In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 28b 38)

Οὐδ᾿ ὅταν ἀμφότεροι στερητικοὶ τεθῶσιν.

[*](34r)

Λαμβάνει ἀμφοτέρας ἀποφατικὰς οὔσης τῆς ἑτέρας καθόλου, καὶ δείκνυσιν ἀσυλλογίστους τὰς ἐκ τοιούτων προτάσεων συζυγίας, πρὸς ὁποτέραν ἄν ᾖ τὸ καθόλου. ἐὰν μὲν οὖν ᾖ ἡ ἐλάττων καθόλου ἀποφατική, ὅρους παρατίθεται τοῦ μὲν παντὶ ζῷον, ἄνθρωπον, ἄγριον· ζῷον γὰρ τινὶ ἀγρίῳ οὐχ ὑπάρχει, ἄνθρωπος οὐδενὶ ἀγρίῳ, ζῷον παντὶ ἀνθρώπῳ· τοῦ δὲ μηδενὶ ζῷον, ἐπιστήμην, ἄγριον· τὸ μὲν γὰρ ζῷον τινὶ οὐχ ὑπάρχει ἀγρίῳ, ἡ δ’ ἐπιστήμη οὐδενὶ ἀγρίῳ, καὶ ζῷον οὐδεμιᾷ ἐπιστήμῃ.

[*](p. 29a 2)

Ὅταν δ’ ὁ μείζων.

Πειρᾶται ἐλέγξαι ἀσυλλόγιστον οὖσαν συζυγίαν, καὶ ἐν ᾗ ἡ μὲν μείζων καθόλου ἐστὶν ἀποφατικὴ ἡ δ’ ἐλάττων ἐπὶ μέρους ἀποφατική. τοῦ μὲν οὖν μηδενὶ ὑπάρχειν τὸ Π τῷ P ὅρους παρατίθεται κόρακα, χιόνα, λευκόν· ὁ γὰρ κόραξ οὐδενὶ λευκῷ, χιὼν τινὶ λευκῷ οὐχ ὑπάρχει, κόραξ οὐδεμιᾷ χιόνι. τοῦ δὲ παντὶ ὑπάρχειν τὸ Π τῷ P πάλιν οὕ φησι δύνασθαι ὅρους ληφθῆναι, ὅτε τὸ P τῷ Σ τινὶ οὐχ ὑπάρχει ὡς καὶ τινὶ ὑπάρχειν, ὡς εἶχεν, ἐφ’ ὧν παρέθετο ὅρων, χιόνος καὶ λευκοῦ. τὸ δ’ αἴτιον, ὅτι γίνεται πάλιν συλλογιστικὴ συζυγία ἡ ἔχουσα τὴν μὲν μείζονα καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικὴν συνάγουσα ἐπὶ μέρους ἀποφατικόν, ὡς ἐδείξαμεν, οὗ τὸ ἀντικείμενον ἀδύνατον γίνεται. ἄν δὴ τοῦ P τῷ Σ τινὶ μὴ ὑπάρχοντος οὕτως ὡς καὶ τινὶ ὑπάρχειν ὑποθώμεθα τὸ Π παντὶ τῷ P ὑπάρχειν, ἀδύνατος ἡμῶν ἡ ὑπόθεσις ἔσται· ἀναιρεθήσεται γὰρ συλλογιστικῶς | δειχθέντος τοῦ ὅτι τὸ Π τινὶ τῷ P οὐχ ὑπάρχει. ἀλλ’ ἐπεὶ ἀδιόριστον τὸ τῶν ἐπὶ μέρους ἀληθές, ἄν λάβωμεν τὴν ἐπὶ μέρους ἀποφατικὴν ἀληθῆ τῷ εἶναι τὴν καθόλου ἀποφατικὴν ἀληθῆ, εὐπορήσομεν ὅρων τότε καὶ τοῦ παντὶ καὶ ἀσυλλόγιστον δείξομεν τὴν συζυγίαν· γίνεται γὰρ δυνάμει ἡ αὐτὴ ἡ ἐκ δύο καθόλου ἀποφατικῶν. ὅτι δὲ μὴ οἷόν τ’ εὐπορῆσαι τοῦ παντὶ τὸ Π τῷ P ὅρων τῆς Ρ Σ προτάσεως ἐπὶ μέρους ἀποφατικῆς οὕσης ἀληθοῦς καθ’ αὑτήν, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἔδειξεν. εἰ γὰρ εἴη ὐποκείμενον τὸ Π τῷ Ρ παντὶ ὑπάρχειν, εἴη δὲ καὶ τὸ P τινὶ τῷ Σ ὑπάρχον, ἔσται καὶ τὸ Π τινὶ τῶν Σ ὑπάρχον συλλογιστικῶς, ὅ ἐστιν ἀδύνατον· ὑπόκειται γὰρ μηδενὶ ὑπάρχειν τὸ Π τῷ Σ.

[*](4 ᾖ (ante ἡ) BM: εἴη a 7 ἐπιστήμη aM δὲ M 10 οὖσαν συζυγίαν om. aM μὲν om. M 12 οὖν om. aM 14 δύνασθαι om. a 15 ὑπάρχει (post τινὶ) M 17 μὲν bis Β: om. M 18 δ’ M συνάγουσαν Β 19 ὥσπερ ἐδείξαμεν M: om. a γίνεται aM: δύναται Β δὴ aM: δ’ ᾖ Β τὸ ρ(??) a 20 ὑπάρχοντος BM: ὑπάρχειν a ὑπάρχει M 22 οὐχ om. M 24 ἀποφατικὴν ἀληθῆ (post καθόλου) a: ἀληθῆ ἀποφατικὴν BM 25 παντὸς a 26 ἡ (ante αὐτὴ) om. a ἡ (post αὐτὴ) Β: om. aM: fort, τῇ ὅτι aB: ὄταν M 27 εὐπορεῖν M τοῦ κ τοῦ a 28 καθ’ αὑτὴν ἀληθοῦς a 29 ὕπαρ M 30 τῶν σ(??) Β corr.: τῷ σ(??) et, ut videtur, Β pr. 31 τῷ σ(??) Β corr.)
108
[*](p. 29a 6)

Οὐδ᾿ ἂν ἑκάτερος τινι τῳ μέσῳ ὑπάρχῃ.

