In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 51b 36)

ἔχει δὲ τάξιν τήνδε πρὸς ἄλληλα· ἔστω τὸ εἶναι ἀγα- θόν, ἐφ᾿ οὗ Α.

Δείξας τὴν ‘ἔστιν οὐ λευκόν’ καὶ ‘ἔστιν οὐκ ἀγαθόν’ καὶ πάσας τὰς ὁμοίως ταύταις τὸ κατηγορούμενον ἐχούσας τὸ ‘ἔστιν οὐ τόδε’ ἄλλας οὔσας τῶν ἀποφάσεων τῶν ‘οὐκ ἔστι λευκόν’ καὶ ‘οὐκ ἔστιν ἀγαθόν’ καὶ καθόλου ‘οὐκ ἔστι τοῦτο’ καὶ οὔσας καὶ αὐτὰς καταφάσεις, ὥσπερ καὶ x003E; ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν ἀγαθόν’ καὶ καθόλου ‘ἔστι τοὐτο’, καὶ οὔσας αὐτῶν ἀποφάσεις τὴν ‘οὐκ ἔστιν οὐ λευκόν’ καὶ ‘οὐκ ἔστιν οὐκ ἀγαθόν’ καὶ ὅλως τὰς ‘οὐκ ἔστιν οὐ τοὐτο’ καθόλου γάρ, ἐν αἷς “τὸ ἔστι τρίτον προσκ̀ατηγορεῖται’’, δύο ἀντιθέσεις γίνονται καὶ δύο ἀντιφάσεις, αἵ τε ἁπλαῖ καὶ αἱ ἐκ μεταθέσεως, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἔδειξεν), καὶ νῦν, τίνα τάξιν καὶ ἀκολουθίαν ἔχουσι πρὸς ἀλλήλας ἥ τε ἁπλῆ ἀντίφασις καὶ ἡ ἐκ μεταθέσεως, ὑπογράφει· καὶ ἔστι ταῦτα δεικνύμενα νῦν ὑπ’ αὐτοῦ, ὧν ἐμνημόνευσε μὲν καὶ ἐν τῷ Περὶ ἑρμηνείας, εἶπε δὲ εἰρῆσθαι περὶ τῆς τάξεως αὐτῶν ἐν τοῖς Ἀναλυτικοῖς καῖς διὰ τῆς λέξεως τῆς “ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις. λέγω δὲ οἷον ἔστι δίκαιος ἄνθρωπος· τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσει’’ ἕως τοῦ “ταῦτα μὲν οὖν, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτω τέτακται’’. ἃ δὴ ἐκεῖ [*](1 ἀμφοτέρου a 2 φησι om. a 3 λέγειν a προσσημαίνουσα scripsi: προσημαίνουσα aH (cf. p. 404, 5) ἡ τὸ εἶναι oui. a 4 τὸ ὑποκείμενον a λεγομένη a: λέγομεν ἄν Β ἀληθής] ἡ corr. B2 5 ἀμφοτέρων a 10 ὑπάρχειν B: ὑπάρχει a 13 ἀληθὲς ἄμα a 15 ἐνστάσεις Β: προτάσεις a 20 ἐχούσαις a 21 post ἀγαθόν eras, ca. 11 lit. B 22 ἡ addidi 24 οὐ om. a οὐκ (ante ἀγαθόν) om. a 25 οὐ om. a 27 ἔδειξεν ante ἐν transponit a τάξιν Β: πρότασιν a 28 έχοιτι (sic) a ante ὑπογράφει add. ἣν a 29 ἐμνημόνευσε μὲν a: ἐμνημονεὐσμεν Β καὶ alteiuni om. a 30 Περὶ ἑρμηνείας] c. 10 p. 19b 19 — 32)

406
φησιν ἐν τούτοις τετάχθαι, ταῦτα ἐνταῦθα διδάσκει τάσσων τε καὶ ὑπογράφων. [*](137r) τίθησι δὲ τὴν μὲν ἁπλῆν ἀντίφασιν ἐπὶ τῶν Α Β , καὶ ἐπὶ μὲν τοῦ Α τὴν κατάφασιν τὴν ‘ἄνθρωπος ἀγαθός ἐστιν’ , ἐπὶ δὲ τοῦ Β τὴν ἀπόφασιν αὐτῆς τὴν ‘ἄνθρωπος οὐκ ἔστιν ἀγαθός᾿, καὶ τούτοις ὑποτάσσει τὴν ἐκ μεταθέσεως ἀντίφασιν, ὑπὸ μὲν τὸ Β, ἐφ’ οὗ ἦν ἡ ἀπόφασις, τάσσων τὸ Γ καὶ ἐπ’ αὐτοῦ τὴν κατάφασιν τὴν ἐκ μεταθέσεως τὴν λέγουσαν ‘ἄνθρωπός ἐστιν οὐκ ἀγαθός’, ὑπὸ δὲ τὸ Α, ἐφ’ οὗ ἦν ἡ ἁπλῆ κατάφασις, τιθεὶς τὸ Δ x003E; ἐπ’ αὐτοῦ τὴν ἐκ μεταθέσεως ἀπόφασιν τὴν ‘ἄνθρωπος οὐκ ἔστιν οὐκ ἀγαθός᾿, ὡς τετάχθαι ὑπὸ μὲν τὴν ἁπλῆν κατάφασιν τὴν ἀπόφασιν τὴν οὐχ ἁπλῆν ἀλλὰ ἐκ μεταθέσεως λεγομένην, ὑπὸ δὲ τὴν ἀπλῆν ἀπόφασιν τὴν κατάφασιν, οὐ τὴν ἁπλῆν ἀλλὰ τὴν ἐκ μεταθέσεως λεγομένην. μεθ’ ὃ διάγραμμα δείκνυσιν αὐτῶν τὴν πρὸς ἄλληλα σχέσιν τε καὶ ἀκολουθίαν, καὶ ὅτι ταῖς μὲν καταφάσεσιν αἱ συντεταγμέναι αὐταῖς ἀποφάσεις ἀκολουθοῦσιν, ἑκατέρα ἑκατέρᾳ, οὐκέτι δὲ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις.