τὸ μηδεμιᾷ περιπίπτειν βλάβῃ. εἰκότως δὲ ὑπὸ τοσούτων βοηθεῖται· τῷ γὰρ ἔχειν τὰς κυρίας ἀρχὰς ἐν αὑτῇ καὶ τὸ τυχὸν παθοῦσα ἀπωλείας αἰτία τῷ ἔχοντι αὐτὴν ζῴῳ γίνεται. ἡ γὰρ λεγομένη καρδιακὴ νόσος, ἣν νόσον σώζεταί τινα νοσήσαντα, οὐ καρδίας, ἀλλὰ στομάχου πάθος ἐστίν. ὅτι δὲ καὶ τὸ λογιστικὸν μόριον τῆς ψυχῆς, ὃ καὶ ἰδίως ἡγεμονικὸν καλεῖται, ἐν τῇ καρδίᾳ καὶ αὐτό, δεικνύοιτο ἂν τῷ εἶναι μὲν τοῦ λογιστικοῦ τὸ μὲν πρακτικόν, οὗ ἁμῃγέπῃ, καὶ τῶν ἀλόγων ζῴων κοινωνεῖ τινα, τὸ δὲ θεωρητικόν, ὃ ἴδιον ἀνθρώπου. ὧν τὸ μὲν πρακτικόν, ὃ καὶ βουλευτικόν τε καὶ λογιστικὸν καλοῦμεν, ἀκόλουθον εἶναι, ἔνθα τὸ ὀρεκτικόν τε καὶ κατὰ τόπον κινητικόν. ἔνθα γὰρ τὸ ὀρεκτικόν, ἐκεῖ καὶ [*](1—3 καὶ εἰκότως—ὁμοιομερής ἐστι] auch ergiebt sich, dass das, wodurch das Herz die sinnliche Kraft und die bewegende Kraft besitzt, von einer Seite gleichteilig ist 4—7 ἔστι γὰρ—ἡ χείρ] das Herz ist nämlich gleichteilig in seinem Körper und ungleichartig in seiner Gestalt. Denn das Herz, insofern es ein Körper ist, ist es Fleisch, und insofern es in dieser Gestalt ist, in Welcher es ist, ist es Herz, und ebenso die Hand 7 περὶ καρδίαν] vom Herzen kommt 8 σπλάγχνου] Körpers 11 περικαρδίῳ] Schild des Herzens 13 τοιούτων] diesen zwei [Körpern] στερεότητι] Zuversicht und Hoffnung 14 ἐπιτηδείως] bereit und vorbereitet 18 ἐμψύξεως] Anwehen 20—21 εἰκότως—βοηθεῖται] notwendig ist es verknüpft mit allen diesen Gelenken 22 τῷ—ζώῳ] für das, was Leben besitzt 24 πάθος] Krankheit) [*](1 ἂν om. a περὶ] ρι in lit. V 2 ἐν αὐτῇ a 8 σπλάχνου a 10 ἰσχυροτάτοις a: ἰσχυρωτάτοις V 19 πνεύμων ἐπικείμενος a 21 αὐτῇ Va 22 αἴτιον a 24 ὅτι V: ἄρα a 26 ἀμηγεπὴ a)
99
τὸ βουλητικόν. ὄρεξις γάρ τις ἡ βούλησις. ὅπου δὲ τὸ βουλητικόν, ἐκεῖ καὶ τὸ βουλευτικόν τε καὶ τὸ λογιστικόν. ἡ γὰρ βούλησις ὄρεξις βουλευτική τε καὶ λογιστική. ἀλλὰ καὶ ὅπου τὸ αἰσθητικόν, ἐκεῖ καὶ τὸ συγκαταθετικόν. ὅπου δὲ τοῦτο, ἐκεῖ καὶ ᾧ ὑπολαμβάνομεν καὶ ᾧ δοξάζομεν καὶ διανοούμεθά τε καὶ ἐπιστάμεθα. πάντα γὰρ ταῦτα μετὰ συγκαταθέσεως. ἀλλὰ μὴν ἐπιστάμεθα, ἐν τούτῳ καὶ ὁ θεωρητικὸς νοῦς. καθόλου δέ, εἰ μὲν ἐδύνατο ἡ λογικὴ δύναμις αὐτὴ καθ᾿ αὑτὴν εἶναι χωρὶς τῶν πρὸ ταύτης εἰρημένων θρεπτικοῦ αἰσθητικοῦ φανταστικοῦ ὁρμητικοῦ, ἐνεδέχετο μὲν ἂν καὶ ἐν ἡμῖν εἶναι κεχωρισμένην