[*](34v 10)

Δείκνυσι καὶ τὰς ἐκ δύο ἐπὶ μέρους συζυγίας ἀσυλλογίστους πάσας, ἄν τε ἀμφότεραι καταφατικαὶ ληφθῶσιν, ἄν τε ἀμφότεραι ἀποφατικαί, ἄν τε καὶ ἀνομοιοσχήμονες, ἄν τε καὶ ἀδιόριστοι ἀμφότεραι ἢ ἡ ἑτέρα τῆς ἑτέρας κειμένης ἐπὶ μέρους. πάσας δὲ τὰς τοιαύτας συμπλοκὰς ἀσυλλογίστους οὔσας ἐλέγχει διὰ τῶν αὐτῶν ὅρων παραθέμενος καὶ δείξας, ὅτι μηδενὶ καὶ παντὶ τὸ Π τῷ P ὑπάρξει τοιούτων ληφθεισῶν συζυγιῶν. τοῦ μὲν γὰρ παντὶ ὑπάρχειν ζῷον, ἄνθρωπος, λευκόν· τὸ γὰρ ζῷον καὶ ὁ ἄνθρωπος καὶ τινὶ λευκῷ ἑκάτερον αὐτῶν ὑπάρχειν ληφθῆναι δύναται καὶ τινὶ μὴ ὑπάρχειν, καὶ τὸ μὲν τινὶ ὑπάρχειν τὸ δὲ μὴ ὑπάρχειν τινί, ἀλλὰ καὶ ἀδιορίστως, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ὑπάρχει, ὅπως ἄν ληφθῶσιν αἱ προτάσεις. τοῦ <δὲ> μηδενὶ ὑπάρχειν ζῷον, ἄψυχον, λευκόν· πάλιν γὰρ τὸ ζῷον καὶ τὸ ἄψυχον καὶ τινὶ λευκῷ ἑκάτερον αὐτῶν ληφθῆναι δύναται καὶ τινὶ μὴ καὶ παραλλὰξ καὶ ἀδιορίστως; καὶ πασῶν τῶν συμπλοκῶν ἀληθῶν οὐσῶν τὸ ζῷον οὐδενὶ ἀψύχῳ.

[*](p. 29a 11)

Φανερὸν οὖν καὶ ἐν τούτῳ τῷ σχήματι, πότε ἔσται καὶ πότε οὐκ ἔσται συλλογισμός.

Πόσαι καὶ τίνες αἱ συλλογιστικαὶ συζυγίαι καὶ διὰ τί, ἔδειξε καὶ ἐν τούτῳ τῷ σχήματι, ὡσπεροῦν καὶ ἐν τοῖς πρὸ τούτου· ἀλλὰ καὶ τίνες αἱ ἀσυλλόγιστοι συμπλοκαί, καὶ τοῦτο δέδειχεν.

[*](p. 29a 13)

Ἄν τε ἡ συλλογισμός, ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν.

Δεῖ καὶ ἐνταῦθα προσυπακούειν τὸ ‘ἐν τούτῳ τῷ σχήματι’. τὸ μὲν γὰρ πρῶτον εἰρημένον ἁπλῶς ἀληθὲς τὸ ὅτι ἐχόντων τῶν ὅρων, ὡς ἐλέχθη, γίνεται συλλογισμός. τὸ δὲ ἐάν τε ᾖ συλλογισμός, ἀνάγκη τοὺς ὅρους οὕτως ἔχειν οὐκέθ’ ἁπλῶς ἀληθές, ἀλλὰ ἂν ἐν τούτῳ τῷ σχήματι συλλογισμὸς ᾖ, ἐπεὶ τό γε ἐπὶ μέρους καταφατικὸν καὶ τὸ ἐπὶ μέρους ἀποφατικὸν ἔστι συλλογίσασθαι καὶ μὴ οὕτως ληφθέντων τῶν ὅρων. τὸ μὲν γὰρ ἐπὶ μέρους καταφατικὸν καὶ διὰ πρώτου σχήματος ἔνεστι δεῖξαι, ἐν ᾧ ἄλλως ἔχουσιν οἱ ὅροι, τὸ δὲ ἐπὶ μέρους ἀποφατικὸν καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ. φανερὰ δὲ καί, ἃ προστίθησι, τό τε ὅτι ἀτελεῖς πάντες καὶ οἱ ἐν τούτῳ τῷ σχήματι συλλογισμοί, ὥσπερ καὶ οἱ ἐν τῷ δευτέρῳ, καὶ ὅτι οὐδὲν καθόλου συνάγεται ἐν τῷ τρίτῳ σχήματι.

[*](6 ante μηδενὶ add. καὶ a 8 ὑπάρ M M 9 καὶ (ante τινὶ prius) om. M ὑπάρκ χον M 10 ὑπάρχον (ante καὶ) M ὕπαρ (post τινὶ et post μὴ) M μὴ post τινὶ prius transponit a τινί alterum om. aM 12 δὲ a: om. BM 14 καὶ (ante παραλλὰξ) om.M 16 καὶ ἐν . . . συλλογισμός (17) om. a 19 αἱ om. aM 23 τὸ om. aM ante τῶν add. τε Ar. (sod om. d) 24 ἄν M et Ar. (sed ἐάν C) 26 συλλογισμὸς om. a 28 ante πρώτου add. τοῦ aM 31 ὥσπερ οὖν aM 32 τῶ om. a)
109
[*](p. 29a 19)

Δῆλον δὲ καὶ ὅτι ἐν ἅπασι τοῖς σχήμασιν, ὅταν μὴ γίνηται 34v συλλογισμός, κατηγορικῶν μὲν ἢ στερητικῶν ἀμφοτέρων τῶν ὅρων ὄντων οὐδὲν ὅλως γίνεται ἀναγκαῖον.

Ἐκθέμενος πάσας τὰς συζυγίας τὰς ἐν τοῖς τρισὶ γινομένας σχήμασι καὶ δείξας καθ’ ἕκαστον σχῆμα τάς τε συλλογιστικὰς συμπλοκὰς καὶ τὰς ἀσυλλογίστους λέγει περὶ τῶν ἀσυλλογίστων καὶ τοιοῦτόν τι ἐν αὐταῖς ἱστορεῖ ὑπάρχειν· ὅσαι μὲν καθ’ ἕκαστον σχῆμα ὁμοιοσχήμονες οὖσαι συζυγίαι ἦσαν ἀσυλλόγιστοι, αὗται πρὸς τῷ τὸ προκείμενον δεικνύναι οὐδ’ ἄλλο τι δεικνύουσιν οὐδὲ συνάγουσιν; ὅσαι δὲ ἀνομοιοσχήμονες οὖσαι ἀσυλλόγιστοί εἰσι καθ’ ἕκαστον σχῆμα ἔχουσαι τὸ ἀποφατι|κὸν καθόλου, πρὸς [*](35r) μὲν τὴν τοῦ προκειμένου δεῖξίν εἰσιν ἀσυλλόγιστοι, ἄλλο μέντοι τι ἐξ αὐτῶν ἔστι συλλογίσασθαι καὶ δεῖξαι. εἰσὶ δὲ ὁμοιοσχήμονες ἐν μὲν πρώτῳ σχήματι καταφατικαὶ ἀμφότεραι ἐπὶ μέρους, καθόλου ἀποφατικαὶ καὶ ἐπὶ μέρους καὶ ἐναλλάξ, ἐν δὲ τῷ δευτέρῳ καταφατικαί τε πᾶσαι καὶ ἀποφατικαὶ πᾶσαι, ἐν δὲ τῷ τρίτῳ καταφατικαὶ μὲν αἱ ἐπὶ μέρους, ἀποφατικαὶ δὲ πᾶσαι. αἱ μὲν οὖν τοιαῦται συμπλοκαὶ τῶν προτάσεων οὐδενός εἰσιν ὅλως δεικτικαὶ συλλογιστικῶς. ἀνομοιοσχήμονες δὲ καὶ κατὰ τὸ ποιὸν διαφέρουσαι ἔχουσαι τὸ καθόλου ἀποφατικὸν ἦσαν ἀσυλλόγιστοι ἐν μὲν πρώτῳ σχήματι ἥ τε ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος <καὶ ἡ ἐξ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος>, ἐν δὲ τῷ δευτέρῳ ἡ τὴν μείζονα ἔχουσα ἐπὶ μέρους καταφατικὴν τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικήν, ἐν δὲ τῷ τρίτῳ αἱ τὴν μὲν μείζονα ἢ καθόλου ἢ κατὰ μέρος καταφατικὴν ἔχουσαι τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικήν.

Αὗται δὴ αἱ συζυγίαι, ὅτι μὲν τὸ προκείμενον οὐ συλλογίζονται, ἠλέγχθησαν· ἄλλο μέντοι τι ἐξ αὐτῶν ἔστι συλλογίσασθαι ἀντιστρέφοντα ἢ τὰς δύο προτάσεις καὶ ἐναλλάσσοντα τοὺς ὅρους, ὡς ἐν πρώτῳ σχήματι, ἢ τὴν ἑτέραν μόνην, ὡς ἐν τοῖς <λοιποῖς> δύο σχήμασιν, ὡς γίνεσθαι τὸν τῶν ἄκρων μείζονα καὶ κατηγορούμενον ἐν τῷ συμπεράσματι. εἰλήφθω γὰρ πρῶτον ἐν πρώτῳ σχήματι ἀσυλλόγιστος οὖσα συζυγία ἡ ἔχουσα τὸ μὲν Α παντὶ τῷ Β τὸ δὲ Β οὐδενὶ τῷ Γ· ἐν γὰρ ταύτῃ τοῦ μὲν Α πρὸς τὸ Γ οὐδεμία συναγωγὴ γίνεται, διὸ καὶ ἀσυλλόγιστος ἡ συζυγία ἄχρηστος οὖσα πρὸς τὸ προκείμενον· συνάγεται μέντοι τι συλλογιστικῶς ἀπὸ τοῦ ἐλάττονος [*](2 γίνεται a κατηγορικῶν . . . ἀναγκαῖον (3) om. a 4 τοῖς om. aM 7 ὑπάρχειν ἱστορεῖ aM 11 ὑποκειμένου Β μέντοι ΒM: μέν a 12 μὲν ante ἐν transponit a: om. M 13 ἀποφατικαὶ καθόλου aM 14 καταφατικαί τε om. a τε πᾶσαι om. M 16 οὖν om. a 18 post διαφέρουσαι add. αἱ M μὲν om. M 20 καὶ ἡ. . . . ἐλάττονος (21) a: om. BM 21 μὲν om. aM 22 δ’ M 23 μὲν om. M ἢ καθόλου ἢ om. M 24 δ᾿ M 25 αἱ M: om. aB τὸ μὲν aM ἐλέγχθησαν a αὐτῶν] αὐτ periit in Β ἐστι periit in Β συλλογίσθαι M ἀντιστρέφοντας a 27 ἐναλλάσσοντας a ὡς om. M 28 λοιποῖς addidi γενέσθαι M 30 ante συζυγία add. ἡ a: ?M, in quo α et σ evanuerunt μὲν om.aM 31 oeM: om. aB γὰρ om. M 33 μέντοι] μέν ovan. M τι om. aM)

