In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 42b 27)

᾿Επεὶ δ’ ἔχομεν, περὶ ὧν οἱ συλλογισμοί, καὶ ποῖον ἐν ἑκάστῳ σχήματι.

᾿Επεὶ ἔχομεν, φησί, περὶ ὧν οἱ συ.λλογισμοί περὶ γὰρ τῶν προβλημάτων, ταῦτα δέ ἐστι τέσσαρα, δύο μὲν καθόλου ἢ καταφατικὸν ἢ ἀποφατικόν, δύο δὲ ἐπὶ μέρους ὁμοίως τὸ μὲν καταφατικὸν τὸ δὲ ἀποφατικόν), ἔχομεν δὲ καὶ ποῖον ἐν ἑκάστῳ σχήματι καὶ ποσαχῶς ἕκαστον τῶν προβλημάτων τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐν πρώτῳ σχήματι μόνῳ δείκνυται καὶ μοναχῶς, διὰ γὰρ ἑνὸς συλλογισμοῦ, τὸ δὲ καθόλου ἀποφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ σχήματι, μοναχῶς μὲν ἐν πρώτῳ, δι’ ἑνὸς γὰρ συλλογισμοῦ, διχῶς δὲ ἐν δευτέρῳ, διὰ γὰρ δύο συλλογισμῶν, τὸ δὲ ἐν μέρει καταφατικὸν ἔν τε τῷ πρώτῳ σχήματι καὶ ἐν τῷ τρίτῳ, μοναχῶς μὲν ἐν τῷ πρώτῳ, τριχῶς δὲ ἐν τῷ τρίτῳ, τὸ δ’ ἐν μέρει ἀποφατικὸν ἐν τοῖς τρισὶ σχήμασιν, ἀλλ’ ἐν μὲν τῷ πρώτῳ μοναχῶς, ἐν δὲ τῷ δευτέρῳ διχῶς, τριχῶς δ’ ἐν τῷ τρίτῳ), ἐπεὶ οὖν ταῦτα φανερά ἐστι, φησί, φανερόν ἐστι, καὶ ποῖον τῶν προβλημάτων εὐεπιχείρητόν ἐστι καὶ ποῖον οὔ. τὸ μὲν γὰρ ἐν πλείοσι δεικνύμενον σχήμασι καὶ διὰ πλειόνων συλλογισμῶν πτώσεων γὰρ ἢ τῶν συλλογισμῶν λέγει ἢ τῶν συζυγιῶν) εὐεπιχείρητον πρόβλημα· τὸ γὰρ διὰ πλειόνων δεικνύμενον πλείονας ἀφορμὰς ἔχει πρὸς τὸ δειχθῆναι, διὸ καὶ εὐεπιχειρητότερον· τὸ δὲ ἐν ἐλάττοσι καὶ δι᾿ ἐλαττόνων συλλογισμῶν δυσεπιχειρητότερόν τε καὶ χαλεπώτερον. ἔστι δὲ διὰ πλειόνων σχημάτων καὶ διὰ πλείστων συλλογισμῶν τὸ ἐπὶ μέρους ἀποφατικόν· ἔν τε γὰρ τοῖς τρισὶ σχήμασι τοῦτο μόνον τῶν προβλημάτων καὶ διὰ συλλογισμῶν ἕξ. πτώσεις δ’ ἄν λέγοι τὰς διαφορὰς [*](1 συλλογισμὸν ex συλλογισμῶν corr. B1 ὅτι a: ὁ B τοῦ a: om. Β 2 γενέσθαι a αὐτὸς Β: ἂν a 3 γε scripsi: τε aB 4 ποιεῖ om. a ὅρον Β: ὁρῶν a 9 συμπέρασμα a 11 οἱ om. a ποῖον a et Ar.: ποῖοι Β (cf. vs. 16) 16 post σχήματι add. δείκνυται a: post ποσαχῶς Αr. 18 δὲ a: γὰρ Β 25 post φανερὸν add. δὲ a 29 εὐεπιχειρητότερον (superscr. ητ) Β: εὐεπιχείρητον πρότερον a δὲ in ras. B: δ’ a 31 πλείστων Β: πλειόνων a 32 μόνον τοῦτο a)

288
τῶν καθ’ ἕκαστον σχῆμα συλλογισμῶν ἀπὸ τῆς τῶν προτάσεων σχέσεως [*](96r) πρὸς ἀλλήλας· τὰς γὰρ σχέσεις αὐτῶν τὰς πρὸς ἀλλήλας πτώσεις εἴρηκε. μετὰ δὲ τὸ ἐπὶ μέρους ἀποφατικὸν εἴη ἄν εὐκολώτερον τὸ ἐπὶ μέρους καταφατικόν· δείκνυται γὰρ διά τε τοῦ πρώτου καὶ τοῦ τρίτου σχήματος καὶ διὰ συλλογισμῶν τεσσάρων, ἑνὸς μὲν ἐν τῷ πρώτῳ, τριῶν δ’ ἐν τρίτῳ. μετὰ δὲ τοῦτο τὸ καθόλου ἀποφατικὸν εἴη ἄν · καὶ γὰρ ἐν τῷ πρώτῳ καὶ δευτέρῳ σχήματι δείκνυται, μοναχῶς μὲν ἐν πρώτῳ, διχῶς δὲ ἐν δευτέρῳ. τὸ δὲ καθόλου καταφατικὸν χαλεπώτατον· καὶ γὰρ ἐν τῷ πρώτῳ σχήματι δείκνυται μόνῳ καὶ ἐν τούτῳ μοναχῶς. ἐξ ὧν δῆλον, ὅτι πάντων τὸ καθόλου καταφατικὸν κατασκευασθῆναι μὲν χαλεπώτατον, ῥᾷστον δὲ ἀνασκευασθῆναι· διά τε γὰρ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ ἡ ἀνασκευὴ αὐτοῦ, ὃ ἐν πᾶσί τε τοῖς σχήμασι | δείκνυται καὶ διὰ πλείστων συλλογισμῶν· [*](96v) ἀλλὰ καὶ διὰ τοῦ καθόλου ἀποφατικοῦ, ὃ καὶ αὐτὸ ἐν δύο τε σχήμασι καὶ συλλογισμοῖς τρισίν. ἔτι δὲ καὶ τοῦτο, φησί, γνώριμον, ὅτι τὸ κατασκευάσαι τὸ καθόλου τοῦ ἀνασκευάσαι χαλεπώτερον. ἔμπαλιν δὲ ἐπὶ τοῦ ἐπὶ μέρους ἔχει· κατασκευασθῆναι μὲν γὰρ τὰ ἐπὶ μέρους ῥᾴονα, ἀνασκευασθῆναι δὲ χαλεπώτερα. ἀνασκευάζεται μὲν γὰρ τὸ καθόλου καὶ ὑπὸ τοῦ ἀντικειμένου ἀντιφατικῶς τοῦ ἐπὶ μέρους, τὸ μὲν καταφατικὸν ὑπὸ τοῦ ἀποφατικοῦ, ὃ ἐν τοῖς τρισὶ δείκνυται σχήμασι, τὸ δὲ ἀποφατικὸν ὑπὸ τοῦ καταφατικοῦ, ὃ ἐν δύο ἐστὶ σχήμασι, τῷ τε πρώτῳ καὶ τῷ τρίτῳ, καὶ ἔτι ὑπὸ τοῦ ἐναντίου, τὸ μὲν καθόλου καταφατικὸν ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ, ὅ ἐστι καὶ αὐτὸ ἐν δύο σχήμασι, τὸ δὲ καθόλου ἀποφατικὸν ὑπὸ τοῦ καθόλου καταφατικοῦ, ὅ ἐστι μόνον ἐν ἑνί, τῷ γὰρ πρώτῳ. κατασκευάζεται δὲ τὸ μὲν καθόλου καταφατικὸν μοναχῶς, τὸ δὲ καθόλου ἀποφατικὸν τριχῶς τε καὶ ἐν δύο σχήμασι. τὸ δὲ ἐν δύο σχήμασι περὶ τοῦ ἐπὶ μέρους καταφατικοῦ λέγει, ὅ ἐστιν ἀναιρετικὸν τοῦ καθόλου ἀποφατικοῦ·

[*](p. 43a 8)

᾿Επὶ δὲ τῶν ἐν μέρει μοναχῶς.

Τοῦτ᾿ ἔστιν ῾ ἡ τῶν ἐν μέρει ἀνασκευὴ οὐκέτι καὶ διὰ τοῦ καθόλου καὶ διὰ τοῦ ἐπὶ μέρους γίνεται, ἀλλὰ μοναχῶς᾿ · διὰ γὰρ τοὐ καθόλου μόνου τοῦ ἀντικειμένου. διὸ χαλεπώτερον τὸ ἐπὶ μέρους ἀνασκευάσαι. αὐτῶν δὲ τούτων ἔτι χαλεπώτερον τὸ ἐπὶ μέρους ἀποφατικὸν τοῦ ἐπὶ μέρους καταφατικοῦ, ὅτι διὰ τοῦ καθόλου καταφατικοῦ μόνου ἡ ἀνασκευὴ αὐτοῦ, ὃ μοναχῶς ἐν πρώτῳ σχήματι δείκνυται μόνῳ · τὸ δ’ ἐπὶ μέρους καταφατικὸν διὰ μὲν 〈μόνου〉 τοῦ καθόλου ἀποφατικοῦ ἀναιρεῖται, τοῦτο δὲ ὃ] καὶ διὰ πρώτου [*](1 προτάσεων ex προτάσεως corr. Β1 2 γὰρ om. a 5 ante τρίτῳ add. τῷ a 6 τῷ om. a 8 et 10 χαλεπώτερον a 12 πλειόνων a 16 ῥᾴονα scripsi: ῥᾶον Β: ῥᾴω a 17 ἀντικειμένου in mg. Β2 20 τρίτῳ καὶ τῷ πρώτῳ Β pr. 22 ἐν δύο σχήμασι καὶ αὐτό ἐστι a 25 δυσὶ (post καὶ ἐν) a 29 τῶν Β: τοῦ a 34 μόνῳ δείκνυται a 35 μόνου addidi ὃ B: om. a)

289
καὶ δευτέρου δείκνυται σχήματος. κατασκευάζεται δέ, ὡς εἶπον, δι’ ἐλαττόνων [*](96v) τὰ καθόλου· τὸ μὲν γὰρ καθόλου καταφατικὸν δι’ ἑνὸς μόνου συλλογισμοῦ, τὸ δὲ ἀποφατικὸν διὰ τριῶν. τὰ δέ γε ἐπὶ μέρους κατασκευάσαι μὲν ῥᾷον· διὰ γὰρ πλείστων συλλογισμῶν, τὸ μὲν ἐν μέρει ἀποφατικὸν ἔν τε τοῖς τρισὶ σχήμασι καὶ διὰ ἓξ συλλογισμῶν, τὸ δὲ ἐν μέρει καταφατικὸν ἐν τέτταρσι συλλογισμοῖς καὶ ἐν δύο σχήμασιν· ἔτι καὶ τοῖς καθόλου κατασκευάζεται. ἀνασκευάζεται δὲ χαλεπέτερον· διὰ γὰρ μόνων τὰ ἐπὶ μέρους ἀναιρεῖται τῶν ἀντικειμένων καθόλου, τὸ μὲν ἀποφατικὸν ἐν μέρει ὑπὸ τοῦ καθόλου καταφατικοῦ, τὸ δὲ καταφατικὸν ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ, ὡς προείρηται. ἀλλὰ καὶ τοῦτο καθόλου γνώριμον, ὅτι ἀνασκευάζεται μὲν καὶ δι’ ἀλλήλων τὰ προβλήματα· τά τε γὰρ καθόλου ὑπὸ τῶν ἐπὶ μέρους ἀντικειμένων καὶ τὰ ἐπὶ μέρους διὰ τῶν καθόλου· ὡς γὰρ τὸ παντὶ ὑπὸ τοῦ οὐ παντὶ ἀναιρεῖται. οὕτως καὶ τὸ οὐ παντὶ ὑπὸ τοὐ παντί, καὶ ὡς τὸ οὐδενὶ ὑπὸ τοῦ τινί, οὕτως καὶ τὸ τινὶ ὑπὸ τοῦ οὐδενί. οὐκέτι μέντοι κατασκευάσαι δι’ ἀλλήλων οἷόν τε· τὸ γὰρ καθόλου <οὑ> καὶ διὰ τῶν ὑπ’ αὐτὰ ἐπὶ μέρους· ὥστ’ οὐ δι’ ἀλλήλων. τὰ μὲν γὰρ ἐπὶ μέρους τοῖς καθόλου, ὑφ’ ἅ ἐστι, συγκατασκευάζεται, οὐ μὴν καὶ ἀνάπαλιν.

[*](p. 43a 14)

Ἅμα δὲ δῆλον, ὅτι καὶ τὸ ἀνασκευάζειν ἐστὶ τοῦ κατασκευάζειν ῥᾷον.

Δείξας ἀνασκευαζόμενα μὲν τὰ προβλήματα δι’ ἀλλήλων ὡς γὰρ ὑπὸ τοῦ καθόλου τὸ ἐπὶ μέρους τὸ ἀντικείμενον, οὕτως καὶ ὑπὸ τοῦ ἐπὶ μέρους τὸ καθόλου), οὐκέτι δὲ καὶ κατασκευαζόμενα δι’ ἀλλήλων, καὶ ἐκ τούτου δῆλον ὅτι] εἶναί φησιν, ὅτι ῥᾷον τὸ ἀνασκευάσαι τοῦ κατασκευάσαι. δῆλον δέ, ὅτι | καὶ ἐπὶ πάντων ῥᾷον ἀνελεῖν τι καὶ φθεῖραι τοῦ ποιῆσαί τι καὶ [*](97r) γεννῆσαι, ὁμοίως ἐπί τε τῶν φυσικῶν καὶ τῶν κατὰ τὰς τέχνας γινομένων· χαλεπώτερον γὰρ τῶν φύσει γινομένων ἕκαστον γεννῆσαί τε καὶ ποιῆσαι τοῦ φθεῖραι, οἷον ἄνθρωπον ἤ τι ἄλλο τῶν φύσει γινομένων, ἢ πάλιν ἐπὶ τῶν κατὰ τέχνην ῥᾷον φθεῖραι ναῦν ἢ οἰκίαν τοῦ ποιῆσαι.

[*](p. 43a 16)

Πῶς μὲν οὖν γίνεται πᾶς συλλογισμὸς καὶ διὰ πόσων ὅρων καὶ προτάσεων.

Ὅτι πᾶς συλλογισμὸς γίνεται κοινοῦ τινος ὅρου ληφθέντος, καὶ ὅτι δεῖ ἢ ἀμφοτέρας εἶναι τὰς προτάσεις καθόλου καταφατικὰς ἢ πάντως γε τὴν ἑτέραν, ἐδίδαξεν. ἀλλὰ καὶ ὅτι πᾶς συλλογισμὸς ἁπλοῦς διὰ τριῶν ὅρων καὶ διὰ προτάσεων δύο γίνεται, καὶ τοῦτο δέδεικται, καὶ ὅτι αἱ προτάσεις [*](1 σχήματος δείκνυται a εἶπεν a 2 καταφατικοῦ a post μόνου add. ὡς εἶπον a 4 ῥάω a πλειόνων a 6 τέσσαρσι a 7 συγκατασκευάζεται a 13 et 14 οὕτω a 15 οὐ a: om. Β 16 xai om. a οὕτω a 24 ὅτι prius delevi 35 δύο προτάσεων omisso διὰ a)

290
καθ’ ἕκαστον σχῆμα πρὸς ἀλλήλας ὧδέ πως λαμβανόμεναι, ὡς εἶπε, [*](97r) ποιοῦσι συλλογισμόν. ἀλλὰ καὶ ποῖον πρόβλημα ἐν πᾶσίν ἐστι τοῖς σχήμασιν ὅτι γὰρ τὸ ἐπὶ μέρους ἀποφατικόν), καὶ ποῖον ἐν δύο ὅτι γὰρ τὸ ἐπὶ μέρους καταφατικόν· ἐν γὰρ πρώτῳ καὶ τρίτῳ· καὶ τὸ καθόλου ἀποφατικὸν ἐν τῷ πρώτῳ καὶ δευτέρῳ), καὶ ποῖον ἐν ἑνὶ μόνῳ ὅτι τὸ καθόλου καταφατικόν· ἐν γὰρ τῷ πρώτῳ μόνῳ), ταῦτα πάντα ἐκ τῶν προειρημένων γνώριμά τε καὶ δῆλα. |

[*](p. 43a 20)

Πῶς δ’ εὐπορήσομεν αὐτοὶ πρὸς τὸ τιθέμενον ἀεὶ [*](97v) συλλογισμῶν, καὶ διὰ ποίας ὁδοῦ ληψόμεθα τὰς περὶ ἕκαστον ἀρχάς, νῦν ἤδη λεκτέον.

Διδάξας ἡμᾶς, τί τέ ἐστι συλλογισμὸς καὶ πῶς γίνεται καὶ ἐν τίσι σχήμασι καὶ διὰ πόσων ὅρων τε καὶ προτάσεων προσεχῶν ἕκαστος καὶ πῶς πρὸς ἀλλήλας ἐχουσῶν, διδάξας δὲ καὶ περὶ τῶν προβλημάτων, ποῖον ἐν ποίῳ σχήματι δείκνυται, καὶ ποῖον μὲν αὐτῶν ἐν πλείοσι σχήμασίν ἐστι καὶ εὐεπιχειρητότερον καὶ εὐκολώτερον, ποῖον δὲ ἐν ἐλάττοσι, ποῖον δὲ ἐν ἑνὶ μόνῳ, ὃ καὶ χαλεπώτατον δειχθῆναι, μεταβαίνει ἀπὸ τούτων εἰς τὸ μέθοδον ἡμῖν ὑπογράψαι, ᾗ χρώμενοι δυνησόμεθα πρὸς τὸ τιθέμενον πρόβλημα συλλογισμῶν εὐπορεῖν καὶ προτάσεων τῶν οἰκείων τοῦ δειχθησομένου συμπεράσματος· ἀρχὰς γὰρ τὰς προτάσεις λέγει. ὄργανον δή τι πρὸς τὴν εὕρεσιν ἡμῖν τὴν τούτων παραδίδωσιν. τὸν γὰρ μέλλοντα χρῆσθαι συλλογισμῷ τε καὶ ἀποδείξει οὐ μόνον εἰδέναι δεῖ, τί ποτέ ἐστι συλλογισμὸς καὶ πῶς γίνεται, ἀλλὰ καὶ δύναμιν ἔχειν αὐτὸν τοῦ ποιεῖν τε συλλογισμοὺς καὶ συλλογίζεσθαι· τοῦτο γάρ ἐστι μάλιστα τοῦ συλλογιστικοῦ. πρὸς δὴ τὴν παραδοθησομένην ὑπ’ αὐτοῦ μέθοδον πρῶτον λαμβάνει τινὰ καὶ τίθησι, δι’ ὧν δείκνυσιν, ὅτι μὴ πάντα περὶ πάντων δεῖ ζητεῖν. ἐπεὶ γὰρ τῶν ὄντων τὰ μὲν ἔσχατα καὶ ἄτομά ἐστι καὶ μηδενὸς κατηγορούμενα τὰ δὲ πρῶτα γένη καὶ μηδὲν ἔχοντα αὐτῶν κατηγορούμενον, οὔτε τὰ ἄτομα δεῖ ζητεῖν ἀποδεικνύναι ὑπάρχοντά τισι καὶ κατηγορούμενα οὔτε τοῖς πρώτοις γένεσιν ἄλλα τινὰ ὑπάρχοντα καὶ κατηγορούμενα αὐτῶν. τῶν γὰρ ὄντων, φησί, πάντων τὰ μὲν τοιαῦτά ἐστιν ὡς κατὰ μηδενὸς κατηγορεῖσθαι καθόλου ἀληθῶς, τὸ μὲν ἀληθῶς προσθείς, ὅτι ἡ ζήτησις ἡμῖν οὐ περὶ τῶν ψευδῶς κατηγορουμένων πάντα γὰρ οὕτως πάντων οἷόν τε κατηγορεῖσθαι) ἀλλὰ περὶ τῶν ἀληθῶς, τοῦτ’ ἔστι φύσιν ἐχόντων κατηγορεῖσθαι. τὸ δὲ καθόλου εἶπεν ἤτοι ὡς καθόλου τούτου ὑγιοῦς ὄντος τοῦ εἶναί τινα τῶν ὄντων, ἃ κατὰ μηδενὸς κατηγορεῖται τὰς γὰρ ἀτόμους οὐσίας καθόλου καὶ [*](5 τῷ B: γὰρ a 7 Ἀλεξάνδρου Ἀφροδισιέως εἰς τὰς μίξεις τῶν γ σχημάτων ὑπόμνημα subscr. Β 8 Περὶ εὐπορίας προτάσεων superscr. a 11 ἐν om. a 13 δὲ om. a 15 εὐεπιχείρητον a ἐν alterum om. a 16 χαλεπώτερον a 18 τῶν om. a 19 προτάσεις Β: πρώτας a 21 ἐστι a: ἔσται Β 25 ἐπεὶ corr. Β2: ἐπὶ a, Β pr. 28 καὶ om.a 29 ἀλλὰ a 33 ἔχων a)

291
ἀπλῶς ἔστιν εἰπεῖν κατ’ οὐδενὸς κατηγορεῖσθαι, ἢ ἐπεὶ δοκοῦσί ποτε κατά [*](97v) τινων κατηγορεῖσθαι κατὰ γὰρ τινὸς ἀνθρώπου τὸν Καλλίαν οἷόν τε κατηγορεῖν ποτε λέγοντας ῾ τὶς ἄνθρωπος Καλλίας ἐστί᾿, παρὰ φύσιν μέν· ἀνάπαλιν γὰρ ὑγιὲς τὸ τὸν Καλλίαν λέγειν τινὰ ἄνθρωπον), διὰ τοῦτο τὸ καθόλου προσέθηκε. καὶ γὰρ εἴ τινός ποτε ἡ ἄτομος οὐσία παρὰ φύσιν κατηγορεῖται, ἀλλὰ καθόλου γε οὐδέποτε οὐδενὸς κατὰ φύσιν ἀτόμου· ἄτομον γάρ τι τὸ ὑποτιθέμενον τῇ οὐσίᾳ τῇ ἀτόμῳ ἐν ταῖς κατὰ συμβεβηκὸς κατηγορίαις· λέγομεν γὰρ ἐκεῖνο τὸ προσιὸν ἢ ἐκεῖνο τὸ λευκὸν Καλλίαν εἶναι, ὅτι τὸ ἄτομον οὐχ οἷόν τε ἀληθῶς ἄλλου τινὸς ἢ ἀτόμου κατηγορῆσαι· χρήσιμον δὲ πρὸς τὸ συλλογίσασθαί τι ἄλλῳ ὑπάρχον τὸ καθόλου τινὸς αὐτὸ λαβεῖν κατηγορούμενον; ὡς ἐρεῖ. εἰπὼν δὲ παράδειγμα τῆς ἐσχάτης καὶ ἀτόμου οὐσίας τὸν Κλέωνα καὶ Καλλίαν προσέθηκε καὶ τὸ καθ’ ἕκαστον καὶ αἰσθητόν, καθόλου πᾶσαν ἄτομον καὶ αἰσθητὴν οὐσίαν ταύτης λέγων τῆς φύσεως εἶναι· τὰ γὰρ αἰσθητὰ καὶ καθ’ ἕκαστα. αἱ δὴ ἄτομοι οὐσίαι αὐταὶ μὲν ἀληθῶς καὶ] κατ’ ἄλλων οὐ κατηγοροῦνται, κατὰ δὲ τούτων ἄλλα· τὰ γὰρ εἴδη καὶ τὰ γένη τῶν ἀτόμων οὐσιῶν κατηγορεῖται αὐτῶν, ἀλλὰ καὶ τὰ συμβεβηκότα αὐταῖς. τὰ μὲν οὖν τοιαῦτα τῶν ὄντων ἐστί, τὰ δὲ ἔμπαλιν αὐτὰ μὲν ἄλλων κατηγορεῖται, αὐτῶν δὲ οὐδέν· εἴη δ’ ἄν ταῦτα τὰ ἀνωτάτω καὶ πρῶτα | καὶ κοινότατα γένη, εἰς ἃ ἡ τοῦ [*](98r) ὄντος διαίρεσις ἐν ταῖς δέκα κατηγορίαις γέγονεν αὐτῷ πολλαχῶς λεγομένου. τὰ δὲ καὶ αὐτὰ ἄλλων κατηγορεῖται καὶ αὐτῶν ἄλλα, ὁποῖά ἐστι τὰ ἐν μέσῳ τῶν τε πρώτων γενῶν καὶ τῶν ἀτόμων τε καὶ ἐσχάτων· τοιαῦτά ἐστιν ὁ ἄνθρωπος καὶ τὸ ζῷον.

Λέγων δὲ περὶ τῶν ἀτόμων οὐσιῶν, ὅτι μηδενὸς κατηγοροῦνται, προσέθηκε πλὴν ὡς κατὰ συμβεβηκός, καὶ πῶς ἡ κατὰ συμβεβηκὸς ἁπάντων γίνεται κατηγορία, ἐδήλωσεν εἰπὼν φαμὲν γάρ ποτε τὸ λευκὸν ἐκεῖνο Σωκράτη εἶναι κα.ὶ τὸ προσιὸν Καλλίαν κατὰ συμβεβηκὸς καὶ παρὰ φύσιν ποιούμενοι τὴν κατηγορίαν· τὸ γὰρ ὑποκείμενον τοῦ συμβεβηκότος ἐν τοῖς τοιούτοις κατηγοροῦμεν δέον ἀνάπαλιν τὸ συμβεβηκὸς τοῦ ὑποκειμένου· τοῦτο γὰρ ἐν τῇ οὐσίᾳ ἐστίν, ἀλλ’ οὐχ ἡ οὐσία ἐν τῷ συμβεβηκότι. γίνεται δὲ ἡ τοιαύτη κατηγορία ἡ κατὰ συμβεβηκός, ὅταν τὸ ὑποκείμενον ἀγνωστότερον ᾖ τινι τοῦ συμβεβηκότος αὐτῷ· διὰ γὰρ τοῦ συμβεβηκότος γνώριμον ποιοῦμεν τό, ᾧ συμβέβηκεν, διὰ τοὐ λευκοῦ τό, ᾧ τὸ λευκὸν συμβέβηκεν, ὅταν εἴπωμεν ‘τὸ λευκὸν Σωκράτης ἐστί᾿, πάλιν διὰ τοῦ προσιέναι τό, ᾧ τὸ προσιέναι συμβέβηκεν, ὅταν εἴπωμεν τὸ προσιὸν Καλλίαν. ἀλλ’ ἐπεὶ τὰ κατὰ συμβεβηκὸς λεγόμενα ἐν πᾶσί τε καὶ καθόλου οὐ κυρίως καὶ ἁπλῶς τοιαῦτά ἐστιν, οὐδ’ ἂν τὰ κατὰ συμβεβηκότος κατηγορύμενα ἁπλῶς κατηγορεῖσθαι λέγοιτ’ ἄν.

[*](9 ὅτι scripsi: ἔτι aB 11 ἐρεῖ] p. 43b11 —17 15 καὶ Β: om. a 16 τὰ alterum om. a 19 ἀνώτατα a 23 ὁ ἄνθρωπος (compend.) Β: ὁμοίως a 26 φαμὲν a et Ar.: μὲν Β 27 Σωκράτην a et Ar. 28. 29 ἐν τοῖς τοιούτοις τοῦ συμβεβηκότος a 35 τό (ante ᾦ) B: τῷ a 36 post Καλλίαν add. εἶναι a 37 συμβεβηκότα B)
292
[*](p. 43a 33)

Τῶν γὰρ αἰσθητῶν σχεδὸν ἕκαστόν ἐστι τοιοῦτον [*](98r) ὥστε μὴ κατηγορεῖσθαι μηδενός, πλὴν ὡς κατὰ συμβεβηκός.

Τὰ σχεδὸν ἴσως πρόσκειται διὰ τὰς ἀτόμους ποιότητας, αἳ αἰσθηταὶ μέν εἰσιν, ἐν τῇ ἀτόμῳ δὲ οὐσίᾳ τὸ εἶναι αὐταῖς καὶ κατηγοροῦνται ταύτης. ἢ οὐχ ὡς ἄτομοι λαμβάνονται, ὅταν κατηγορῶνται· ὁ γὰρ εἰπὼν ῾ Σωκράτης λευκός ἐστιν᾿ οὐ τὸ ἄτομον αὐτοῦ λευκὸν κατηγόρησε τῷ τὸν κατηγορούμενον ὅρον διορισμὸν μὴ δέχεσθαι· ἔτι τὸ ἄτομον λευκὸν οὐδενὸς καθόλου κατηγορεῖται, εἰ καὶ κατηγορεῖταί τινος. ἢ εἰ καὶ μὴ διορισμὸν δέχεται τὸ κατηγορούμενον, ἀλλ’ ἔστι γε τὸ ἐν τῷδέ τινι λευκὸν κατὰ τοῦ, ἐν ᾧ ἐστι, κατηγορῆσαι, καὶ οὐκ ἔστιν ἡ τοιαύτη κατηγορία κατὰ συμβεβηκός, οἷον ἐν τῷδε τῷ ἱματίῳ τόδε τὸ λευκόν ἐστιν. ἢ αἰσθητὰ λέγει τὰ ὑποκείμενα καὶ καθ’ αὑτὰ ὄντα· ταῦτα γὰρ ἄτομα· τοιαῦται δὲ αἱ ἄτομοι οὐσίαι. τὸ οὖν σχεδὸν διὰ τὰ κατὰ συμβεβηκὸς προσέθηκε· διὰ τοῦτο γὰρ σχεδόν, ἐπεὶ κυρίως γε οὐδενός.

Δείξας δέ, τίνα ἐστὶ τῶν ὄντων, ἃ μηδενὸς ἀληθῶς κατηγορεῖσθαι πέφυκε, λέγει περὶ τούτων, ὧν μηδὲν ἄλλο κατηγορεῖται. καὶ ὅτι μέν ἐστί τινα τῶν ὄντων τοιαῦτα, δείξειν ὑπερτίθεται, ἐρεῖ δὲ ἐν τοῖς ῾ Υστέροις ἀναλυτικοῖς περὶ τούτου. εἰ γὰρ ἐπ’ ἄπειρον προίοι ἄλλο ἄλλου κατηγορούμενον, οὐδ’ ἄν ἔσχατόν τι εἴη· τῶν γὰρ ἀπείρων οὐχ οἷόν τέ ἐστιν ἔσχατόν τι εἶναι· ἔστι δὲ ἔσχατον· τοιοῦτον γὰρ τὸ ἄτομον· οὐκ ἄρα ἐπ’ ἄπειρον αἱ κατηγορίαι. νῦν δὲ ὡς δεδειγμένῳ καὶ ὁμολογουμένῳ αὐτῷ χρῆται. ὧν μὲν οὖν μηδὲν κατηγορεῖται ὥσπερ τῶν ἀνωτάτω γενῶν, κατὰ τούτων οὐδὲν ἔστι, φησίν, ἀποδεῖξαι κατηγορούμενον· εἰκότως· οὗ γὰρ μηδὲν κατηγορεῖται, τούτου οὐδ’ ἄν ἀποδειχθείη κατηγορεῖσθαί τι· ἡ γὰρ ἀπόδειξις τῶν ὄντων. καὶ γὰρ εἰ τὸ δεικνύμενον κατηγορεῖσθαι διά τινος δείκνυται, ὡς δείξει, διά τε τῶν ἑπομένων αὐτῷ, ᾦ δείκνυταί τι ὑπάρχον, καὶ διὰ τῶν, οἷς ἕπεται τὸ δεικνύμενον ὑπάρχειν αὐτῷ, μηδὲν δὲ τῷ προκειμένῳ ὑπάρχει, οὐδ’ ἂν δύναιτο δείκνυσθαί τι αὐτῷ ὑπάρχον. προσέθηκε δὲ αὐτῷ τὸ πλὴν εἰ μὴ κατὰ δόξαν, τοῦτ’ ἔστι ‘μὴ ἀληθῶς μὲν κατὰ δόξαν δέ τινων᾿· εἰ γάρ τις οἴοιτο καὶ τούτων εἶναί τινα ἐπαναβεβηκότα κατηγορούμενα αὐτῶν, δεικνύοιτ’ ἄν κατὰ τὴν οἴησιν ἴησιν τὴν τούτου κατηγορούμενόν τι καὶ τούτων. οὐ γὰρ ταὐτὸν ἀποδεῖξαί τε καὶ συλλογίσασθαί τι, διότι ἔδοξέ τινι ἢ συνεχώρησε· συγχωρεῖται γὰρ πολλὰ | καὶ ψευδῆ, δι’ ὧν [*](98v) συλλογισμὸς μὲν ἄν γένοιτο, ἀπόδειξις δὲ οὔ. εἰ γάρ τις λάβοι συγχωρήσαντός τινος τὴν οὐσίαν ὂν εἷναι καὶ τὸ ὂν ἓν πάλιν, οὗτος ἄν συλλογίσαιτο, ὅτι ἡ οὐσία ἕν. οὐ μὴν ἀπόδειξις τοῦτο· οὐ γὰρ τὸ ὂν τῆς οὐσίας ὡς γένος οὔτε τὸ ἓν τοῦ ὄντος κατηγορεῖται· ὁμώνυμα γὰρ τό τε ὃν καὶ τὸ [*](2 ante μηδενός add. κατὰ Ar. (sed om. Af) 3 πρόκειται a 4 ταύτης Β: αὐτῆς a 6 κατηγόρησε corr. ex κατηγορήσ . . (evan. 2 lit.) Β1, ut videtur 9 γε om. a 10 κατηγορῆσαι Β: κατηγορεῖται a 12 post δὲ add. καὶ a 13 τοῦ, τὸ a 15 τῶν ὄντων τίνα ἐστὶν a 17 ὑποτίθεται a ἐν τοῖς ῾ Υστέροις ἀναλυτικοῖς] Ι 22 21 ὡμολογημένῳ a 27. 28 ὑπάρχειν (v Β2) Β 36 τοῦτο a: τούτου Β ὡς om. a)