κατὰ τὸ ὑποκείμενον τήνδε τὴν δύναμιν τῶν πρὸ αὐτῆς. οὐ μὴν ἀλλ᾿ ἀναγκαῖον ἂν ἦν πλείους λέγειν ψυχὰς ἡμᾶς ἔχειν, καὶ εἶναι ἕκαστον τῶν ἀνθρώπων ζῷα πλείω. εἰ δ᾿ ἀδύνατον τοῦτο (ἀναγκαῖον γὰρ τὸν τὴν ἐσχάτην τῆς ψυχῆς δύναμιν ἔχοντα καὶ τὰς πρὸ ταύτης ἔχειν· τελειότης μὲν γὰρ τῆς ψυχῆς ἥδε ἡ δύναμις, ἡ δὲ τελειότης ἐπ᾿ ἐκείνῳ καὶ σὺν ἐκείνῳ ἐστίν, οὗ ἐστι τελειότης), ἀνάγκη καὶ τὴν λογιστικὴν ψυχὴν εἶναι περὶ καρδίαν. ἔτι εὔλογον μὲν μήτε τὸ πρακτικὸν τῆς ψυχῆς διεσπάσθαι, ὡς εἶναι ἐν ἄλλῳ καὶ ἄλλῳ μορίῳ, ἀλλ᾿ ἐν τῷ αὐτῷ πᾶν αὐτὸ εἶναι, μήτε πάλιν τὸ κριτικόν, ἀλλ᾿ εἶναι καὶ τοῦτο [*](141v) πᾶν ἐν τῷ αὐτῷ, εἰς δύο δὲ ταῦτα ἀνάγονται αἱ δυνάμεις τῆς ψυχῆς, τό τε πρακτικὸν καὶ τὸ κριτικόν. ⟨ἔτι⟩ εἰ ἔστιν, ἐν ᾧ τὸ θρεπτικόν, ἐν τούτῳ καὶ τὸ αἰσθητικόν, ἀνάγκη ἐν τῷ αὐτῷ κατ᾿ ἀριθμὸν εἶναι πᾶσαν τὴν ψυχήν. τὸ μὲν γὰρ θρεπτικὸν ἀρχὴ τῆς πρακτικῆς ψυχῆς (ταύτης γὰρ τοῦτό τε καὶ τὸ ὁρμητικόν καὶ τὸ ὀρεκτικόν), τὸ δέ γε αἰσθητικὸν πάλιν ἀρχὴ τῆς κριτικῆς. τοῦ γὰρ κριτικοῦ καὶ τὸ φανταστικόν, ἔτι δὲ τὸ βουλευτικόν τε καὶ θεωρητικόν. ἀλλὰ μὴν περὶ τὴν καρδίαν ἄμφω ἐκεῖνα ὄντα ἐδείχθη. περὶ ταύτην ἄρα καὶ αἱ λοιπαὶ τῆς ψυχῆς δυνάμεις. περὶ καρδίαν ἄρα τὸ τῆς ψυχῆς τῆς ἐν τοῖς ζῴοις τὸ ἡγεμονικόν. ἔστι δὲ ἐν ἑκατέρᾳ δυνάμει, τῇ τε κριτικῇ καὶ τῇ πρακτικῇ, τὸ μὲν ὑπηρετικόν, τὸ δὲ ἡγεμονικόν. αἵ τε γὰρ κρίσεις ὑπηρεσίας ὀργανικῆς δέονται (τοιαῦτα γὰρ τὰ αἰσθητήρια), αἵ τε πράξεις καὶ αὐταὶ δι᾿ ὀργάνων ἐπιτελοῦνται. χεῖρες γὰρ καὶ πόδες πρὸς τὰς πράξεις ὄργανα φανερώτατα. τὰ δὲ λεγόμενα πρὸς δεῖξιν τοῦ τὸ ἡγεμονικὸν περὶ κεφαλήν τε καὶ ἐγκέφαλον εἶναι [*](1—2 βουλητικὸν—ἐκεῖ καὶ τὸ om. 2 βούλησις] Meinung, Ansicht 4—5 ὑπολαμβάνομεν —ἐπιστάμεθα] Denken, Einsicht, Wissenschaft 5 πάντα— ταῦτα] denn diese sind zuerst 6 ἀλλὰ μὴν] und 7 αὐτὴ καθ᾿ αὑτὴν om. 10 πλείους] viele, nicht eine Seele 11 πλείω] viele, nicht ein Thier τελειότης—ἥδε ἡ δύναμις om. 15—16 ἔτι εὔλογον—τῆς ψυχῆς] Ferner, wenn es nötig ist, dass der praktische Teil der Seele [vielfach sei; deest] 17—18 μήτε πάλιν—ἐν τῷ αὐτῷ] und ebenso verhält es sich mit dem erkennenden Teile, dass er nicht vielfach sei, sondern dass er ganz in ein und demselben Gliede sein muss 18 δὲ] und 20 κατ᾿ ἀριθμὸν om. πᾶσαν om. 21 ταύτης] dieser Seele 22 τοῦτο] die Ernährung 25—26 περὶ καρδίαν om. 28 αἱ . . κρίσεις] die Erkenntniss) [*](15 ἔτι scripsi cf. int. hebr.: εἴτε Va 16 διεσπᾶσθαι a 19 ἔτι εἰ scripsi: εἰ Va 23 της V τὸ post καὶ supra lin. V 26 τὸ τῆς ψυχῆς τῆς κτλ. τὸ ἡγεμονικόν] cf. 50,20)
100
τὰ μέν ἐστι κενά, ὅσα δὲ ἔχεταί τινος πιθανότητος, τούτοις ἡ συμπάθεια τῶν ἐν τῷ τοῦ ζῴου σώματι μορίων αἰτία τῆς πλάνης. πάντα γὰρ τὰ μόρια ἀλλήλοις ἐστὶν ἐν τῷ σώματι συμπαθῆ, εἴπερ πᾶν ὄργανον καλῶς ἡρμοσμένον. διὰ γὰρ τὴν τοιαύτην συμπάθειαν ψηλαφωμένων τέ τινων περὶ τὸν ἐγκέφαλον γίνεταί τινα περὶ τὸν ἄνθρωπον πάθη καὶ νοσούντων μὲν τῶν περὶ τὴν κεφαλὴν παραφροσύναι γίνονται, θεραπευομένων δὲ ἀποκαταστάσεις, ὥσπερ καὶ ἄλλων μορίων θεραπευομένων ἄλλα ὑγιάζεται οὐδὲν ἐκείνοις ἐοικότα. ἀλλ᾿ οὐδὲ αἱ τῶν μορίων ἀφαιρέσεις, ἃς ἐπί τινων ζῴων ποιοῦνται, δεικτικαὶ τοῦ προκειμένου. κοιναὶ γάρ εἰσιν πρὸς ἀμφότερα. ὡς γὰρ καρδίας ἐξαιρεθείσης ἔνια ζῷα διαμένει ζῶντα πλείω χρόνον, ὡς χελώνη καὶ χαμαιλέων, οὕτως καὶ κεφαλῆς ἀφαιρεθείσης τινῶν ζῴων ἐπὶ πολὺ τὸ λοιπὸν σῶμα ζῇ. πολλάκις δὲ καὶ ἑκάτερον αὐτῶν μένει τὰς οἰκείας ἐνεργείας ἐνεργοῦν. τὸ μὲν οὖν ἡγεμονικὸν τῆς ψυχῆς, ὡς δέδεικται, περὶ τὴν καρδίαν καθίδρυται, τὸ δὲ ὑπηρετικὸν καὶ εἰς τὰ ἄλλα τοῦ σώματος μέρη διατείνει. τό τε γὰρ αἰσθητικὸν εἰς πᾶσαν τὴν σάρκα, ἀλλὰ καὶ τὸ τῆς κινήσεως διακονικὸν εἴς τε νεῦρα καὶ τοὺς μῦς, δι᾿ ὧν ὅλως τῶν μορίων ἡ κίνησίς τε καὶ μετάβασις τοῖς ζῴοις, γίνεται.

[*](3—4 εἴπερ—ἡρμοσμένον] denn alle Glieder des Leibes sind miteinander verbunden, da der Leib in der besten Anordnung construirt ist 4—5 ψηλαφωμένων—ἐγκέφαλον] wenn Dinge das Gehirn bedrängen (in's Gehirn gedrängt werden?) 5—6 καὶ νοσούντων —κεφαλὴν] Wenn Stellen (Ecken?) des Herzens erkranken 6 θεραπευομένων] und wenn es [das Herz?] gesund wird 12 λοιπὸν om. 12—13 πολλάκις—ἐνεργοῦν] manchmal wird jedes von beiden entfernt und es bleiben seine specifischen Tätigkeiten in ihrem Zustande 14 καὶ om. 15 ἀλλὰ om. 16 εἴς τε—μορίων] im Gefäss (Nerv) und im Muskel und überhaupt in den Gliedern, in welchen)[*](1 κενά] supra κεν lit. V 2 αἰτίᾳ a 3 συμπαθῇ a εἴπερ a: ὑπὲρ V 7 ὑγιάζεται a: ὑγειάζεται V 8 ἐοικότα] ότα in lit. V ἀφηρέσεις a 11 χαμελέων V ἐπιτολὺ a 15 διατήνει a το τῆς V 17 ζῴοις in lit. V)