110
ὅρου πρὸς τὸν μείζονα· ἀντιστραφεισῶν γὰρ ἀμφοτέρων τῶν προτάσεων [*](35r) γίνεται τὸ Γ τῷ Β οὐδενί, τὸ Β τῷ Α τινί. ἐπεὶ ἡ καθόλου καταφατικὴ πρὸς τὴν ἐπὶ μέρους ἀντιστρέφει· ἐξ ὧν συνάγεται τὸ Γ τινὶ τῷ Α μὴ ὑπάρχον τὴν μὲν μείζονα χώραν τοῦ Γ λαβόντος ἐν τῷ συμπεράσματι τὴν δὲ ἐλάττονα τοὐ Α ἀνάπαλιν ἢ ἔκειτο. οὐκέτι γὰρ ἀντιστρέφει ἡ ἐπὶ μέρους ἀποφατική, ἵνα ἀντιστρέψαντες τὸ συμπέρασμα ἔχωμεν, ὃ προεθέμεθα· ἐπεὶ ἦν μὲν ἄν τὸ προκείμενον συνάγουσα ἡ συμπλοκή, οὐκ ἀναποδείκτως δέ. ἐκ μὲν οὖν τῆς συζυγίας ταύτης τοῦτό τε τὸ δεικνύμενον καὶ οὕτως δείκνυται. καὶ ἡ ἑτέρα δὲ ἡ τὴν μὲν μείζονα ἐπὶ μέρους ἔχουσα καταφατικὴν τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικὴν κατὰ ἀντιστροφὴν ἀμφοτέρων τῶν προτάσεων δείκνυσι καὶ αὐτὴ τὸ Γ τινὶ τῷ Α μὴ ὑπάρχον ἀνάπαλιν ἢ ἦσαν οἱ ὅροι κείμενοι ληφθέντων αὐτῶν. οὗτοί εἰσιν οἱ δύο συλλογισμοὶ τελευταῖοι τῶν πέντε, οὓς Θεόφραστος προστιθεὶς τοῖς ἐν πρώτῳ σχήματι κειμένοις τέσσαρσιν ἐννέα λέγει γίνεσθαι συλλογισμοὺς ἐν πρώτῳ σχήματι, ὄντες τελευταῖοι, διότι οὐδ’ ὅλως οὗτοι τὸ προκείμενον δεικνύουσιν, ὡς οἱ πρὸ τούτων τρεῖς ἀντιστρεφομένου τοῦ συμπεράσματος. τῶν δὲ καταλειπομένων τριῶν τῶν κατ’ ἀντιστροφὴν τῶν συμπερασμάτων γινομένων, τοῦ τε πρώτου καὶ τοῦ δευτέρου καὶ τοῦ τρίτου τῶν ἐν πρώτῳ σχήματι, μνημονεύει καὶ αὐτῶν Ἀριστοτέλης ἀρχόμενος τοῦ δευτέρου τῶν Προτέρων ἀναλυτικῶν, ὡς φθάσαντές τε εἰρήκαμεν κἀκεῖ πάλιν ἐπισημανούμεθα, οἳ πρὸ τούτων τῶν δύο ἔχουσι τὴν τάξιν παρὰ Θεοφράστῳ. καὶ ἡ ἐν τῷ δευτέρῳ δὲ σχήματι ἀσυλλόγιστος συμπλοκὴ οὖσα ἐξ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος πρὸς μὲν τὸ ἀπὸ τοῦ μείζονος πρὸς τὸν ἐλάττονα ὅρον δεῖξαί τι συναγόμενον ἀσυλλόγιστός ἐστιν, ἀπὸ δὲ τοῦ ἐλάττονος πρὸς τὸν μείζονα συνάγει ἀντιστραφείσης τῆς καθόλου ἀποφατικῆς τῆς ἐλάττονος καὶ τὴν μείζονα χώραν μεταλαβόντος τοῦ ἐλάττονος ὅρου. γίνεται γὰρ ὑπαλλαγείσης τῆς τάξεως καὶ ἀντιστραφείσης τῆς ἐλάττονος ἡ μὲν τέως ἐλάττων οὖσα μείζων καὶ καθόλου ἀποφατική, [*](35v) ἡ δὲ τέως μείζων ἐλάττων τε καὶ ἐπὶ μέρους καταφατική, οὖσα ἐν τῇ αὐτῇ τάξει· ἐξ ὧν συνάγεται ὁ τὴν ἀρχὴν ὑποτεθεὶς ἐλάττων τινὶ μὴ ὑπάρχων τῷ τὴν ἀρχὴν τεθέντι μείζονι. ἀλλὰ καὶ <αἱ> ἐν τῷ τρίτῳ συζυγίαι δύο, ἥ τε ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀπο- 5 [*](2 post τὸ alterum add. δὲ M 4 ὑπάρχειν a: ὑπάρ M 5 δ’ M ἔκειντο a 8 δεικνύμενον Β: προκείμενον aM 9 ἄλλο τι ante οὕτως addere voluit Prantl I p. 366, 46 δέδεικται a καὶ om. aM 10 δ’ M ante κατὰ expunxit τὴν δὲ Β χ΄ 11 αὐτὴ B ὑπάρχειν a: ὕπαρ M 12 ἢ om. Β ἤσαν corr. ex οὖσαν, ut vi- detur, Β1 13 Θεόφραστος] cf. p. 69, 27 14 τέτταρσιν M γίνεσθαι aB: τίθεσιαι M 15 ὄντες aB: εἰσὶ δὲ M 16 τούτων BM: αὑτῶν a ἀντιστρεφόμενοι B 18 ante πρώτῳ add. τῷ M 19 αὐτὸς a δευτέρου τῶν προτέρων aB: προτέρου τῶν δευτέρων M 19. 20 δευτέρου τῶν Προτέρων ἀναλ.] c. 1 p. 53 a 10 — 14 (cf. p. 70, 1 sq.) 21 Θεοφράστου a 22 οὖσα συμπλοκὴ aM 24 post μείζονος χ add. ὅρου a 29 post μείζων add. καὶ M 31 ὑπάρχειν a: ὕπαρ M τιθέντι M: ὑποτεθέντι a αἱ a: om. BM 32 καὶ . . . ἐλάττονος (111,1) om. M)
111
φατικῆς τῆς ἐλάττονος καὶ ἡ ἐξ ἐπὶ μέρους μὲν καταφατικῆς τῆς μείζονος [*](35v) καθόλου δὲ ἀποφατικῆς τῆς ἐλάττονος, πρὸς τὸ προκείμενον ἀσυλλόγιστοι οὖσι ἀνάπαλιν καὶ αὐταὶ συλλογίζονται ἐπὶ μέρους ἀποφατικὸν ἀμφότεραι ἀπὸ τοὐ ἐλάττονος ὅρου πρὸς τὸν μείζονα κατ’ ἀντιστροφὴν καὶ αὗται τῆς μείζονος προτάσεως τῆς καταφατικῆς. καὶ αὗται μὲν καὶ τοσαῦται αἱ τῶν ἀσυλλογίστων τοῦ προκειμένου συζυγιῶν συλλογιστικῶν δὲ ἄλλου τινὸς συμπλοκαί, πᾶσαι κατὰ τὸ πρῶτον σχῆμα, ὃ συνάγουσι, συνάγουσαι. αὐτὸς δὲ ἐπὶ μιᾶς δείξας συζυγίας τῶν ἐν πρώτῳ σχήματι, πῶς ἡ συναγωγὴ γίνεται καὶ τίνος, τὰς ἄλλας συζυγίας ὁμοίως τῇ ῥηθείσῃ γινομένας τινὸς συλλογιστικὰς παρείασε μόνον αὐτὸ τοῦτο δηλώσας, ὅτι ὁμοίως γίνονταί τε καὶ δείκνυνται ἐν πᾶσι τοῖς σχήμασιν· τοῦτο δέ, ἐπεὶ πᾶσαι τὸν τέταρτον ἀναπόδεικτον ποιοῦσιν.

Ἐπιζητήσαι δ᾿ ἄν τις, διὰ τί τὸ ἀδιόριστον εἶπεν ἀντὶ τοῦ κατηγορικοῦ τοῦ ἐν μέρει, ἀλλ᾿ ‘οὐχὶ καὶ τοῦ ἀποφατικοῦ’. ἤτοι οὖν διὰ τούτου καὶ περὶ ἐκείνου ἄν λέγοι, ἢ ὅτι πλέον τι ἔχει ἐν ταῖς συλλογιστικαῖς συμπλοκαῖς τὸ ἐπὶ μέρους καταφατικὸν τοῦ ἐπὶ μέρους ἀποφατικοῦ. ἐν αἷς μὲν γάρ ἐστι συζυγίαις συλλογιστικαῖς οὔσαις ἐπὶ μέρους πρότασις καταφατική, ἐν ταύταις δεικτικῶς τὸ προκείμενον δείκνυται ἢ ἀναποδείκτως, ὡς ἐν πρώτῳ σχήματι, ἢ δι’ ἀντιστροφῆς προτάσεως, ὡς ἐν δευτέρῳ τε καὶ τρίτῳ σχήματι· ἐν αἷς δὲ ἐπὶ μέρους ἀποφατική, αὗται διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μόνης δεικνύουσι τὸ προκείμενον, ὡς ἔχει ἐπὶ τοῦ ἐν δευτέρῳ σχήματι τετάρτου συλλογισμοῦ καὶ ἐπὶ τοῦ ἕκτου τοῦ ἐν τρίτῳ· ἐν τούτοις γὰρ μόνοις ἡ ἐπὶ μέρους ἀποφατικὴ τῶν συλλογιστικῶν. ἴσως οὖν διὰ τοῦτο τῆς καταφατικῆς ἐμνημόνευσεν ὡς ἐχούσης τι πλέον· οὐδὲ γὰρ χρώμεθα ἐν ταῖς εἰς ἀδύνατον ἀπαγωγαῖς πρὸς τὸν γινόμενον τοῦ ψεύδους συλλογισμὸν τῇ ἐπὶ μέρους ἀποφατικῇ, ἀλλὰ πρὸς τὸν ἔλεγχον τοῦ ἀδύνατον εἶναι τὸ συμπέρασμα ἡ ταύτης χρεία.

[*](p. 29a 27)

Δῆλον δὲ καὶ ὅτι τὸ ἀδιόριστον ἀντὶ τοῦ κατηγορικοῦ τοῦ ἐν μέρει τιθέμενον.

Εἴρηται ἡμῖν περὶ τῆς ἀδιορίστου προτάσεως, ὅτι ἴσον τῇ ἐπὶ μέρους δύναται· καὶ γὰρ εἰ ἐφαρμόζει ποτὲ καὶ τῇ καθόλου, ἀλλὰ ταύτῃ μὲν οὐκ ἔστιν ἴση· οὐ γὰρ εἰ ἡ ἀδιόριστος ἀληθής, πάντως καὶ ἡ καθόλου, ἡ δὲ ἐπὶ μέρους πάντως, ὡσπεροῦν καὶ ἐφ’ ὧν πάλιν ἡ ἐπὶ μέρους ἀληθής,

[*](3 αὐταὶ scripsi: αὗται aB ἀποφατικαὶ M 5 τῆς alterum om. a 6 συλλογιστικαὶ a δὲ ἄλλου τινὸς om. aM 7 πρῶτον Β: προκείμενον aM 13 ἐπὶ ζητήσειε a 13. 14 κὰτ. τοῦ ἐν] γορικοῦ τοῦ ἐν evan. Β 13 post κατηγορικοῦ add. καὶ M 14 καὶ (post οὐχὶ) om. M καὶ alterum evan. Β 15 συμπλοκαῖς om. a 17. 18 ἐν ταύταις δεικτικῶς BM: δεικτικαῖς τοῦ ἐπὶ μέρους a 20 ἀποφατικαὶ M: ἀποφατικὸν a 21 μόνως a 22 καὶ om. a ante τρίτῳ add. τῷ aM 27 ἡ evan. Β 28 καὶ om. a 30 εἴρηται] p. 40,15, 62, 10 sq., 84,6 sq. 31 γὰρ om. M ἐφαρμόζοι a)
112
[*](p. 29a 30)

Φανερὸν δὲ καὶ ὅτ’ πάντες οἱ ἀτελεῖς συλλογισμοὶ τελειοῦνται διὰ τοῦ πρώτου σχήματος.

Ὅτι καὶ οἱ ἐν τῷ δευτέρῳ σχήματι καὶ οἱ ἐν τῷ τρίτῳ συλλογισμοὶ πάντες ἀτελεῖς ὄντες διὰ τοῦ πρώτου τελειοῦνται σχήματος, δείξας ἐν τοῖς ἐπάνω νῦν ἡμᾶς ὑπομιμνήσκει αὐτοῦ· ἢ γὰρ δι’ ἀντιστροφῆς ἐτελειοῦντο, οἱ μὲν ἐν τῷ δευτέρῳ τῆς μείζονος ἀντιστρεφομένης προτάσεως οἱ δ’ ἐν τῷ τρίτῳ τῆς ἐλάττονος, ἢ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ἀλλὰ καὶ οἱ δι’ ἀντιστροφῆς προτάσεως τελειούμενοι εἰς τὸ πρῶτον ἀνήγοντο σχῆμα καὶ οἱ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐδείκνυντο συνάγοντες τὸ προκείμενον τοῦ τῇ ὑποτεθείσῃ προτάσει ἀκολουθοῦντος ἀδυνάτου ἐν τῷ πρώτῳ δεικνυμένου σχήματι. δεικτικῶς δὲ εἶπε δείκνυσθαι τοὺς δι’ ἀντιστροφῆς, ὅτι προηγουμένως τοῦ κειμένου ἡ δεῖξις ἐν τούτοις γίνεται ἀντιστροφῆς γινομένης. τῷ δ’ ὅτι διὰ τῆς ἀντιστροφῆς ἐπεραίνοντο πάντες δεῖ προσυπακούειν τὸ ‘ὅσοι δεικτικῶς’· οὐ γὰρ | πάντες δι’ ἀντιστροφῆς. οἱ δὲ δι’ ἀδυνάτου ὑπόθεσιν λαβόντες ἄλλου τινὸς συλλογισμὸν καὶ δεῖξιν ποιοῦνται, ἀλλ’ οὐ τοῦ προκειμένου προηγουμένως, ἀλλὰ γίνεται τὸ προκείμενον ἐν αὐτοῖς δεικνύμενον κατὰ συμβεβηκός. ὅτι δὲ διὰ τοῦ πρώτου σχήματος καὶ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ γίνεται, ἐπί τε τῶν ἐν δευτέρῳ σχήματι συλλογισμῶν καὶ ἐπὶ τῶν ἐν τρίτῳ ἔδειξεν, ἐπὶ μιᾶς συζυγίας τῶν ἐν τῷ τρίτῳ σχήματι τῆς δεικνυμένης καὶ δι’ ἀντιστροφῆς· ἔστι δ’ αὕτη ἡ ἐκ δύο καθόλου καταφατικῶν ἐπὶ μέρους καταφατικὸν συνάγουσα, ἡ δείκνυται μὲν οὖσα συλλογιστική, ὡς εἴπομεν, καὶ δι’ ἀντιστροφῆς, οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. κειμένου γὰρ τοῦ Α καὶ τοὐ Β παντὶ τῷ Γ, τὸ Α γίνεται τινὶ τῷ Β· εἰ γὰρ μή, ὑποκείσθω τὸ ἀντικείμενον· ἔστι δὲ τὸ Α οὐδενὶ τῷ Β· κεῖται δὲ καὶ τὸ Β παντὶ τῷ Γ· γέγονε συζυγία ἐν πρώτῳ σχήματι ἡ δευτέρα καθόλου ἀποφατικὸν συνάγουσα <τὸ Α> μηδενὶ τῷ Γ. ὃ ἐπεὶ ἀδύνατόν ἐστι (κεῖται γὰρ τὸ Α παντὶ τῷ Γ), ἀναιρεῖται μὲν ἡ ὑπόθεσις, ᾗ τοῦτο ἠκολούθησεν, ἡ θεῖσα τὸ Α μηδενὶ τῷ Β, κατασκευάζεται δὲ τό ‘τινὶ ἄρα’. ὡς δὲ ἐπὶ τοῦ προκειμένου ἡ εἰς ἀδύνατον ἀπαγωγὴ διὰ τοὐ πρώτου γέγονε σχήματος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων πάντων γίνεται τῶν τε ἐν τῷ δευτέρῳ καὶ τῶν ἐν τῷ τρίτῳ. ὅτι δὲ ἡ δι’ [*](1 δυναμένῃ libri 3 ὅτι καὶ a (C) 5 ὅτι . . . σχήματος (6) om. a σχήματι post τρίτῳ transponit M 8 οἱ μὲν . . . οὐ γὰρ ἐξ ὁμοίων προτάσεων τε (p. 120,4) om. B, in quo folia quinque videntur deesse 10 post προτάσεως add. ἡ προτάσεων a 12 ἀδυνάτου om. a διὰ τοῦ πρώτου . . . σχήματος (13) a 15 δὲ aK δι’ omisso τῆς a 16 post ὅσοι add. οὐ Κ οὐ aK: οἱ M 19 αὐτοῖς a: αὐταῖς KM 20 post ἐν add. τῷ Κ 21 ἐπὶ (post καὶ) om. M τῷ om. a 22 τῆς om.K αὐτὴ aK 27 ἔστω M 28 ἀποφατικὴ M τὸ ἁ a: om. KM 32 οὕτως a 32. 33 ἀπάντων a 33 τῷ (ante δευτέρῳ) om. M τῷ alterum om. a)