293
ἕν. δύναται τὸ κατὰ δόξαν εἰρῆσθαι καὶ ἐπὶ τῆς κατὰ συμβεβηκὸς κατηγορίας· [*](98ν) ὡς γὰρ αἱ ἄτομοι <καὶ> αἰσθηταὶ οὐσίαι οὐδενὸς ἀληθῶς κατηγορούμεναι κτὰ συμβεβηκὸς κατηγοροῦνταί ποτε, οὕτως καὶ τῶν ἀνωτάτω γενῶν ἀπλῶς μὲν οὐδὲν κατηγορηθήσεται, κατὰ συμβεβηκὸς δὲ καὶ κατὰ δόξαν τῶν ὑστέρων τι καὶ σαφηνείας χάριν, οἷον ἄν εἴπωμεν τὴν οὐσίαν ἄνθρωπον. ἢ κατὰ δόξαν εἴρηκε τὸ ἐνδόξως καὶ διαλεκτικῶς, ὥσπερ εἶπεν ἐν τοῖς Τοπικοῖς ‟ἡ διαλεκτικὴ ἐξεταστικὴ οὖσα πρὸς τὰς ἁπασῶν τῶν ἐπιστημῶν ἀρχὰς ὁδὸν ἔχει”. διὸ ἔνεστι διαλεκτικῶς πως καὶ περὶ τῶν πρώτων συλλογίζεσθαι δεικνύ·ντας, ὅτι ὑπάρχει αὐτοῖς, ἄν οὕτω τύχῃ, τὸ ἕν ἓν γὰρ αὐτῶν ἕκαστον), ἀλλὰ καὶ τὸ ὄν.

Τῶν μὲν οὖν ἀνωτάτω γενῶν οὐκ ἔστι δεῖξαι κατηγορούμενόν τι, αὐτὰ δὲ ἄλλων· ὁ γὰρ λαβὼν τὸν ἄνθρωπον ζῷον εἶναι τὸ δὲ ζῷον οὐσίαν ἀπέδειξε τὴν οὐσίαν τοῦ ἀνθρώπου κατηγορουμένην. ἀνάπαλιν ἐπὶ τῶν καθ’ ἕκαστα καὶ ἀτόμων αὐτὰ μὲν οὐχ οἷόν τε ἄλλων κατηγορούμενα ἀποδεῖξαι, ὅτι μηδὲ κατηγορεῖται ὅλως τινῶν, ἄλλα δέ τινα τούτων· τοῦ γὰρ Κλέωνος καὶ τὸν ἄνθρωπον κατηγορούμενον δεῖξαι, ἄν λάβωμεν γελαστικὸν αὐτὸν εἶναι, πᾶν δὲ γελαστικὸν ἄνθρωπον εἶναι· ὁμοίως καὶ ζῶον καὶ οὐσίαν. ἀλλὰ καὶ ὅτι <τὰ> μεταξὺ τῶν τε ἀτόμων καὶ τῶν γενῶν καὶ κατηγορούμενά τινα ἔχει καὶ αὐτὰ ἄλλων κατηγορεῖται, δῆλον. διὸ καὶ αἱ ζητήσεις καὶ οἱ συλλογισμοὶ καὶ αἱ ἀποδείξεις περὶ τούτων γίνονται τῶν ἐν μέσῳ, <ἃ> καὶ αὐτὰ ἄλλων κατηγορεῖται καὶ αὐτῶν τὸ δὲ σχεδὸν προσέθηκεν, ὅτι γένοιτο μὲν ἄν ζήτησις καὶ περὶ τῶν ἀνωτάτω γενῶν, οἷον εἰ δέκα τὰ ἀνωτάτω γένη, καὶ εἰ τὸ ὂν ἢ τὸ ἓν γένος, καὶ εἰ ταὐτὰ τὸ ὂν καὶ τὸ ἓν ἢ ἕτερα ὁμοίως. ἀλλ’ αἵ γε πλεῖσται καὶ κοινόταται περὶ τῶν μεταξύ. ἔτι περὶ τῶν ἀνωτάτω, εἰ καὶ συλλογιζοίμεθα καὶ δεικνύοιτό τι, οὐκ ἀποδεικτικῶς ἀλλὰ ἐκ τῶν ὑστέρων δεικνύοιτ’ ἄν. οὐ γὰρ διὰ τῶν κατηγορουμένων· τὸ γὰρ τὴν οὐσίαν νοητὴν λέγειν ἢ αἰσθητὴν τὰ ὕστερα κατηγορεῖν ἐστιν αὐτῆς· ὕστερα γὰρ ταῦτα τῆς οὐσίας. τούτων οὖν χάριν καὶ τῶν τοιούτων εἶπε τὸ καὶ σχεδὸν οἱ λόγοι καὶ αἱ σκέψεις μάλιστά εἰσι περὶ τὰ μεταξύ. καὶ γὰρ εἰ μὴ αὐτῷ τι <τῷ> πρώτῳ ὑπάρχον ἀποδείκνυται, ἀλλ’ αὐτό γε ἄλλῳ· ὁμοίως καὶ τοῦ ἀτόμου τι δείκνυται. ὥστε γίνονται μὲν καὶ περὶ τούτων σκέψεις, ἀλλ’ αἵ γε πλεῖσται περὶ τῶν μεταξύ· ἄμφω γὰρ ταῦτα ἔχει. ἣν μέντοι παραδίδωσιν ἐκλογήν τε καὶ μέθοδον, οὔτε ἐπὶ τῶν ἀνωτάτω γενῶν οὔτε ἐπὶ τῶν ἀτόμων ἁρμόζει, ἀλλ’ ἐπὶ τῶν μεταξύ· καὶ γὰρ τὸν ὑποκείμενον καὶ τὸν κατηγορούμενον ἐν τῷ προβλήματι δεῖ τῶν μεταξὺ εἶναι. οὕτως [*](2 καὶ a: om. Β 3 οὕτω a 5 σαφηνίας 7 ἐν τοῖς τοπικοῖς] Ι 2 ρ. 101b 3 8 περὶ Β: πρὸς a 11 ἀποδεῖξαι a 18 τὰ a: om. Β 21 ἃ addidi: γὰρ post καὶ prius add. a 23 δέκα τὰ] δὲ κατὰ aB 24 ταῦτα a post ταὐτὰ add. ὃν a ἐστι Waitz Org. I p. 29): eras. Β ἢ ex ἡ corr. Β 25 τῶν (ante μεταξύ) a: τοῦ Β 2.5. 26 συλλογιζοίμεθα Waitz Org. Ι p. 29: συλλογιζόμεθα aB 27 post νοητὴν oxpuuxit εἶναι Β1 29 οὖν Β: γὰρ a 30 μάλιστά εἰσι aB (d): εἰσὶ μάλιστα Ar. τὰ μεταξύ Β: τῶν μεταξύ a: τούτων Ar. 31 τῷ a: om. Β ὁμοίως ἄλλω a 32 post δείκνυται add. εἰ μὴ καὶ αὐτὸ κατ’ ἄλλου a 36 οὕτω a)

294
γὰρ ἕξομεν λαβεῖν καὶ τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα, τοῦτ’ ἔστι κατηγορουμένους [*](98ν) αὐτῶν ὅρους, καὶ οἷς αὐτοὶ ἕπονται, τοῦτ’ ἔστι ἑκατέρῳ ὑποκειμένους· διὰ γὰρ τούτων τὴν τῶν προτάσεων εὕρεσιν ὑπογράφει λαμβάνων πρὸς τούτοις ἐν τῇ ἐκλογῇ καὶ τὰ μηδετέρῳ ἑπόμενα τῶν ἐν τῷ προβλήματι ὅρων. ἢ κατὰ τὰ ὑφηγημένα δυνάμεθα τὸ μὲν ἀνωτάτω γένος ὑπάρχον τινὶ δεικνύναι, εἰ λάβοιμεν, οἷς ἕπεται· ταῦτα γὰρ χρήσιμα πρὸς τὴν κατὰ παντὸς κατηγορίαν, ὡς δείξει· ἔχει δὲ τά, οἷς ἕπεται. πάλιν δ’ αὖ τῷ ἐσχάτῳ καὶ ἀτόμῳ τι ὑπάρχον ἐκ τοῦ τὰ ἑπόμενα αὐτῷ λαβεῖν, ἃ ἔστιν ἐπ’ αὐτοῦ λαβεῖν, ἐπειδὴ τὰ κατηγορούμενα ἔχει. οὐ γὰρ ἐπὶ πάντων ληψόμεθα καὶ τὰ ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτὰ ἕπεται, εἰ μὴ τοιαῦτα εἴη, ἀλλ’ ἐφ’ ὧν θάτερον μόνον ἔστι λαβεῖν, | τοῦτο ληφθήσεται, καὶ ὁ πρὸς [*](99r) αὐτὸ συλλογισμὸς κατὰ τοῦτο γενήσεται. ἢ εἰ ἄρα καὶ ἐπὶ τούτων, λαμβάνοιμεν ἄν τά τε πρὸς δόξαν καὶ τὰ κατὰ συμβεβηκός.

[*](p. 43b 1)

Δεῖ δὴ τὰς προτάσεις περὶ ἕκαστον αὐτῶν λαβεῖν.

εἰπών, τίνα ἐστί, περὶ ὧν αἱ ζητήσεις μάλιστα καὶ αἱ σκέψεις γίνονται ὅτι ταῦτα, οἷς καὶ ἕπεταί καὶ αὐτὰ ἔχει, οἷς ἕπεται· ταῦτα γάρ ἐστι τὰ μεταξὺ τῶν τε πρώτων γενῶν καὶ τῶν ἀτόμων οὐσιῶν), εἰπὼν δὲ καί, τίνα μὲν δείκνυται περὶ τῶν πρώτων γενῶν ὅτι γὰρ αὐτὰ ἄλλοις ὑπάρχει), τίνα δὲ περὶ τῶν ἀτόμων ὅτι γὰρ τούτοις ἄλλα), πῶς εὑρήσομεν καὶ ληψόμεθα προτάσεις ἐπὶ τοῦ προκειμένου εἰς δεῖξιν προβλήματος, ὑπογράφει τε καὶ διδάσκει. ποιεῖται δὲ τὸν λόγον ἐπὶ τῶν μεταξύ, ἃ καὶ αὐτὰ ἄλλοις καὶ ἄλλα τούτοις ὑπάρχει. ἔνεστι δέ, ἐξ ἧς ποιεῖται διδασκαλίας, ὡς εἶπον, καὶ τὰ πρῶτα γένη λαμβάνοντας, οἷς ταῦτα ἕπεται, ἐκλέγειν καὶ πάλιν τὰ ἄτομα τὰ τούτοις ἑπόμενα. τέσσαρα δὲ εἶπεν εἶναι προβλήματα, καθόλου καταφατικόν, καθόλου ἀποφατικόν, ἐπὶ μέρους καταφατικόν, ἐπὶ μέρους ἀποφατικόν. εἰς δὴ τὴν δεῖξιν τῶν προβλημάτων τούτων ἑκάστου πῶς εὐπορήσομεν τῶν οἰκείων προτάσεων καί, <ὡς> αὐτός φησιν, ἐκληψόμεθά καὶ ἐκλέξομεν, ὑπογράφει. δεῖ δὴ προβλήματος, φησί, προβληθέντος πρῶτον ἐκλαβεῖν καὶ χωρίσαι καὶ ἐκθέσθαι ἑκάτερον τῶν ἐν τῷ προβλήματι ὅρων· ἔστι δὲ ὁ μὲν ὑποκείμενος αὐτῶν ὁ δὲ κατηγορούμενος. τὸ γὰρ αὐτὸ πρῶτον τούτου ἐστὶ δηλωτικόν· περὶ οὗ γὰρ λαβεῖν βουλόμεθα τὰς προτάσεις, τοῦτό φησι δεῖν πρῶτον ὑποτίθεσθαι· βουλόμεθα δὲ περὶ τῶν ὅρων τῶν ἐν τῷ προβλήματι προτάσεις τινὰς λαβεῖν ἢ συναπτούσας αὐτοὺς ἢ διαιρούσας. καὶ μετὰ τὸ τοὺς ὅρους ἐκλαβεῖν οὕτω τὸν ἑκατέρου, τοῦ τε ὑποκειμένου ὅρου καὶ τοῦ κατηγορουμένου, ὁρισμὸν λαμβάνειν καὶ τὰ ἑκατέρῳ [*](1 et 2 post ἔστι add. τοὺς a 7 δείξει] c. 28 p. 43b 39 8 ὑπάρχον scripsi: ὑπάρχει Β: ὑπάρχειν a αὐτοῦ a 14 αὐτῶν om. Ar. τούτων nm) et Alex, ipse p. 300,22 λαβεῖν Β (cf. p. 300,22): οὕτως ἐκλαμβάνειν a et Ar. 20 εἰς δεῖξιν om. a 23 καὶ τὰ ex κατὰ corr. Β 24 τὰ add. Β2 27 οἰκείων Β: ἐκείνων a ὡς a: om. B)

295
αὐτῶν ἴδια· πράγματα γὰρ τοὺς ὅρους τοὺς ἐν προβλήματι λέγει. καὶ [*](99r) μετὰ ταῦτα ἐκλέγειν φησὶ δεῖν ὅλως , ὅσα ἕπεται ἑκατέρῳ τῶν ὅρων. ἕπονται μὲν οὖν καὶ οἱ ὁρισμοὶ τοῖς, ὧν εἰσιν ὁρισμοί, καὶ τὰ ἴδια· ἀλλὰ ταῦτα μὲν μόνοις αὐτοῖς ἕπεται, ὡς τὸ ζῷον λογικὸν θνητὸν ἀνθρώπῳ καὶ τὸ γελαστικόν· διὸ καὶ ἴσα ἐστὶν αὐτοῖς καὶ ἀντ’ αὐτῶν, καὶ οὐ μόνον ἕπεται ταῦτα αὐτοῖς ἀλλὰ καὶ αὐτὰ τούτοις διὰ τὸ ἀντιστρέφειν τὰ ἐπ’ ἴσης λεγόμενα. ἕπεται δ’ αὐτοῖς καὶ τὰ γένη καὶ αἱ διαφοραί, ταῦτα <δ’> οὐκέτι μόνοις, <ὡς> τὸ ζῷον ἀνθρώπῳ καὶ τὸ δίπουν · ταῦτα καὶ ἰδίως εἶπε. δῆλον δέ, ὅτι τὰ ἑπόμενά τινι καὶ κατὰ παντὸς αὐτοῦ κατηγορεῖται. μετὰ δὲ ταῦτά φησι δεῖν ἐκλέγειν τε καὶ ἐκλαμβάνειν ταῦτα, οἷς αὐτὰ ἕπεται τὰ πράγματα, τοῦτ’ ἔστιν αὐτὰ τὰ κείμενα ἐν τῷ προβλήματι· ἐν τῷ προβλήματι δέ εἰσιν οἱ τοῦ προβλήματος ὅροι. οἷον εἰ ζῷόν ἐστιν ὁ ὅρος, τίνι τὸ ζῷον ἕπεται· ἕπεται δὲ τὸ ζῷον τῷ τε ἀνθρώπῳ καὶ τοῖς εἴδεσι πᾶσι τοῖς ὑπ’ αὐτό, τῷ δὲ ζῴῳ τὸ ἔμψυχον. οὐκέτι γὰρ τά, οἷς ἕπεται ὁ τοῦ προβλήματος ὅρος, κατὰ παντὸς ὅρου τοῦ ἑπομένου αὐτοῖς κατηγορεῖται, ἀλλ’ ἔμπαλιν ὁ ὅρος ἐκείνων ἑκάστου κατὰ παντός· τὸ γὰρ ἑπόμενόν ἐστι τὸ κατὰ παντὸς κατηγορούμενον. ἔτι φησὶ δεῖν ἐκλέγειν καὶ ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν, οἷον τῷ ἀνθρώπῳ τὸ χρεμετιστικόν, τῷ ζῴῳ τὸ ἄψυχον. οἷς δὲ αὐτὸ οὐκ ἐνδέχεται ὑπάρχειν, οὐκέτι φησὶ δεῖν ἐκλαμβάνειν· τὰ γὰρ αὐτά ἐστι τά τε μὴ ὑπάρχοντα αὐτῷ καὶ οἷς αὐτὸ μὴ ὑπάρχει διὰ τὸ τὸ καθόλου ἀποφατικὸν ἀντιστρέφειν ἑαυτῷ. οὐκ ἦν δὲ τοιαῦτα τὰ ἑπόμενα αὐτοῖς καὶ οἷς αὐτὰ ἕπεται· τῷ γὰρ ζῴῳ ἕπεται μὲν τὸ ἔμψυχον, αὐτὸ δὲ ἕπεται ἀνθρώπῳ, ἵππῳ, τοῖς εἴδεσι τοῖς αὑτοῦ. διὰ τοῦτο ἀμφοτέρων ἐκείνων τὴν ἐκλογὴν ἠξίωσεν ἡμᾶς ποιεῖσθαι διὰ τὸ μὴ ἀντιστρέφειν τὸ καθόλου καταφατικὸν ἑαυτῷ· τῶν δὲ μὴ ὑπαρχόντων αὐτοῖς καὶ οἷς αὐτὰ μὴ ὑπάρχει, οὐκ ἔστιν ἀμφοτέρων ἐκλογή, | ὅτι ταὐτά [*](99 v) ἐστι ταῦτα καὶ ἀντιστρέφει.