113
ἐκθέσεως δεῖξις ἦν αἰσθητικὴ καὶ οὐ συλλογιστική, δῆλον καὶ ἐκ τοῦ νῦν

[*](36r)
[*](p. 29b 1)

Ἔστι δὲ καὶ ἀνάγειν πάντας τοὺς συλλογισμοὺς εἰς τοὺς ἐν πρώτῳ σχήματι καθόλου συλλογισμούς.

Πρῶτον μὲν ἔδειξεν ἅπαντας τοὺς ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι ἀναγομένους εἰς τὸ πρῶτον σχῆμα καὶ διὰ τούτου τελειουμένους· τέλειοι γὰρ οὕτω καὶ ἀναπόδεικτοι οὗτοι. νῦν δ’ ἐπεὶ καὶ τῶν ἐν τῷ πρώτω σχήματι τελειότεροι οἱ δύο οἱ πρῶτοι ὄντες ἐκ δύο καθόλου προτάσεων, δείκνυσι πάντας τοὺς συλλογισμοὺς εἰς τούτους δυναμένους ἀνάγεσθαι, ἅμα μὲν γυμνάσιόν τι ἡμῖν ὑποτιθέμενος, ἅμα δὲ δεικνύς, ὅτι ἔνεστι τὴν πίστιν τοῦ εἶναι καὶ τοὺς ἄλλους συλλογισμοὺς ποιεῖσθαι ἀπὸ τῶν μάλιστά τε καὶ ὁμολογουμένων συζυγιῶν. εἰσὶ δὲ δύο μὲν ὑπολειπόμενοι τῶν ἐν τῷ πρώτῳ σχήματι οἱ τὴν ἐλάττονα ἐπὶ μέρους καταφατικὴν ἔχοντες, τέσσαρες δὲ οἱ ἐν δευτέρῳ σχήματι καὶ ἓξ ἁ ἐν τρίτῳ. τούσδε δὴ δώδεκα πάντας ἀνάγει εἰς τοὺς πρώτους τοὺς ἐν πρώτῳ σχήματι δύο.

Oἱ μὲν οὖν δύο πρῶτοι τῶν ἐν δευτέρῳ σχήματι φανερὰν τὴν ἀναγωγὴν ἔχουσιν· ἐδείκνυντο γὰρ ἀντιστρεφομένης ἐν αὐτοῖς τῆς καθόλου ἀποφατικῆς, ἧς ἀντιστραφείσης ἐγίνετο ὁ δεύτερος ἐν πρώτῳ σχήματι ὁ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος. οἱ δὲ δύο οἱ τὸ ἐπὶ μέρους ἀποφατικὸν συνάγοντες διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀνάγονται εἰς ἐκείνους, ὁ μὲν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγων ὑποθεμένων ἡμῶν τὸ ἀντικείμενον τοῦ συναγομένου ὄντος ἐπὶ μέρους ἀποφατικοῦ (ἔστι δὲ τὸ καθόλου καταφατικόν) καὶ προσλαβόντων τὴν οὖσαν καθόλου ἀποφατικήν. οὕτως γὰρ γίνεται ἐν τῷ πρώτῳ σχήματι ἡ μὲν μείζων καθόλου ἀποφατικὴ ἡ δ’ ἐλάττων καθόλου καταφατική, ἣν ὑπεθέμεθα, καὶ τὸ συμπέρασμα καθόλου ἀποφατικόν, ὅ ἐστιν ἀδύνατον· ὁ γὰρ μέσος, ὃς συνήχθη μηδενὶ τῷ ἐσχάτῳ, τινὶ αὐτῷ ὑπάρχει. καὶ ὁ μὲν τρίτος τῶν ἐν δευτέρῳ σχήματι οὕτως ἀνήχθη εἰς τὸν δεύτερον τὸν ἐν τῷ πρώτῳ· ὁ δὲ τέταρτος ὁ ἔχων τὴν μὲν μείζονα καθόλου καταφατικὴν τὴν δ’ ἐλάττονα ἐπὶ μέρους ἀποφατικὴν εἰς τὸν πρῶτον ἀνάγεται τῶν ἐν τῷ πρώτῳ τὸν ἐκ δύο καθόλου καταφατικῶν, ὡς ἐδείχθη. εἰ γὰρ μὴ ἀληθὲς τὸ τινὶ μὴ ὑπάρχειν τὸν μείζονα τῷ ἐλάττονι, παντὶ κείσθω· κεῖται δὲ καὶ ὁ μέσος | παντὶ τῷ μείζονι· δύο δὴ καθόλου καταφατικαὶ ἐν πρώτῳ [*](36v) σχήματι, καὶ συναχθήσεται ἐξ αὐτῶν τὸ τὸν μέσον παντὶ τῷ ἐλάττονι· ἀλλ’ ἔκειτο τινὶ αὐτῷ μὴ ὑπάρχειν.