·Φησὶ δὲ δεῖν διαιρεῖσθαι καὶ αὐτῶν τῶν ἑπομένων, ὅσα τε ὡς ἐν τῇ οὐσίᾳ αὐτῶν περιεχόμενα καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα ἕπεται αὐτοῖς, καὶ ὅσα ὡς ἴδια καὶ ὅσα ὡς συμβεβηκότα. οὐ γὰρ ταὐτὰ τὰ ἴδια τοῖς ἐν τῇ οὐσίᾳ καὶ ἐν τῷ τί ἐστι κατηγορουμένοις καὶ οὕτως ἑπομένοις· τὸ μὲν γὰρ ζῷον καὶ τὸ λογικὸν ἕπεται τῷ ἀνθρώπῳ ὡς καθ’ αὑτά τε καὶ ἐν τῷ τί ἐστι κατηγορούμενα, τὸ δὲ γελαστικὸν ὡς ἴδιον οὐ μὴν καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον. ταῦτα γὰρ ἐν τῷ τί ἐστι κατηγορεῖταί τινος κυρίως, ὅσα ἐν τῷ ὁριστικῷ λόγῳ περιέχεται, ὧν τῆς ἐνεργείας στερόμενον τό, οὗ κατηγορεῖται ταῦτα, εἰς τὸ παντελὲς οὐδ’ ἄν ὅλως εἴη· οἷον ἄνθρωπος, εἰ μὴ ζῷον εἴη, οὐδ’ ἄν εἴη· ὁμοίως εἰ μὴ λογικόν, ὡς πάντως [*](1 post ἐν add. τῷ a 4 ὡς Β: οἷς a λογικὸν] ογικὸν in ras. Β2 5 ἐστὶν om. a 7 δ’ addidi 8 ὡς addidi 10 λαμβάνειν a 14 αὐτὸ ex αὐτὸν, ut videtur, corr. Β 16 κατὰ om. a 17 παντὸς Β: τινος a 18 τὸ Β: τῷ a 21 αὐτὸ] ὁ in ras. Β2 ἑαυτῷ Β: αὐτῷ a 23 αὑτοῦ scripsi: αὐτοῦ aB 26 ἔσται a 28 τε ὡς a: τέως Β 30 ὡς prius corr. Β1 36 ante οὐδ’ add. καὶ a 37 εἰ μὴ alterum corr. ex 2 lit. (εἰ ?) Β2)

296
καὶ λογίζεσθαί ποτε, ἢ μὴ θνητόν, ὡς πάντως ἀποθανούμενον. καὶ ὁρισμὸς δὲ πᾶς ἐν τῷ τί ἐστιν. οὐκέτι δὲ τὸ γελαστικὸν τοιοῦτον <ἄν> εἴη · γὰρ ἐν τῷ ὁρισμῷ περιέχεται, οὗτε οὕτως ὑπάρχει αὐτῷ, ὡς καὶ τῆς ἐνεργείας τῆς κατ’ αὐτὸ * * * κωλύομεν τὴν ὕπαρξιν· καὶ γὰρ μηδέποτε γελῶν τῷ κεκωλῦσθαι οὐδὲν κεκώλυται ἄνθρωπος εἶναι. οὕτως δόξει καὶ τῆς γῆς ἴδιον εἶναι τὸ ὕεσθαι καὶ τῆς σελήνης τὸ ἐκλείπειν· κυρίως γὰρ τὸ ἐκλείπειν ἐπὶ μόνης τῆς σελήνης. τὰ δὲ ὡς συμβεβηκότα ἑπόμενά ἐστιν, ὅσα κατηγορούμενα τινος μήτε ὡς ἐν τῳ τι ἐστι μήτε ὡς ιοια κατηγορεῖται αὐτοῦ· τοιαῦτα δ᾿ ἄν εἴη, ἃ οἷά τε καὶ ἄλλοις τισὶν ὑπάρχειν, ὡς τὸ λευκὸν τῷ ψιμυθίῳ καὶ ἀνθρώπῳ τὸ περιπατεῖν. δεῖ δέ, φησί, καθόλου τῶν ἑπομένων τινὶ διακρίνειν, ποῖα κατ’ ἀλήθειαν καὶ ποῖα δοξσατικῶς ἕπεται, τοῦτ’ ἔστι κατὰ τὰς τῶν πολλῶν ἢ τὰς τῶν τινῶν δόξας· ἐκ τῶν τοιούτων γὰρ οἱ διαλεκτικοὶ συλλογισμοί, οἷον ὅτι τῇ ὑγείᾳ ἕπεται τὸ εἶναι μεγίστῳ ἀγαθῷ τοῦτο γὰρ κατὰ δόξαν) ἢ τῷ ἀγαθῷ τὸ ἀγαθοὺς ποιεῖν. ἡ μὲν γὰρ πλειόνων τῶν ἑπομένων ἀμφοτέροις τοῖς ὅροις εὐπορία θάττω τὴν εὕρεσιν ἡμῖν παρέξει τῶν τε προτάσεων καὶ τοῦ συμπεράσματος, ἡ δὲ τῶν ἀληθεστέρων μᾶλλον ἀποδεικτικὸν ποιήσει τὸν συλλογισμόν. τούτου οὖν χάριν ἠξίωκε διακρίνειν τά τε ἐν τῷ τί ἐστι κατηγορούμενα τῶν ἑπομένων καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκέναι δοκοῦντα.

[*](p. 43b 11)

Δεῖ δὲ ἐκλέγειν μὴ τὰ ἑπόμενα τινί, ἀλλ’ ὅσα ὅλῳ τῷ πράγματι ἕπεται.

Δεῖν φησι τὰ ἑπόμενα τοῖς ὅροις τοῖς ἐν τῷ προκειμένῳ προβλήματι ἐκλέγοντας μὴ τὰ τινὶ αὐτῶν ἑπόμενα ἐκλέγειν ἀλλὰ τὰ παντί· εἰ γὰρ ὅρος εἴη ἄνθρωπος, οὐ τὸ τινὶ ἀνθρώπῳ ἑπόμενον ἐκλεκτέον ἀλλὰ τὸ παντί, οὐδὲ τὸ τινὶ ἡδονῇ, ἄν ὅρος τοῦ προβλήματος ἡ ἡδονὴ ᾖ, ἀλλὰ τὸ πάσῃ. οὕτως γὰρ εὐπορήσομεν καθόλου προτάσεων, ὧν χωρὶς ἀδύνατον συλλογισμὸν γενέσθαι· διὰ γὰρ τοῦτο οὐδὲ ἀδιορίστως ἐκλαμβάνοντας τιθέναι φησὶ δεῖν ἀλλὰ προστιθέντας τὸ παντὶ ἕπεσθαι. ᾧ γὰρ ὅρος ἐστὶν ὁ ἄνθρωπος ἢ πάλιν <ἡ> ἡδονή; οὗτος τότε τὸν συλλογισμὸν πρὸς ἄνθρωπον ἢ τὴν ἡδονὴν ποιήσει, ὅταν πάντα ἄνθρωπον καὶ πᾶσαν ἡδονὴν περιλάβῃ· περιλαμβάνεται δὲ ὁ μὲν ἄνθρωπος ὑπὸ τοῦ παντὶ αὐτῷ ἑπομένου, ἡ δὲ ἡδονὴ ὑπὸ τοῦ πάσῃ ἡδονῇ, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ γὰρ εἰ τὸ ὀφεὶλον δειχθῆναι ἐπὶ μέρους εἴη, τὸ παντὶ ὑπάρχον ἔνεστι καὶ τινὶ λαβεῖν ὑπάρχον. ἀλλὰ καὶ τά, οἷς αὐτὰ ἕπεται ὅλοις, οὐ μέρεσιν [*](1 ἢ scripsi: εἰ aB πάντως] ὡς in ras. Β2 ante ὁρισμὸς add. ὁ a 2 ἄν addidi 4 αὐτὸ a: αὑτὰ Β post αὐτὸ addendum velut στερίσκοντες αὐτὸν (cf. p. 295,35) ante τὴν add. πρὸς a 11 ποῖα δοξαστικῶς καὶ ποῖα κατ’ ἀλήθειαν Ar. 12 τὰς alterum om. a τῶν (ante τινῶν) superscr. Β2 14 τὸ ἀγαθοὺς B: τὸ τὸ ἀγαθὸν a 15 εὐπορία ex εὐπορίας, ut videtur, corr. Β 17 post ποιήσει eras. 2 lit. B 25 ᾖ om. a 27 ἀδιορίστως a ἀδιορίστου b 14 Ar.): ἀορίστως Β λαμβάνοντας a 29 ὁ om. a ἡ addidi 31 περιλαμβάνεται Β2 corr.: παραλαμβάνεται a Β pr. 32 πάσῃ ἡδονῇ Β2 corr.: πᾶσα ἡδονὴ a B pr. 34 καὶ altenim om. a ὅλοις Β: ὅροις a)

297
αὐτῶν, ταῦτα ἐκλεκτέον· τὸ γὰρ ζῷον οὐχ ἕπεται παντὶ ἐμψύχῳ, παντὶ [*](99v) δὲ αἰσθητικῷ καὶ παντὶ ἀνθρώπῳ. ταῦτα ἄρα καὶ οὐκ ἐκεῖνο ἐκλεκτέον ἐκλέγοντας, οἷς τὸ ζῷον ἕπεται· ἔσται γὰρ οὕτως κατὰ παντὸς τούτου, ᾧ ἕπεται· διὰ γὰρ τῶν τοιούτων αἰ καθόλου προτάσεις. οὐκέτι μέντοι, φησί, τὸ ἑπόμενόν τινι δεῖ ὅλον ἐκλέγειν· ἕπεται μὲν γὰρ ἀνθρώπῳ τὸ ζῷον, οὐ μὴν πᾶν, καὶ τῇ γραμματικῇ ἐπιδτήμη, οὐ μὴν πᾶσα· οὐδὲ δεῖ ζητεῖν τὸ οὕτως ἑπόμενον· ἱκανὸν γὰρ πρὸς τὴν τῶν προτάσεων λῆψιν τὸ ἕπεσθαι [*](1000r) μόνον. τούτου δὲ τὴν αἰτίαν τοῦ μὴ δεῖν τὰ ἑπόμενα τοιαῦτα ζητεῖν καὶ ἐν τῷ Περὶ ἑρμηνείας ἀποδέδωκε, δι’ ὧν εἶπεν ‟ἐπὶ δὲ τοῦ κατηγορουμένου καθόλου τὸ καθόλου κατηγορεῖν οὐκ ἔστιν ἀληθές”· οὐ γὰρ ἔσται τις πρότασις, ἐν ᾗ τοῦ καθόλου τὸ καθόλου προσκατηγορήσομεν, ‟οἷον ἔστι πᾶς ἄνθρωπος πᾶν ζῷον”. τὸ αὐτὸ δὴ καὶ νῦν λέγει, καὶ δείκνυσί γε, πῶς ἄχρηστόν τέ ἐστι τὸ οὕτως ἐκλέγειν πειρᾶσθαι τὰ ἑπόμενα καὶ πρὸς τῷ ἀχρήστῳ καὶ ἀδύνατον.· ἀδύνατον γὰρ πάντα ἄνθρωπον πᾶν ζῷον εἶναι ἢ πάντα ἄνθρωπον πᾶν γελαστικόν. οὐ δὴ τὸ ἑπόμενον πᾶν ληπτέον ἀλλὰ τό , ᾧ ἕπεται· τὸν γὰρ ἄνθρωπον καθόλου ληπτέον, ᾧ τὸ ζῷον ἕπεται, τοῦτο παντὶ τιθέντας ἀνθρώπῳ ἑπόμενον· οὕτως γὰρ εὐπορήσομεν καθολικῶν προτάσεων. ὁμοίως καὶ ᾧ παντὶ ὁ ἄνθρωπος ἕπεται· δίποδι μὲν γὰρ παντὶ οὐχ ἕπεται, παντὶ δὲ βουλευτικῷ. τὸ δὲ καθάπερ καὶ προτεινόμεθα ἔστι ῾ καθάπερ καὶ προτείνομεν ἐν τῇ χρήσει᾿. λέγομεν γὰρ πάντα ἄνθρωπον ἁπλῶς ζῷον, ἀλλ’ οὐ καὶ πᾶν ζῷον, καὶ πᾶσαν ἡδονὴν κατὰ φύσιν ἁπλῶς, ἀλλ’ οὐ πᾶν κατὰ φύσιν· οὐ γὰρ τῷ ἑπομένῳ τὸ πᾶν ἀλλὰ τῷ ὑποκειμένῳ, ᾧ ἕπεται, προστίθεται.

[*](p. 43b 22)

Ὅταν δ’ ὑπό τινος περιέχηται τὸ προκείμενον, ᾧ τὰ ἑπόμενα δεῖ λαβεῖν, τὰ μὲν τῷ καθόλου ἑπόμενα ἢ μὴ ἑπόμενα οὐκ ἐκλεκτέον ἐν τούτοις.

Τὸ λεγόμενόν ἐστιν· ὅταν ὁ κείμενος ὅρος, <ὅς> μέρος ἐστὶ τοῦ ᾧ τὰ ἑπόμενα ζητοῦμεν, ὑπό τινος περιέχηται ἑπομένου αὐτῷ, οἷον ὡς ἄνθρωπος ὑπὸ τοῦ ζῴου, οὐκέτι φησὶ δεῖν ἐκλέγειν, ὅσα τῷ περιέχοντι τὸν κείμενον ὅρον ἕπεται οἷον τῷ ζῴῳ, εἰς τὸ δεικνύναι καὶ ταῦτα ἑπόμενα τῷ περιεχομένῳ· οὗτος δ’ ἦν ὁ ἄνθρωπος. φθάνει γὰρ ταῦτα εἰλῆφθαι δυνάμει, ὅτε ἐλήφθη ἑπόμενον τὸ ζῷον τῷ ἀνθρώπῳ· τούτου γὰρ ληφθέντος εἴληπται δυνάμει καὶ τὰ τῷ ζῴῳ ἑπόμενα ἕπεσθαι τῷ ἀνθρώπῳ οἷον ἡ οὐσία, τὸ ἔμψυχον, τὸ αἰσθητικόν. ὡς δὲ τὰ τούτῳ ἑπόμενα ἕπεται τῷ ἀνθρώπῳ, οὕτως καὶ τὰ μὴ ἑπόμενα τούτῳ δῆλον ὅτι [*](3 οἷς Β: ὡς a 5 ὅλον δεῖν a μὲν om. a 6 οὐδὲ Β: οὐ δὴ a 9 Περὶ ἑρμηνείας] c. 7 p. 17b12 —16 13 λέγειν 17 οὕτω 22 ἀπλῶς om. a 24 προκείμενον Β (n): ὑποκείμενον a et Ar. 26 ἐν τούτοις non lominatis sed textus verba in aB 27 ὃς addidi ἐστὶ Β: ὢν a 29 ante ἄνθρωπος add. ὁ a 31 ἔπεται a 32 ὅτε ex οὔτε coit. B: ὅπερ a 33 ἕπεσθαι Β: ἕπεται a 35 οὕτω a)

298
οὐδὲ τῷ ἀνθρώπῳ ἀκολουθήσει, τὸ ἄψυχον, τὸ ἀναίσθητον, τὸ ἀσώματον. [*](100r) οὐκέτ’ οὖν χρὴ περὶ ταῦτα κατατρίβεσθαι καὶ ταῦτα ἐκλέγοντας τιθέναι τὰ κείμενα ἤδη. οὔτε οὖν τὰ τῷ περιέχοντι τὸν κείμενον ὅρον ἑπόμενα ἐκλέγειν ἔτι δεῖ οὔτε τὰ μὴ ἑπόμενα τούτῳ. τὰ μὲν οὖν τῷ καθόλου ἑπόμενα οἷον τῷ ζῴῳ, ὃ ἦν περιέχον τὸν ἄνθρωπον, οὐ χρὴ ἐκλέγειν ἔτι, τὰ δὲ οἰκεῖ καὶ ἰδίως ἑπόμενα τῷ ἀνθρώπῳ, ἃ μηκέτι τῷ γένει αὐτοῦ ἕπεται, τῷ ζῴῳ, ταῦτα ἐκλεκτέον· ἔστι γάρ τινα, ἃ τῷ ἀνθρώπῳ ἕπεται τῷ γένει αὐτοὺ, τῷ ζῷῳ, μὴ ἑπόμενα. ὧν τὰ μὲν καὶ κυρίως ἐστὶν ἴδια τοῦ ἀνθρώπον, ὡς τὸ γελαστικόν, ὡς τὸ βουλευτικόν, τὰ δὲ ὡς πρὸς ἄλλα ἴδιά ἐστιν αὐτοῦ, ὡς τὸ λογικόν· ὡς γὰρ πρὸς τὸ ἄλογον ἴδιον γίνεται τοῦ ἀνθρώπου· καὶ οὐχ ἕπεται τούτων οὐδὲν τῷ ζῴῳ, ὁμοίως τὸ πεζόν, τὸ δίπουν καὶ ὅσα τοιαῦτα· ταῦτα γὰρ ὡς ἴδια λαμβάνοντας τιθέναι χρή, ἐπεὶ μὴ ἕπεται τῷ περιέχοντι αὐτὸ γένει μηδὲ διὰ τὸ ἐκείνῳ κεῖσθαι ἑπόμενα καὶ αὐτῷ δύναται δείκνυσθαι καὶ αὐτὰ ἑπόμενα. οὐ γὰρ ὅσα ἑκάστῳ τῶν εἰδῶν ὑπάρχει, ταῦτα καὶ τῷ γένει· ἀνάγκη γὰρ τοῖς διαφέρουσιν εἴδεσιν ἴδιά τινα ὑπάρχειν αὐτοῖς καὶ μὴ δύνασθαι καὶ τοῖς ἀντιδιαιρουμένοις αὐτοῖς εἴδεσιν ὑπάρχειν. καὶ οὐκ ἄν ἕποιτο τῷ γένει· τὰ γὰρ τῷ γένει ἑπόμενα κατὰ παντός τε καὶ αὐτοῦ κατηγορεῖται καὶ ἑκάστῳ τῶν εἰδῶν ἕπεσθαι ἀνάγκη, ἃ δὲ ἑκάστῳ τῶν εἰδῶν, οὐκέτι οὔτε τῷ γένει οὔτε ἀλλήλοις. τοιαῦται δ’ ἂν εἶεν καὶ αἱ οἰκεῖαι ἑκάστου εἴδους διαφοραί, ὑφ’ ὧν ὁρίζονται.

[*](p. 43b 29)

Οὐδὲ δὴ τῷ καθόλου ἐκλεκτέον, οἷς ἕπεται τὸ περιεχόμενον, οἷον ζῴῳ, οἷς ἕπεται ἄνθρωπος.

Ὅ λέγει τοιοῦτον εἶναι δοκεῖ· οὐ χρὴ ἐκλέγοντας, οἷς ἕπεται ὁ ὑποκείμενος | ὅρος ὁ περιεχόμενος ὑπό τινος, προσχρῆσθαι τῷ καθόλου τῷ [*](100 v) περιέχοντι καὶ λαμβάνειν ταῦτα τῶν, οἷς ἕπεται ὁ κείμενος ὅρος, οἷς καὶ αὐτοῖς ὁ περιέχων αὐτὸν ἕπεται. οἷον εἰ ἔστιν ὁ κείμενος ὅρος ἄνθρωπος, περιέχει μὲν τοῦτον τὸ ζῷον καὶ ἕπεται αὐτῷ· ὅταν δὴ ἐκλέγωμεν, οἷς ἕπεται ὁ ἄνθρωπος, οὐ δεῖ προσπαραλαμβάνειν τὸ ζῷον λέγοντας, ὅτι καὶ τοῦτο, λέγω δὲ τὸ ζῷον, ἕπεται ἐκείνοις, οἷς καὶ ὁ ἄνθρωπος ἕπεται. τοῦτο γὰρ κεῖται δυνάμει· τὸ γὰρ τῷ ἀνθρώπῳ ἀκολουθοῦν ἀκολουθεῖ καὶ οἷς ὁ ἄνθρωπος· ἠκολούθει δὲ τὸ ζῷον τῷ ἀνθρώπῳ· ὥστε καὶ οἷς ὁ ἄνθρωπος. οὐ δὴ τούτῳ προσχρηστέον ἔτι οὐδὲ ῥητέον, ὅτι ἕπεται τὸ καθόλου καὶ τὸ γένος, οἷς ἕπεται τὸ περιεχόμενον ὑπ’ αὐτοῦ· πρὸς γὰρ τῷ [*](3 οὔτε Β: εἴτ’ a 4 δεῖ a: δὲ Β ante μὴ afld. ἔτι a 5 ἐκλέγειν Β: καὶ λέγειν a 6 ἴδια καὶ οἰκείως a 8. 9 τῷ ἀνθρώπῳ a 16 αὐτοῖς ex αὐτῷ corr. B2; sequuntur ἔδια ἑκάστου εἴδους καὶ· οἱ (spat. ca. 7 lit.) in Β 17 αὐτοῖς om. a καὶ add. Β2: om. a 22 οὐδὲ] οὐ γὰρ a τῷ Β corr.: τὸ a B pr. 26 ὑποκείμενος a 28 δὴ Β: μὴ a 29 οὐ δεῖ scripsi: οὐδὲ aB προσλαμβάνειν a 31 ἀκολουθοῦν Β2 corr.: ἀκόλουθον a Β pr. 33 οὐ δὴ τούτῳ Β: οὐ γὰρ δὴ τοῦτο a)

299
κεῖσθαι τοῦτο οὐδὲ πρόκειται ἡμῖν ζητεῖν, τίνι τὸ γένος τοῦ ἐκκειμένου [*](100v) ὅρου ἕπεται, ἀλλὰ τίνι αὐτὸς οὗτος ὁ προκείμενος ὅρος. ἢ δύναται μᾶλλον τὸ λεγόμενον τοιοῦτον εἶναι· οὐδ’ ὅταν πάλιν ᾖ προκείμενον ἡμῖν ἐκλέγειν, τίσιν ἕπεται τὸ καθόλου καὶ περιέχον τι, οὐ χρὴ λαμβάνοντάς τι τῶν ὑπὸ τὸ καθόλου, ᾧ ἕπεται τὸ καθόλου, ζητεῖν. οἷς τοῦτο ἕπεται· οἷον εἰ ζητοίημεν, τίσιν ἕπεται τὸ ζῷον, οὐ δεῖ λαμβάνοντας τῶν ὑπὸ τὸ ζῷόν τι, οἷς ἕπεται τοῦτο, ἐκλέγειν, ὅτι τούτοις καὶ τὸ ζῷον, οἷον τὸν ἄνθρωπον, οἷς ἕπεται ὁ ἄνθρωπος, ἐκλέγειν καὶ τιθέναι, ὅτι τούτοις καὶ τὸ ζῷον. ἀληθὲς μὲν γάρ ἐστι τοῦτο τὸ πᾶσιν, οἷς ὁ ἄνθρωπος ἕπεται, καὶ τὸ ζῷον ἕπεσθαι· οὐ μὴν τοῦτ’ ἦν προκείμενον ζητεῖν εἰ], οἷς ἄνθρωπος ἕπεται καὶ τὸ ζῷον ἕπεσθαι]. τότε γὰρ ἐκλέξομεν, τίσιν ὁ ἄνθρωπος ἕπεται, ὅταν ᾖ περὶ ἀνθρώπου ζητεῖν ἡμῖν προκείμενον· οἰκειότερα γὰρ ταῦτα τῆς τοῦ ἀνθρώπου ἐκλογῆς. ὡς οὖν τὰ ἑπόμενα ἀνθρώπῳ ζητοῦντες οὐχ ἃ ζῴῳ εἵπετο, ἐξελέηομεν ἦν γὰρ εἰλημμένα δυνάμει), οὕτως οὐδέ, οἷς ἕπεται τὸ ζῷον, ἐκλέγοντες ζητήσομεν καὶ ἐκλέξομεν, οἷς ἕπεται τὸ περιεχόμενον ὑπὸ τοῦ ζῴου. οἷον εἰ ἄνθρωπος περιέχεται ὑπὸ ζῴου καὶ δεῖ λαβεῖν τοῦτο τὸ περιεχόμενον ὑπὸ τοῦ ζῴου, οὐ δεῖ λαμβάνειν ταῦτα, οἷς ἕπεται ὁ ἄνθρωπος· δυνάμει γὰρ εἴληπται καὶ ταῦτα ἐν τῷ τὸν ἄνθρωπον κεῖσθαι, ᾧ ἕπεται τὸ ζῷον· πᾶσι γάρ , οἷς ὁ ἄνθρωπος ἕπεται, καὶ τὸ ζῷον ἀκολουθήσει τὸ τῷ ἀνθρώπῳ ἑπόμενον. ἀμείνων δὲ δοκεῖ μοι εἶναι ἥδε ἡ ἐξήγησις τῆς λέξεως καὶ ἀκόλουθος τῇ προειρημένῃ. ἡ δὲ λέξις ἀσαφής ἐστι διὰ συντομίαν· ἔστι δὲ τοιαύτη ῾ οὐδὲ δὴ ἐπὶ τοῦ καθόλου τινὶ ἐκλέγοντας, οἷς τὸ καθόλου ἕπεται, ἐκλεκτέον, οἷς ἕπεταί τι τῶν ὑπὸ τὸ καθόλου᾿, ἢ οὕτως· οὐδὲ τῷ καθόλου ἐκλεκτέον, οἷς ἕπεται τὸ περιεχόμενον ἀντὶ τοῦ ‘οὐδὲ δὴ ἐπὶ τῶν καθόλου, ὧν ἐστι καὶ τοῖς ὑποκειμένοις ὑποκείμενα ἄλλα. οὐ γὰρ ἐπὶ πάντων τῶν καθόλου τοῦτο δυνατόν· τὰ γὰρ εἴδη τὰ ἀτόμων καθόλου μέν ἐστιν, οὐ μὴν καὶ ἕκαστον τῶν, οἷς ἕπεται τὸ εἶδος ταῦτα δέ ἐστι τὰ ἄτομα), ἄλλοις πάλιν αὐτὰ ἕπεται· εἰ γὰρ ἄλλοις εἵπετο, οὐκ ἄν ἦν ἄτομά τε καὶ ἔσχατα. ποιουμένοις οὖν τὴν ἐκλογὴν ἐπὶ τῶν τοιούτων καθόλου, ὧν καὶ τά, οἷς ἕπεται αὐτά, κἀκεῖνα ἔχει αὐτοῖς ὑποκείμενά τινα, οἷς καὶ αὐτὰ πάλιν ἕπεται τοιαῦτα δέ ἐστι καὶ οὕτως καθόλου τὰ γένη), ἐπὶ δὴ τῶν τοιούτων λαμβάνοντας τά, οἷς ἕπεται τὰ οὕτως καθόλου, οὐ ληπτέον τά, οἷς ἕπεται τὰ ὑποκείμενα αὐτοῖς, οἷον ζητοῦντας, τίνι οἷον ζῷον ἕπεται, οὐ ληπτέον, οἷς ἄνθρωπος ἕπεται, ἕπεσθαι καὶ ζῷον· ἀληθὲς μὲν γάρ, οἷς ἄνθρωπος ἕπεται, ἕπεσθαι καὶ τὸ περιέχον τὸν ἄνθρωπον, οὐ μὴν οἰκεῖον τῆς τοῦ ζῴου ἐκλογῆς, εἰ ὁ κείμενος ὅρος τὸ ζῷον εἴη.

[*](1 ἐκκειμένου] ἐκ add. Β2, κ in ras. 2 ὅρος om. a 4 τι prius om. a 5 τὸ (post ἕπεται) Β: τῷ a (correxerat iam Waitz Org. I p. 29) 9 τὸ prius om. a 10 ἕπεσθαι add. B2 post οἷς add. ὁ a ἕπεται om. a 10. 11 καὶ τὸ ζῷον ἕπεσθαι ἕπεται a) ut ex vs. 9. 10 translata delevi 12 ἡμῖν] ἡ in ras. Β προκείμενον a: προκείμενα Β 13 τὰ om. a 16 τὸ om. a 17 λαβεῖν a 22 τοῦ Β: τῶν a 23 post ἕπεται expunxit ἐκλεκτέον. ἕπεται τὸ καθόλου ζητοῦντας Β2, lit videtur 26 ὑποκειμένοις ὑποκείμενα ἄλλα. οὐ γὰρ scripsi: ἑπομένοις ἑπόμενα. ἀλλὰ γὰρ οὐκ aB 27 ἀτόμων correxi: ἄτομα aB 28 αὐτὰ a: αὑτὰ Β ἕπεται ante αὐτὰ transponit a 32 ἐπὶ δὴ a: ἐπειδὴ Β 36 οἰκεῖον scripsi: οἰκεῖα aB)
300
[*](p. 43b 32)

Ληπτέον δὲ καὶ τὰ ὡς ἐπὶ τὸ πολὺ ἑπόμενα καὶ οἷς [*](100ν) επεται.

᾿Επεὶ ἔστι τινὰ προβλήματα στοχαστικὰ |καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολὺ τὰς δείξεις ἔχοντα, δεῖν φησι καὶ τὰ οὕτως ἑπόμενα τοῖς προκειμένοις ὅροις καὶ οἷς αὐτοὶ οὕτως ἕπονται λαμβάνειν· οὕτως γὰρ διὰ τῶν τοιούτων δυνησόμεθα τὰ | περὶ τῶν τοιούτων προβλήματα συλλογίζεσθαι. ὅτι δὲ ὅ μοιον [*](101r) ἑκάστου συλλογισμοῦ τὸ συμπέρασμα ταῖς ἀρχαῖς, τοῦτ’ ἔστι ταῖς προτάσεσιν, ἔδειξεν, ὅτε ἐδείκνυε μὴ δυνάμενον δυνατῷ ἀδύνατον ἀκολουθεῖν, οἷον ὅτι τῷ μετ’ ἰσημερίαν χειμερινὴν πλέοντι τὸ εὐπλοεῖν (ὡς ἐπὶ πολὺ γάρ) καὶ τῷ διαίτῃ τοιᾷδε χρωμένῳ τὸ ὑγιαίνειν· καὶ γὰρ τοῦτο ὡς ἐπὶ τὸ πολύ· πάλιν τῷ μοιχεύειν ἕπεται τὸ καλλωπίζεσθαι ὡς ἐπὶ τὸ πολύ, καὶ τῷ κλέπτειν ὡς ἐπὶ τὸ πολὺ ἕπεται τὸ νύκτωρ πλανᾶσθαι.

[*](p. 43b 36)

Ἔτι πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον.

Τὸ πᾶσιν ἀντὶ τοῦ ῾ τοῖς δύο ὅροις τοῖς τοῦ προβλήματος᾿. οὔ φησι δὲ δεῖν τὰ τοῖς δύο ἑπόμενα λαμβάνειν ὡς μηδενὸς ἐκ τῆς τῶν τοιούτων μεταλήψεως καὶ συνθέσεως γινομένου συλλογισμοῦ. αὐτὸς μὲν οὖν ὑπερτίθεται τὴν τούτου δεῖξιν εἰς τὸ μετὰ ταῦτα. ἔστι δὲ αἴτιον, ὅτι γίνεται μὲν τὸ δεύτερον σχῆμα, εἰ τὰ ἑκατέρῳ τῶν ὅρων ἑπόμενα συνθείημεν καὶ ποιήσαιμεν ἕνα· ἀλλὰ καὶ δύο προτάσεις καταφατικαὶ ἔσονται· ἀσυλλόγιστος δὲ ἡ τοιαύτη συμπλοκὴ τῶν προτάσεων. οὐ τοῦτο δὲ λέγει, ὅτι μὴ δεῖ τὰ ἑκατέρῳ ἰδίᾳ ἑπόμενα ἐκλέγειν· φθάνει γὰρ εἰρηκέναι τοῦτο, δι’ ὧν εἶπε ‟δεῖ δὴ τὰς προτάσεις περὶ ἑκάστου οὕτως λαμβάνειν, ὑπο- θέμενον αὐτὸ πρῶτον καὶ τοὺς ὁρισμούς τε καὶ ὅσα ιοια του πράγματος ἐστιν, εἶτα μετὰ τοῦτο, ὅσα ἕπεται τῷ πράγματι”. οὐκ ἄν οὖν εἰπὼν δεῖν τὰ ἑπόμενα τοῖς πράγμασι, τοῦτ’ ἔστι τοῖς ὅροις, ἐκλέγειν νῦν μὴ δεῖν ἐκλέγειν ἔλεγε πάλιν, ἀλλ’ ὃ λέγει, τοιοῦτόν ἐστι· τὰ μὲν ἑκατέρῳ ἰδίᾳ τῶν ὅρων ἑπόμενα ἐκλέγειν δεῖ, οὐκέτι δὲ ζητητέον, τίνα κοινῶς αὐτοῖς ἕπεται, ὡς ἀμφοτέροις εἶναι ταὐτὸν ἑπόμενον. ὃ ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἔτι τὰ πᾶσιν ἑπόμενα οὐκ ἐκλεκτέον· ἄλλο γὰρ τὸ τὰ ἑκατέρῳ ἑπόμενα, ἄλλο τὸ πᾶσιν· τὸ γὰρ πᾶσι τοῦ ῾ κοινῶς᾿ ἐστι δηλωτικόν. κοινοῦ γὰρ ληφθέντος τοῦ ἀμφοτέροις ἑπομένου ἐν δευτέρῳ σχήματι δύο γίνονται καταφατικαί, οἷον εἰ ὅρων ὄντων ἀνδρείας καὶ σωφροσύνης ἐκλέγων τις τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα ἐκλέγοι καὶ ὅτι ἡ ἀρετὴ ἀμφοτέροις αὐτοῖς ἕπεται [*](1 πολὺ a et Ar. (cf. vs. 3,9,11,12): πλεῖστον B 6 τὰ a: τὸ Β 8 ἔδειξεν] c. 15 p. 34a5sqq. 9 ἐπὶ πολὺ] cf. Waitzii comment, ad p. 25 b 14 11 τὸ μοιχεύειν ἕπεται τῷ a 12 τὸ κλέπτειν a ἕπεται om. a τῷ νύκτωρ a 13 τὰ a et Ar. (cf. vs. 29): om. Β ἐκλεκτέον] λ in ras. Β2 14 τὸ scripsi: τὰ aB 16 μεταλήψεως Β: λήξεως a 17 τὸ Β: τὰ a 19 έν a 21 et 26 ἰδίᾳ scripsi: ἴδια aB 22 εἶπε] b 1—4 ἑκάστου Β: ἕκαστον a et Ar. (et Β ipse in lemm. p. 294,14) 23 πράγματος a et Ar.: προβλήματος Β (sed cf. p. 295,1) 28 post ταὐτὸν add. τὸ a 29 ἔτι ex εἰ corr. Β2 30 ante ἄλλο add. καὶ a 33 ἐκλέγει a ὅτι καὶ a)

301
καὶ ἡ ἕξις καὶ ἡ μεσότης· ἡ γὰρ τῶν τοιούτων καὶ οὕτως ἑπομένων ἐκλογὴ [*](101r) ἄχρηστος πρὸς συλλογισμόν.

[*](p. 43b 39)

Κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου.

εἰπών, τίνα χρὴ ἐκλέγειν ἑκατέρου τῶν ὅρων τῶν ἐν τῷ προβλήματι, μετὰ ταῦτα δείκνυσι, τίνα μετὰ τίνων ληφθέντα ἀπὸ τῶν ἐκλελεγμένων τῶν προβλημάτων ἕκαστον συνάξει· τούτου γὰρ χάριν καὶ ἡ ἐκλογὴ γέγονεν αὐτῷ. ἔστι δέ, ὡς εἰρήκαμεν, τὰ προβλήματα τέσσαρα · ἢ γὰρ καθόλου καταφατικὸν ἢ ἀποφατικὸν καθόλου ἢ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικόν. σαφηνείας δὲ χάριν τῶν λεγομένων ὑπογράψωμεν τάς τε ἐκλογὰς καὶ τὸ διάγραμμα ὅλον καὶ τοὺς συλλογισμούς, πῶς τε καὶ ἐκ τίνων γίνονται· οὐ γὰρ τὸ τυχὸν ἡμῖν συμβάλλοιτ’ ἂν εἰς τὸ συλλογιστικοῖς εἶναι ἡ τούτων σαφήνεια. ἔστωσαν δὴ τὰ πράγματα, ὡς αὐτός φησιν (ταῦτα δέ ἐστιν οἱ ὅροι οἱ τῶν προβλημάτων τῶν τεσσάρων) ἡδονή τε καὶ ἀγαθόν, καὶ δέον ἔστω ποτὲ μὲν πᾶσαν ἡδονὴν ἀγαθὸν δεῖξαι, ποτὲ δὲ τινά, ποτὲ δὲ μηδεμίαν, ποτὲ δὲ μὴ πᾶσαν.· ἐκλελέχθω δὴ τὰ ἑκατέρῳ αὐτῶν ἑπόμενα καὶ οἷς αὐτὰ ἕπεται καὶ ὅσα μὴ ἐνδέχεται αὐτοῖς ὑπάρχειν, ὡς εἶπον. καὶ κείσθω τὰ μὲν τῷ ἀγαθῷ τῷ Α ἑπόμενα ὑπὲρ τὸ ἀγαθόν, ἔνθα τὸ Β, οἷς δὲ πάλιν τὸ ἀγαθὸν ἕπεται, ὑπ’ αὐτό, ἔνθα τὸ Γ, τὰ δὲ μὴ ἐνδεχόμενα τῷ ἀγαθῷ ὑπάρχειν ἐκ πλαγίων αὐτοῦ, ἐφ’ ὧν τὸ Δ. εἴη δ’ ἄν ἑπόμενα μὲν τῷ ἀγαθῷ τὰ πρὸς τῷ Β κείμενα, ὠφέλιμον, αἱρετόν, διωκτόν, οἰκεῖον, λυσιτελές, συμφέρον, ὀρεκτὸν καὶ ὅσα τοιαῦτα. οἷς δὲ πάλιν αὐτὸ ἕπεται, ἅ ἐστιν ἐπὶ τοῦ Γ, εὐδαιμονία, | τέλειον, ἀρεταί, ‟κατ᾿ ἀρετὴν ἐνέργεια”, [*](101ν) σωματικὰ ἀγαθά, τὰ ἐκτός, τὰ κατὰ φύσιν καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται ὑπάρχειν αὐτῷ, τὰ πρὸς τῷ Δ κείμενα, φευκτόν, βλαβερόν, κακόν, ἀσύμφορον, ἀλυσιτελές, αἰσχρόν, ἀτελές. πάλιν τὰ μὲν τῇ ἡδονῇ [ἑπόμενα], ἐφ’ ἧς τὸ E, ἑπόμενα ὑπὲρ αὐτὴν τετάχθω, ἐφ’ ὧν Ζ· ταῦτα δ’ ἄν εἴη ἡ λεία κίνησις, ‟ἐνέργεια τῆς κατὰ τὴν φύσιν ἕξεως ἀνεμπόδιστος”, τὸ ἀνενόχλητον, τὸ ἀνόργητον, τὸ ἀρεστόν, τὸ ἄπονον, τὸ ἄλυπον, τὸ ἄφοβον, τὸ κατὰ φύσιν, τὸ αἱρετόν. οἷς δ’ ἡ ἡδονὴ ἕπεται, ὑπ’ αὐτὴν κείσθω, ἐφ’ ὧν τὸ Η· εἴη δ’ ἄν ταῦτα ὑγεία, εὐτυχία, εὐτεκνία, ‟ἐνέργεια κατ’ ἀρετήν’’, εὐπορία καὶ τὰ τοιαῦτα. ἃ δὲ μὴ ἐνδέχεται αὐτῇ ὑπάρχειν, ἐκ πλαγίου κείσθω αὐτῆς, ἐφ’ ὧν Θ· εἴη δ’ ἄν νόσος, πόνος, λύπη, φόβος, ἀπορία. κατασκευάσαι μὲν οὖν καὶ δεῖξαι θέλοντες τὸ καθόλου καταφατικόν (τοῦτο γὰρ εἶπε διὰ τοῦ κατασκευάζειν μὲν οὖν βουλομένοις κατά τινος ὅλου), τοῦτ’ [*](1 μεσότης ex μέσις, ut videtur, corr. Β1 6 γὰρ om. a 7 εἰρήκαμεν] p. 294,25 9 ὑπογράψομεν a 10. 11 γίνωνται a 12 ἔστωσαν Β: ἔστω γὰρ a 15 ἐκλελέχθω scripsi: ἐλελέχθω aB 16 εἶπον Β2 corr.: εἰπεῖν a 22 κατ’ ἀρετὴν ἐνέργεια] Eth. Nicom. I 6 p. 1098a 16, X 7 p. 1177a 12 23 σώματοςa τὸ κατὰ 24 τῷ Β: τὸ a 25 ἑπόμενα Β: om. a 26 ἧς scripsi: ὧν aB ἡ superscr. Β3, ut videtur: om. a λεία correxi (cf. p.303,6—8,29): τελεία aB 27 ante ἐνέργεια fort, ἡ addendum ἐνέργεια . . . ἀνεμπόδιστος] Eth. Nicom. VII 13 p. 1153a 14, 14 b12 τὴν om. a (et B ipse p. 302,5,8) 28 ἀνόργητον Β corr.: ἀόργητον a et, ut videtur, Β pr. 29 ἡ om. a ἐφ᾿ scripsi: ὑφ᾿ aB 32 ὧν a: οὗ Β)

302
ἔστι πᾶσαν ἡδονὴν ἀγαθὸν δεῖξαι βουλόμενοι ληψόμεθά τι τῶν Γ ἐκ τῶν, [*](101ν) οἷς ἕπεται τὸ ἀγαθόν, καὶ ἐκ τῶν Z τῶν ἑπομένων τῇ ἡδονῇ. τούτων ἀλλήλοις τινὰ δοκεῖ τὰ αὐτὰ εἶναι. εἰλήφθω ἐκ μὲν τῶν Γ, οἷς ἕπεται τὸ ἀγαθόν, ἂν οὕτω τύχῃ, τὸ τέλειον, ἐκ δὲ τῶν Z τῶν ἑπομένων τῇ ἡδονῇ ἡ ένέργεια τῆς κατὰ φύσιν ἕξεως άνεμποδιστος ἢ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας· καὶ ταῦτα ὡς ἓν λαβόντες ποιήσομεν τὸν μέσον ὅρον. οὕτως γὰρ ἔσται συλλογισμὸς ἐκ δύο καθόλου καταφατικῶν ἐν πρώτῳ σχή- ματι ῾ πᾶσα μὲν ἡδονὴ ‟ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος” ἢ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας, εἴ γε αὐτὸς ὅρος τῆς ἡδονῆς καὶ ἕπεται τῇ ἡδονῇ· ἡ δὲ τελειότης τῆς κατὰ φύσιν ἐνεργείας οὖσα τέλειον ἀγαθόν ἐστιν· ἕπεται γὰρ τῷ τελείῳ τὸ ἀγαθόν· πᾶσα ἄρα ἡδονὴ ἀγαθόν᾿. ἀλλὰ καὶ τὸ κατὰ φύσιν εἵπετο τῇ ἡδονῇ, αὐτῷ δὲ τὸ ἀγαθόν· ὥστε καὶ διὰ τούτου δεικνύοιτ’ ἂν τὸ προκείμενον. κατασκευαζόμενον δὲ εἶπε τὸ κατηγορούμενον, ὅπερ ἦν τὸ ἀγαθόν. τὸ δὲ καθ’ ὧν αὐτὸ τυγχάνει λεγόμενον ἴσον ἐστὶ τῷ ῾ οἷς ἕπεται τὸ κατηγορούμενόν τινος᾿· ἕπεται γὰρ ἐκείνῳ, οὗ κατηγορεῖται.

[*](p. 43b 43)

Ἤν δὲ μὴ ὅτι παντὶ ἀλλ᾿ ὅτι τινί, οἷς ἕπεται ἑκάτερον.

Τοῦτ᾿ ἔστιν ῾ ἂν δὲ μὴ τὸ καθόλου καταφατικὸν δεῖξαι βουλώμεθα ἀλλὰ τὸ ἐπὶ μέρους καταφατικόν, πάλιν ληπτέον, οἷς ἕπεται ἑκάτερον᾿ ἕπεται δὲ τὸ μὲν ἀγαθὸν τοῖς, ἐφ’ ὧν τὸ Γ, ἡ δὲ ἡδονὴ τοῖς, ἐφ’ ὧν τὸ Η· ἐν τούτοις δὴ ἄν ληφθῇ τινα ταὐτὰ ἀλλήλοις, ἔσται δεικνύμενον δι’ αὐτῶν, ὅτι τις ἡδονὴ ἀγαθόν, ἐν τρίτῳ σχήματι. εἰλήφθω γὰρ ἔκ τε τῶν Γ, οἷς ἕπεται τὸ ἀγαθόν, ἡ ‟κατ᾿ ἀρετὴν ἐνέργεια” καὶ ἐκ τῶν Η τῶν, οἷς ἕπεται ἡδονή, ὁμοίως ἡ ‟κατ᾿ ἀρετὴν ἐνέργεια”, καὶ ὁ μέσος ὅρος ἔστω. ἔσται δὴ ἐν τρίτῳ σχήματι ῾ πᾶσα ‟κατ᾿ ἀρετὴν ἐνέργεια” ἡδονή, πᾶσα ‟κατ᾿ ἀρετὴν ἐνέργεια” ἀγαθόν᾿· ἐξ ὧν ἐν τρίτῳ σχήματι συναχθήσεται τὸ ‘τὶς ἡδονὴ ἀγαθόν᾿. ἀντιστραφείσης γὰρ τῆς ῾ πᾶσα ‟κατ᾿ ἀρετὴν ἀνέργεια” ἡδονή᾿ καὶ γινομένης ἐπὶ μέρους καταφατικῆς τῆς ὅτι τις ἡδονὴ ‟ἐνέργεια κατ’ ἀρετήν”, κειμένου δὲ καὶ τοῦ πᾶσαν ἐνέργειαν κατ’ ἀρετὴν εἶναι ἀγαθὸν συνάγεται τὸ τινὰ ἡδονὴν ἀγαθὸν εἶναι ἐν πρώτῳ σχήματι·

[*](p. 44a 2)

Ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν.

Τοῦν᾿ ἔστιν· ὅταν δὲ δέῃ καθόλου ἀποφατικὸν δεῖξαι, ὃ μὲν οὐ δεῖ ὑπάρχειν, τοῦτ’ ἔστιν, ὃ δεῖ κατηγορῆσαι ἀποφατικῶς ἐν τῷ συμπεράσματι (ἔστι δὲ τοῦτο τὸ ἀγαθόν), ληπτέον τούτου τι ἐκ τῶν μὴ ἐνδεχομένων [*](2 ζ in ras. Β2 3 post γ repetit τῶν a 5 et 8 ἡ scripsi: ἡ aB 15 τῷ a: τὸ Β 18 βουλόμεθα a 23 τὸ ἀγαθόν . . . οἷς ἕπεται (24) om. a 26.27 συνάγεται a 27 γὰρ Β: δὲ a 32 ὑπάρχῃ a 33 ὃ] ᾦ Arist. codices excepto m (cf. p. 304,4,15) οὐ om. in lac. a δεῖ Β1 corr. 35 τούτου] τοῦ τοῦ Β: om. a)

303
αὐτῷ ὑπάρχειν, ἃ ἐπὶ τοῦ Δ κεῖται· ᾧ δὲ βουλόμεθα δεῖξαι μηδενὶ ὑπάρχον [*](101ν) αὐτό (τοῦτο δ’ ἐστὶν ἡ ἡδονή), ἐκ τῶν τούτῳ ἑπομένων ληπτέον, ἃ κεῖται ἐπὶ τοῦ Z· κἂν ταῦτα ἀλλήλοις ἑνώσωμεν, ἔσται καθόλου ἀποφατικὸν ἐν πρώτῳ σχήματι συμπέρασμα. εἰλήφθω ἐκ μὲν τῶν Δ τὸ ἀτελὲς ἐκ δὲ τῶν Z τῶν τῇ ἡδονῇ ἑπομένων ἡ λεία κίνησις, καὶ κείσθω ταὐτὰ εἶναι ἀλλήλοις, ἐπειδὴ πᾶσα κίνησις ἀτελής· ἔσονται προτάσεις ῾ πᾶσα ἡδονὴ λεία κίνησις, | τοῦτ’ ἔστιν ἀτελής (ἔκειτο γὰρ τὸ πᾶσαν κίνησιν ἀτελῆ εἶναι [*](102r) καὶ τὴν ἡδονὴν κίνησιν εἶναι), οὐδὲν δὲ ἀγαθὸν ἀτελές᾿· τὸ γὰρ ἀτελὲς ἦν ἓν τῶν Δ, ἃ οὐχ ὑπῆρχε τῷ ἀγαθῷ. ἐξ ὧν συνάγεται τὸ ῾ οὐδεμία ἡδονὴ ἀγαθόν᾿ ἐν πρώτῳ σχήματι, ὃ ἴσον ἐστὶ τῷ τὸ ἀγαθὸν κατ’ οὐδεμιᾶς ἡδονῆς᾿. οὕτω μὲν οὖν ἐν τῷ πρώτῳ σχήματι τὸ καθόλου ἀποφατικὸν συναχθήσεται. εἰ δὲ ἐν δευτέρῳ βουλόμεθα σχήματι ταὐτὸ τοῦτο δεῖξαι, χρὴ ἀνάπαλιν λαμβάνειν· ᾧ γὰρ χρὴ δεῖξαι μηδενὶ ὑπάρχον, τούτου ληψόμεθά τι ἐκ τῶν μὴ ὑπαρχόντων αὐτῷ. ἦν δὲ τὸ μὲν E. ἐφ’ οὗ ἡ ἡδονή, ᾧ ἔδει δειχθῆναι μηδενὶ ὑπάρχον τὸ Α τὸ ἀγαθόν· ἐπὶ δὲ τοῦ Θ ἦν τὰ μὴ ὑπάρχοντα τῷ Ε· ἔστω ἐκ τούτων τὸ ἐπίπονον εἰλημμένον. ἐκ δὲ τῶν Α, ὅ ἐστι τὸ ἀγαθόν, ὃ δεῖ δεῖξαι μηδεμιᾷ ἡδονῇ ὑπάρχον, εἰλήφθω τι τῶν ἑπομένων αὐτῷ· ταῦτα δ’ ἦν ἐπὶ τοῦ Β. εἰλήφθω τὸ ὠφέλιμον, καὶ ἔστω ἀλλήλοις ταὐτὰ τὸ ἐπίπονον καὶ τὸ ὠφέλιμον· πᾶν γὰρ ὠφέλιμον μετὰ πόνου καὶ ἐπίπονον· ἀληθὲς γὰρ τὸ ‟ἀντὶ τῶν πόνων διδοῦσιν ἡμῖν πάντα τὰ ἀγαθὰ οἱ θεοί” καὶ ‟ἐκ τῶν πόνων τὰ ἀγαθὰ αὔξονται βροτοῖς”. ἔσονται δὴ προτάσεις ῾ τὸ ἐπίπονον οὐδεμιᾷ ἡδονῇ, τὸ ἐπίπονον, ἐπεὶ ταὐτόν ἐστι τῷ ὠφελίμῳ, παντὶ ἀγαθῷ᾿, ὡς εἶναι τὴν πρότασιν ῾ πᾶν ἀγαθὸν ἐπίπονο᾿· εἵπετο γὰρ αὐτῷ· ἐξ ὧν ἐν δευτέρῳ σχήματι συναχθήσεται ῾ τὸ ἀγαθὸν οὐδεμιᾷ ἠδονῇ᾿. ἢ δύναται ἐν δευτέρῳ σχήματι δείκνυσθαι, κἂν ἐκ τῶν Δ τι, ἃ οὐχ ὑπάρχει τῷ Α, ταὐτὸν ᾖ τινι τῶν Z, ἃ ἕπεται τῷ ὑποκειμένῳ ὅρῳ, τοῦτ’ ἔστι τῇ ἡδονῇ· τὸ γὰρ Δ οὐδενὶ μὲν τῷ ἀγαθῷ πάσῃ δὲ ἡδονῇ, οἷον τὸ ἀτελές. ὥς φαμεν, εἰ εἴη ταὐτὸν τῇ λείᾳ κινήσει, ἐπεὶ ἡ κίνησις ἀτελές. ἐπὶ γὰρ τούτων τῶν ὅρων οὐ μόνον ἐν πρώτῳ σχήματι συναχθήσεται τὸ καθόλου ἀποφατικόν, ἀλλὰ καὶ ἐν δευτέρῳ, ὡς καὶ αὐτὸς προϊὼν φανερὸν ποιεῖ, ὁποτερωσοῦν ἄν ληφθῇ, ταὐτὸν δειχθήσεται· ἄν τε γάρ τι τῶν μὴ ἐνδεχομένων ἕπεσθαι τῷ ἀγαθῷ ταὐτὸν δειχθῇ ὃν ἑνὶ τῶν ἑπομένων τῇ ἡδονῇ, ἄν τε καὶ ἀνάπαλίν τι τῶν μὴ ἐνδεχομένων ὑπάρχειν τῇ ἡδονῇ τινι τῶν ἑπομένων τῷ ἀγαθῷ ταὐτὸν ληφθῇ, τὸ καθόλου ἀποφατικὸν συναχθήσεται ἀλλ’ ἐκείνως μὲν ἐν πρώτῳ καὶ δευτέρῳ σχήματι, οὕτως δὲ ἐν δευτέρῳ μόνον. εἰ γὰρ ἐν πρώτῳ θελήσαιμεν δεῖξαι, ληψόμεθα τὴν ἡδονὴν οὐδενὶ ἐπιπόνῳ, τὸ ἐπίπονον, εἰ ταὐτὸν τῷ ὠφελίμῳ, παντὶ ἀγαθῷ· ἐξ ὧν συνάγεται ἰὴ ἡδονὴ οὐδενὶ ἀγαθῷ᾿, [*](2 ἡ om. a 3 κᾀνταῦθα a 5 ταῦτα a 9 ἓν τῶν scripsi: ἐν τῷ aB συνσαχθήσεται 11 τῷ om. a 12 τὸ αὐτὸ a 18 τι Β: ἐκa 19 ταὐτὰ a: ταῦτα Β 20 ἀντὶ κτλ.] cf. Epicharm. fr. p. 259 Lor. διδοῦσιν] cf. Lob. Phryu. p. 244 (cf. p. 220, 12) 21 ἐκ τῶν κτλ.] cf. Eurip. Erechth. fr. 366 Diud. 25 ἢ a: εἰ Β 26 ᾖ corr. Β2: ἢ a B pr. 28 πάσῃ δὲ ἡδονῇ a: πᾶσα δὲ ἡδονή Β 29 ἀτελής a 31 προϊὼν] p. 44a21—27 37 θελήσομεν a)
304
ἀλλ’ οὐ ῾ τὸ ἀγαθὸν οὐδεμιᾷ ἡδονῇ᾿, ὃ ἦν προκείμενον. ἀντιστρέφει μὲν οὖν [*](102r) τὸ συμπέρασμα καθόλου ἀποφατικὸν , ἀλλ’ ἐν τῷ πρώτῳ σχήματι οὐδὲν ἐδείκνυτο δι’ ἀντιστροφῆς.

Εἰπὼν δὲ ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν, ὃ μὲν οὐ δεῖ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, εἶτα μὴ προσθεὶς ῾ ᾧ δὲ μὴ δεῖ ὑπάρχειν, [τὸ] εἰς τὰ ἑπόμενα αὐτῶ᾿ ἐπήνεγκε τὸ ἢ ἀνάπαλιν, ᾧ μὲν δεῖ μὴ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, ὃ δὲ δεῖ μὴ ὑπάρχειν εἰς τὰ ἑπόμενα, διὰ τοῦ πᾶν τοῦτο θεῖναι δηλῶν καὶ τὸ ἐπὶ τοῦ πρώτου. παρέθετο γὰρ ἀνάπαλιν τοῦτο, ὃ καὶ δι’ οὗ ἐξῆς εἶπεν, ἐδήλωσε· τούτων γάρ, φησίν, ὄντων τῶν αὐτῶν ὁποτερωνοῦν· ἄν τε γὰρ τὸ τῷ κατηγορουμένῳ μὴ ὑπάρχον ταὐτὸν ᾖ τινι τῶν ἑπομένων, ἄν τε ἀνάπαλιν τῶν τῷ ὑποκειμένῳ τι μὴ ὑπαρχόντων ταὐτόν τινι ᾖ τῶν τῷ κατηγορουμένῳ ἑπομένων, καθόλου ἀποφατικὸν συνάγεται. φέρεται δὲ ἔν τισιν ἀντιγράφοις ἡ λέξις ὁλόκληρον καὶ σαφέστερον οὕτως ἔχουσα· ὅταν δὲ μηδενὶ δέῃ ὑπάρχειν, ᾧ μὲν οὐ δεῖ ὑπάρχειν εἰς τὰ ἑπόμενα, ὃ δὲ δεῖ μὴ ὑπάρχειν, εἰς ἃ μὴ ἐνδέχεται αὐτῷ παρεῖναι, ἢ ἀνάπαλιν· αὕτη γὰρ ἡ λέξις ὁλοκλήρως ἔχει, ὃ βούλεται εἰπεῖν.

[*](p. 44a 9)

᾿ Εὰν δὲ τινὶ μὴ ὑπάρχειν.

Τοῦτ᾿ ἔστιν· ἐὰν δὲ δέῃ τὸ ἐπὶ μέρους ἀποφατικὸν δεῖξαι, ὃ λοιπὸν εντι τῶν προβλημάτων, τοῦ μὲν ὑποκειμένου ὅρου, ᾧ δεῖ τινὶ μὴ ὑπάρχειν τι δειχθῆναι οὗτος δέ ἐστιν ἡ ἡδονή), ληπτέον τι ἐξ ἐκείνων, οἷς ἕπεται ἡ [*](102ν) ἡδονή (ταῦτα δ’ ἐστὶ τά, ἐφ’ ὧν τὸ Η), τοῦ δὲ κατηγορουμένου, ὃ βουλόμεθα δεῖξαι τινὶ μὴ ὑπάρχον τῷ ὑποκειμένῳ (τοῦτο δέ ἐστι τὸ ἀγαθόν), ἐκ τῶν. ἃ μὴ ἐνδέχεται [μὴ] ὑπάρχειν αὐτῷ· ταῦτα δ’ ἐστίν, ἐφ’ ὧν τὸ Δ. εἰλήφθω ἐκ μὲν τῶν Δ τὸ ἀλυσιτελές ἐκ δὲ τῶν Η τὸ ἄπονον· ἔσονται ἐν τρίτῳ σχήματι προτάσεις ῾ οὐδὲν ἀλυσιτελές, τοῦτ’ ἔστιν ἄπονον, ἀγαθόν, πᾶν ἄπονον, τ·οῦτ’ ἔστιν ἀλυσιτελές, ἡδύ· τὶς ἄρα ἡδονὴ οὐκ ἔστιν ἀγαθόν. ἀντιστραφεῖσα γὰρ ἡ καθόλου καταφατικὴ ἐπὶ μέρους καταφατικὴ γίνεται ἡ ῾ πᾶν ἄπονον ἡδύ᾿· τὶ γὰρ ἡδὺ ἄπονον, οὐδὲν δὲ ἄπονον ἀγαθόν ἐν πρώτῳ σχηματι.

[*](p. 44a 12)

Ἔστω γὰρ τὰ ἑπόμενα τῷ Α, ἐφ’ ὧν Β.

᾿ Επὶ στοιχείων, ἃ προειρήκαμεν, δείκνυσι σαφηνείας χάριν. λαμβάνει δὲ ὅρους μὲν τοὺς ἐν τῷ προβλήματι, περὶ ὧν δεῖ τὰς ἐκλογὰς ποιήσασθαι, [*](2 ὃν addidi 4 δὲ alterum om. a 5 προθεὶς a 6 τὸ prius add. Β: om. a post ἀνάπαλιν add. τὸ a 7 ὃ Β: ᾦ a δεῖ aB (C, Laur. 72,12, B pr.): om. Arist. codices reliqui 9 παρέθετο a: παρέθεντο B 11 ᾖ scripsi: ἡ aB 12 τι scripsi: τινι aB ᾖ a: ἡ B 14 ἔν τισιν ἀντιγράφοις] cum his concinunt nostri codices Arist. 17 post εἰπεῖν eras. 5—6 lit. Β 19 δέῃ scripsi: δεῖ aB 20 δεῖ Β: δὴ a 21 ante δειχθῆναι add. δεῖ a ἡ utrumque om. a 24 μὴ alterum add. B: om. a 29 ἡ a Bpr.: ἣ corr. Β1 31 ἔστω corr. Β2 (ω in ras.): ἔστωσαν a et, ut videtur, Β pr. μὲν a et Ar.: om. B ante β expunxit τὸ Β)

305
τὸ Α καὶ τὸ E, ὡς ἡμεῖς ἐλάβομεν τὸ ἀγαθὸν καὶ τὴν ἡδονήν, καὶ τίθησι [*](102v) τὰ μὲν τῷ Α ὅρῳ ἑπόμενα, ἐφ’ ὧν Β, οἷς δ᾿ αὐτὸς ἕπεται, τὸ Α, ἐφ’ ὧν Γ, ἃ δὲ μὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν, ἐφ’ ὧν Δ, ὥσπερ καὶ ἡμεῖς ἐλάβομεν, τῷ δὲ E τὰ μὲν ἑπόμενα καὶ ὑπάρχοντα, ἐφ’ ὧν Z, οἷς δ’ αὐτὸ ἕπεται, ἐφ’ ὧν Η, ἃ δὲ μὴ ἐνδέχεται αὐτῷ ὑπάρχειν, ἐφ’ ὧν θ, ἃ καὶ ἡμεῖς παραπλησίως πεποιήκαμεν. θεὶς δὲ οὕτως λέγει, ὅτι, ὅταν μὲν τῶν Γ τι, οἷς εἵπετο τὸ Α, ταὐτόν τινι εὑρεθῇ τε καὶ ληφθῇ τῶν Z, ἃ εἵπετο τῷ E, τὸ Α παντὶ τῷ E ὑπάρξει. τὸ μὲν γὰρ Α παντὶ τῷ Γ (εἵπετο γὰρ τῷ Γ τὸ Α), τὸ δὲ Z, ὃ ἴσον ἐστὶ τῷ Γ, παντὶ πάλιν τῷ E (εἵπετο γὰρ τὸ Z τῷ Ε)· καὶ τὸ Α ἄρα παντὶ τῷ E. εἰ δὲ ταὐτὰ πάλιν ληφθείη τῶν τε Γ, οἷς εἵπετο τὸ Α, καὶ τῶν Η, οἷς εἵπετο τὸ E, τινὶ τῷ E ὑπάρξει τὸ Α· κατὰ γὰρ τοῦ Γ καὶ Η τό τε Α καὶ τὸ E κατὰ παντός· ἄμφω γὰρ ταῦτα ἕν τε καὶ ταὐτόν. εἰ δὲ τῶν Z τι, ἅπερ ἦν τὰ ἑπόμενα τῷ E, ταὐτὸν ληφθείη τινὶ τῶν Δ, ἃ οὐδενὶ τῶν Α ὑπῆρχε, ἔσται τὸ Α οὐδενὶ τῶν E. φησὶ δὲ τοῦτο δειχθήσεσθαι τὸ συμπέρασμα οὕτως ἔχον διὰ προσυλλογισμοῦ· ἐπεὶ γὰρ ἀντιστρέφει τὸ στερητικὸν καὶ τὸ Ζ τῷ Δ ταὐτόν, οὐδενὶ τῷ Z ὑπάρχει τὸ Α διὰ τοῦ Δ, τὸ δὲ Z παντὶ τῷ E. διὰ γὰρ τούτων δείκνυται ὁ προσυλλογισμός· ἐπεὶ γὰρ ἀντιστρέφει τὸ στερητικόν, κεῖται δὲ τὸ Δ κατ’ οὐδενὸς τοῦ Α, καὶ τὸ Α κατ’ οὐδενὸς τοῦ Δ· διότι δὲ τὸ Δ ταὐτόν ἐστι τῷ Z, παντὶ αὐτῷ ὑπάρξει· ἐξ ὧν συνάγεται τὸ Α μηδενὶ τῶν Ζ καὶ ὁ μὲν προσυλλογισμὸς οὗτος· ἐπεὶ δὲ τὸ Z παντὶ τῷ E, ἔσται καὶ τὸ Α μηδενὶ τῷ E. τὸ αὐτὸ δείκνυσι συναγόμενον, κἂν ἐναλλάξαντες λάβωμεν τῶν τῷ E μὴ ὑπαρχόντων τι (ταῦτα δ’ ἦν τὰ Θ) ταὐτόν τινι τῶν ἑπομένων τῷ ταῦτα δ’ ἦν τὸ Β. τοῦτο γὰρ τὸ ληφθὲν οὐδενὶ μὲν τῷ E ὑπάρξει, παντὶ δὲ τῷ Α· οὕτως δὲ ἐχουσῶν τῶν προτάσεων ἐν τῷ δευτέρῳ σχήματι οὐδενὶ τὸ Α τῶ Ε.

[*](p. 44a 28)

Εἰ δὲ τὸ Δ καὶ τὸ Η ταὐτόν.

Δείκνυσι πάλιν ἐπὶ μέρους ἀποφατικὸν γινόμενον συμπέρασμα, εἰ τῶν Δ τι, ἃ ἦν μὴ ὑπάρχοντα τῷ Α, ταὐτόν τινι ληφθείη τῶν Η, οἷς εἴπετο τὸ E. τὸ γὰρ Α τῷ Η οὐδενί, ὅτι οὐδὲ τῷ Δ, ταὐτὸν δὲ τὸ Δ τῷ Η· τὸ δέ γε E παντὶ τῷ Η· ἐξ ὧν ἐν τρίτῳ σχήματι συνάγεται τὸ Α τινὶ τῷ E μὴ ὑπάρχον. ἐπεὶ γὰρ ἕπεται τῷ Η τὸ E καὶ περιέχει αὐτὸ καὶ ὢ κατὰ παντὸς λέγεται τὸ E τοῦ Η, καὶ ἀντιστρέψαντι ἀληθὲς ἔσται τὸ ’H τινὶ τῷ E ὑπάρχει᾿· ἀντιστρέφει γὰρ ἡ ἐπὶ μέρους καταφατικὴ τῇ καθό- [*](1 τὸ α a: τὸν α Β 2 α (post τῷ) Β: πρώτῳ a ὧν (ante β et ante γ) Ar.: ᾧ aB 3 ἃ B: ᾧ a ὧν B et Ar.: ᾧ a μὲν om. a 4 et 5 ὧν aB: οἷς Ar. (??) 5 ante η add. τὸ a 7 τῶν a: τ B 8 τῶν a: τῶ Β 10 ante εἵπετο add. ὑπάρξει a ταὐτὰ ex ταῦτα B2 corr. 11 εἵπετο τὸ α a: ἕπεται τῷ α B τῶν η a: τῷ η B 14 τῷ a: τῶν B τῷ α a 15 τῷ ε a 21 τῷ ζ a τινι a: τί Β 34 ἐστι a 35 ὑπάρχειν a Comment. Aristot. II. 1. Alex, in Anal. Priora. 20)

306
λοῦ· οὕτως δὲ ἐχουσῶν τῶν προτάσεων συνάγεται τὸ τὸ Α τινὶ τῷ E μὴ [*](102v) ὑπάρχειν ἐν πρώτῳ σχήματι.

[*](p. 44a 30)

Εἰ δὲ τὸ Η τῷ Β ταὐτόν, ἀντεστραμμένος ἔστι ὁ συλλογισμός.

Δείξας ἐπὶ μέρους ἀποφατικὸν γινόμενον τὸ συμπέρασμα, εἰ τῶν Δ τι ταὐτὸν τῷ Η ληφθείη, φησὶν ἀντεστραμμένον ἔσεσθαι συλλογισμόν, εἰ ληφθείη τι τῶν H, | οἷς ἕπεται τὸ E, ταὐτόν τινι τῶν Β, ἃ εἵπετο τῷ Α. [*](103r) ἀντεστραμμένον δὲ εἶπεν ἤτοι τῷ προειρημένῳ, ὅτι ἐκεῖνος μὲν ἦν ἐπὶ μέρους ἀποφατικὸν ἔχων τὸ συμπέρασμα, οὗτος δέ γε, ὃν νῦν δείκνυσιν, ἐπὶ μέρους καταφατικὸν συνάγων δείκνυται, ἢ ἀντεστραμμένον εἶπεν, ὅτι ἡ δεῖξις ἀνάπαλιν ἔχει· οὐ γὰρ δείκνυται διὰ τῶν οὕτως λαμβανομένων τὸ Α κατηγορούμενον τοῦ E, ὃ ἔκειτο εἶναι κατηγορούμενον, ἀλλὰ ἀνάπαλιν· τὸ γὰρ E κατὰ τοῦ Α παντός, ἐπειδὴ κατὰ τοῦ Η παντός, τὸ δὲ H κατὰ παντὸς τοῦ Α ταὐτόν γε ὂν τῶν Β τινί, ἃ εἵπετο τῷ Α. ἡ μὲν οὖν δεῖξις καὶ ὁ συλλογισμὸς τοῦ ἀνάπαλιν καὶ ἀνεστραμμένου· τῷ δὲ ἀντιστρέφειν τὴν καθόλου καταφατικὴν τῇ ἐπὶ μέρους δι’ ἀντιστροφῆς γίνεται καὶ τὸ Α τινὶ τῷ E ὑπάρχον ἐπὶ ταῖς τοιαύταις προτάσεσιν. ἐπεὶ δὲ ἐγίνετό πως συλλογισμὸς τοὐ προκειμένου καὶ τοῦ Η τῷ Β ληφθέντος τοῦ αὐτοῦ (διὰ γὰρ τῆς τοῦ συμπεράσματος ἀντιστροφῆς), διὰ τοῦτο οὐδὲ ταύτην παρέλιπε τὴν δεῖξιν. ὅτι μὲν οὖν πάντα τὰ προβλήματα δείκνυται διὰ τῆς εἰρημένης μεθόδου, δῆλον.

[*](p. 44a 38)

Δεῖ δὲ καὶ τῶν ἑπομένων καὶ οἷς ἕπεται ἕκαστον εἰς τὰ πρῶτα καὶ τὰ καθόλου μάλιστα βλέπειν.

Δεῖν φησιν ἐν ταῖς ἐκλογαῖς τῶν ἑπομένων ἑκατέρῳ τῶν κειμένων ὅρων καὶ οἷς ἑκάτερος αὐτῶν ἕπεται μήτε τὰ προσεχῆ εὐθὺς ἑπόμενα λαμβάνειν μήτε τά, οἷς ἕπεται, ἀλλὰ τὰ πρῶτα καὶ καθολικώτερα, ὑφ’ ἁ τέτακται καὶ τὰ προσεχῆ τοῖς κειμένοις πρῶτα, ἐπισκοπεῖν. λέγει δὲ τῶν ἑπομένων οὐ τὰ ἴδια καὶ τοὺς ὁρισμούς (ταῦτα γὰρ οἰκεῖά τε τῶν κειμενων, καὶ οὐχ οἷόν τε ὁρισμόν τινος ἢ ἴδιον ἔτι εἶναι τὸ καθολικώτερον καὶ πλείοσιν ὑπάρχον) ἀλλὰ τὰ γένη καὶ τὰς διαφορὰς καὶ ὅσα οὕτως ἕπεται. οἷον εἰ ἄνθρωπος εἴη ὁ κείμενος ὅρος, μὴ ζῷον πεζὸν εὐθέως λαμβάνειν ἑπόμενον αὐτῷ ἀλλὰ ζῷον (καθολικώτερον γάρ), καὶ ἔτι πρὸ τοῦ ζῴου τὴν ἔμψυχον οὐσίαν, καὶ ἔτι πρὸ τούτου τὴν οὐσίαν· καὶ εἰ μέλιττα εἴη, μὴ τὸ ὁλόπτερον ἀλλὰ μᾶλλον τὸ πτηνόν καθολικώτερον γὰρ τοῦτο), καὶ ἔτι μᾶλλον τὸ ζῷον, καὶ ἔτι πρῶτον τὴν οὐσίαν. λέγει δὲ τὸ [*](1 τὸ alterum om. a 3 τὸ η τῷ aB (m): τῷ η τὸ Ar. ὁ B (d f n m): om. a et Ar. (cf. vs. 6) 5 τῶν a: τῷ Β 7 τῶν β scripsi: τῷ β aB 8 ἦν scripsi: ᾖ aB 13 post ἐπειδὴ add. καὶ a 14 τῶν scripsi: τῷ aB 26 μήτε Β: μὴ a 27 ἐπισκοπεῖ a 28 γὰρ om. a 33 καὶ ἔτι πρὸ τούτου τὴν οὐσίαν om. a 34 ὁλόπτερον . . . πτηνόν] cf. Anal. post. ΙΙ 13 p. 96 b 39)

307
μὲν προσεχῶς τῷ E ἑπόμενον (ἔστω δὲ τοῦτο ἡ μέλιττα) τὸ Z, τοῦτ᾿ [*](103r) ἔστι τὸ ὁλόπτερον, τὸ δὲ καθολικώτερον τοῦ Z τὸ Κ Z, ὅπερ ἐστὶ τὸ πτηνόν· ὁμοίως δὲ καὶ ἐπὶ τοῦ Α (ἔστω δὲ τοῦτο ἄνθρωπος) τὰ μέν, προσεχῶς οἷς ἕπεται, τὸ Γ, τοῦτ’ ἔστι τὸ γραμματικόν, τὸ δὲ καθολικώτερον τὸ Κ Γ, τοῦτ’ ἔστι τὸ ἐπιστῆμον. τῇ δὲ τοῦ Κ προσθέσει πρός τε τὸ Z, ὃ ἦν ἑπόμενον τῷ E, καὶ πρὸς τὸ Γ, ᾧ εἵπετο τὸ Α, ἐχρήσατο διὰ τούτου τὸ καθολικώτερον προσσημαίνων. ἔθηκε δὲ ταῦτα, δι’ ὧν τὸ καθόλου καταφατικὸν συνάγεται. τοῦ δὲ δεῖν οὕτως ποιεῖσθαι τὴν ἐπίβλεψιν αἰτίαν ἀποδίδωσιν, ὅτι εὐπορώτερον καὶ ἐν πλείοσιν ἡμῖν ἡ ἐκλογὴ τῶν προτάσεων ἔσται καὶ ἡ ζήτησις τοῦ καθολικωτέρου πρῶτον λαμβανομένου· ὁ γὰρ τὸ καθολικώτερον τῶν ἑπομένων τινὶ λαβὼν ἔχει καὶ τὰ ὑπ’ ἐκείνου περιεχόμενα καὶ προσεχέστερον ἑπόμενα τῷ κειμένῳ καὶ αὐτὰ λαμβάνειν, ὁ δὲ τὰ προσεχῆ λαβὼν μόνα οὐκέτ’ ἔχει καὶ τὰ καθολικώτερα τῷ ἐν τοῖς φθάνουσιν εἰλῆφθαι τοῖς προσεχῶς ἑπομένοις κἀκεῖνα τὰ καθολικώτερα περιέχεσθαι. ὁ μὲν γὰρ λαβὼν τῷ ἀνθρώπῳ τὸ ζῷον ἕπεσθαι ἀποκέκλεισται τοῦ τὴν οὐσίαν ἔτι λαβεῖν τῷ ἐν τῷ ζῴῳ καὶ τὴν οὐσίαν περιέχεσθαι, ὁ δὲ τὴν οὐσίαν πρώτην λαβὼν ἔχει καὶ τὸ ζῷον ἐν τοῖς ἑπομένοις τῷ ἀνθρώπῳ λαβεῖν ἔτι. πλειόνων δὲ ὄντων τῶν κειμένων εὐπορωτέρα ἡ τοῦ μέσου εὕρεσις· ῥᾷον γὰρ ἐν πλείοσιν εὑρεῖν, ὃ ζητεῖ τις. ἂν γὰρ δέῃ δεῖξαι τὸ Α τῷ E ὑπάρχον, ἐπεὶ ἕπεται τῷ E οὐ μόνον τὸ Z ἀλλὰ καὶ τὸ Κ Z, πρῶτον ἐπισκεψώμεθα, εἴ τι τῶν, οἷς ἕπεται τὸ Α, τοῦτ’ ἔστι τῶν Γ ἢ Κ Γ, ταὐτόν ἐστι τῷ Κ Z. κἄν μὲν εὕρωμεν τούτων τι ταὐτὸν ἐκείνων τινί, ληψόμεθα τὸ Α τῷ Κ Ζ ὑπάρχειν, τὸ δὲ Κ Z τῷ E, καὶ οὕτως τὸ Α τῷ E. εἰ | δὲ μὴ εὑρίσκοιμεν τῶν, οἷς ἕπεται τὸ Α, [*](103ν) ταὐτόν τι ὃν τῷ Κ Z τῷ καθολικωτέρῳ, καταλείπεται ἡμῖν ἡ ζήτησις ἐπὶ τοῦ Ζ· δύναται γάρ, καὶ εἰ μὴ τῷ Κ Z ταὐτόν τι εἴη τῶν Κ Γ ἢ τῶν Γ, ἀλλὰ τῷ γε Z [τὸ Γ Z] εἶναι ταὐτόν. εἰ μὲν γὰρ ὅλῳ τῷ πτηνῷ τὸ Α, ὑπάρξει καὶ τῷ ὁλοπτέρῳ καὶ τῇ μελίττῃ δῆλον ὅτι, ἥτις ἦν τὸ Ε· εἰ δὲ μὴ τῷ πτηνῷ ὅλῳ, οὐ κεκώλυται τῷ ὁλοπτέρῳ καὶ διὰ τοῦ ὁλοπτέρου τῇ μελίττῃ. πλείονες οὖν αἱ ἀφορμαὶ πρὸς τὴν ἐπιχείρησιν, καὶ ἐν πλείοσιν ἡ ζήτησις οὕτως ἔσται. καὶ ἐπεὶ τῇ ἡδονῇ ἕπεται καὶ ἡ ἐνέργεια καὶ ἡ τοιαύτη ἐνέργεια (ἡ γὰρ τῆς κατὰ φύσιν ἕξεως), ἄν μέν τι τῶν, οἷς ἕπεται τὸ ἀγαθόν, ταὐτὸν ᾖ τῇ ἐνεργείᾳ, ὃ ἦν κοινότερον τῶν ἑπομένων τῇ ἡδονῇ, διὰ τούτου ἄν δεικνύοιτο οὖσα ἀγαθόν. εἰ δὲ μὴ τοῦτο, ζητή- [*](3 δὲ prius superscr. Β2 τὰ Β: τὸ a 5 post τὸ prius ras. in Β ἐπιστημοικόν a τοῦ κ B: τοῦ α a τε om. a 7 προσσημαίνων scripsi: προσημαίνων aB 9 εὐπορώτερος a 12 λαμβάνει a 13 μόνα om. a post καθολικώτερα expunxit περιέχεσθαι ὁ μὲν γὰρ λαβὼν (ex vs. 15 translata) Β1, ut videtur τῷ B: τὸ a 14 εἰλήφθω a 18 πλειόνων ex πλεῖον corr. Β2 22 τῶν γ a: τῶ γ Β ante ταὐτόν add. εἴη a et ex corr. Β1: expunxit Β2 ἐστι Β: τινι a 23 τινὶ Β: τινὸς a ληψώμεθα a 24 καὶ οὕτως τὸ α τῷ ε om. a δὲ superscr. Β2 25 xa a καταλήψεται a 27 τὸ γ ζ delevi: τὸ γ a 28 τῇ μελίττῃ] ῇ μέλι in ras. B ἦν Β: ᾗ a, 29 δὲ μὴ a: μὴ δὲ B ὁλοπτέρου ex ὅλου πτεροῦ corr. Β 32 ὀρέξεως a μέν τι Β: μέντοι a)
308
σομεν, τί τῇ τοιαύτῃ ἐνεργείᾳ ταὐτόν ἐστι τῶν, οἷς ἕπεται τὸ ἀγαθόν· κἄν [*](103ν) εὕρωμεν τοιοῦτον ὂν τὸ κατὰ φύσιν (δοκεῖ γὰρ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, τοῦτο δ’ ἦν τῇ κατὰ φύσιν ἐνεργείᾳ ἀνεμποδίστῳ ἑπόμενον), διὰ τούτου ἂν εἴη οεικνυμενον τὸ προκειμενον.