[*](3 ἀναγαγεῖν Ar. 4 ἐν τῷ Ar. 7 δὲ aK τῶν cvan. M τῷ om. aK 12 τῷ orn. a 14 τοὺς δὲ KM: τοὺς a δώδεκα M: δεκαδύο aK 16 ἀγωγὴν Κ 26 δὲ aK 27 ὑποθέμεθα a καὶ om. M 28 ὃς om. a ὑπάρχων aK 29 τὸν (post δεύτερον) a et M corr.: τῶν Κ 30 τῷ om. a 31 δὲ aK 32 τὸν aM: τῶν K 34 καὶ om. a δὴ a: δὲ KM)
114

Δείξας δὲ τοὺς ἐν τῷ δευτέρῳ πάντας ἀναγομένους εἰς τοὺς δύο τοὺς [*](36v) ἐν τῷ πρώτῳ σχήματι τοὺς ἐκ δύο καθόλου προτάσεων μετὰ ταῦτα λέγει περὶ τῶν δύο τῶν ἐν τῷ πρώτῳ σχήματι τῶν ἐχόντων τὴν ἐλάττονα ἐπὶ μέρους καταφατικὴν τὴν δὲ μείζονα καθόλου ποτὲ μὲν καταφατικὴν ποτὲ δὲ ἀποφατικήν. φησὶ δὲ τούτους πρὸς μὲν τὸ δεικνύναι τὸ ἀναγκαῖον αὑτοῖς ἀρκεῖν καὶ μηδενὸς προσδεῖσθαι ὄντας τελείους, δύνασθαι μέντοι αὐτοὺς ἀνάγεσθαι εἰς τοὺς ἐκ δύο καθόλου ἐν πρώτῳ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀναχθέντας πρῶτον εἰς τοὺς ἐν τῷ δευτέρῳ δύο πρώτους. καὶ τὸν μὲν τρίτον ἐπὶ μέρους καταφατικὸν συνάγοντα ἀνάγει εἰς τὸν δεύτερον τῶν ἐν τῷ δευτέρῳ τὸν ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος. κεῖται γὰρ τὸ Α παντὶ τῷ Β, τὸ Β τινὶ τῷ Γ· συμπέρασμα τὸ Α τινὶ τῷ Γ. εἰ γὰρ μὴ τοῦτο, τὸ ἀντικείμενον τὸ Α οὐδενὶ τῷ Γ· ὑπέκειτο δὲ καὶ τὸ Α τῷ Β παντί αὕτη δέ ἐστιν ἡ συζυγία τοῦ δευτέρου ἐν τῷ δευτέρῳ σχήματι συλλογισμοῦ, ὃς κατ’ ἀντιστροφὴν ’) τῆς ἀποφατικῆς προτάσεως ἀνήγετο εἰς τὸν δεύτερον τῶν ἐν τῷ πρώτῳ. τούτου καὶ τὸ συμπέρασμα ἀντεστρέφετο. εἰ δὴ ὁ μὲν τρίτος ὁ ἐν πρώτῳ εἰς τὸν δεύτερον τῶν ἐν τῷ δευτέρῳ ἀνῆκται, ὁ <δὲ> δεύτερος τοῦ εἰς τὸν δεύτερον τοῦ πρώτου, καὶ ὁ τρίτος τοῦ πρώτου εἰς τὸν δεύτερον <ἂν> ἀνάγοιτο τοῦ πρώτου. τὸν δὲ τέταρτον τὸν ἔχοντα ἐπὶ μέρους τὸ συμπέρασμα ἀνάγει διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τὸν πρῶτον τῶν ἐν δευτέρῳ τὸν ἔχοντα τὴν μείζονα καθόλου ἀποφατικήν. εἰ γὰρ μὴ ἀληθὲς τὸ Α τινὶ τῷ Γ μὴ ὑπάρχειν, παντὶ ὑπάρξει· κεῖται καὶ τῷ Β μηδενί· αὕτη δέ ἐστιν ἡ συζυγία τοῦ πρώτου τοῦ ἐν δευτέρῳ σχήματι συλλογισμοῦ, ὃς καὶ αὐτὸς δι’ ἀντιστροφῆς τῆς καθόλου ἀποφατικῆς ἀνάγεται εἰς τὸν ἐν πρώτῳ δεύτερον. καὶ ὁ τέταρτος ἄρα ὁ ἐν πρώτῳ ἀναχθήσεται εἰς τὸν ἐν πρώτῳ δεύτερον. ἀναγαγὼν δὲ καὶ τοὺς ἐν τῷ πρώτῳ σχήματι τὸ ἐπὶ μέρους συνάγοντας δύο εἰς τοὺς δύο τούτου τοὺς τὸ καθόλου συνάγοντας διὰ τοῦ εἰς τοὺς ἐν τῷ δευτέρῳ δύο πρώτους ἀναγαγεῖν αὐτούς, οἳ ἀνήγοντο εἰς ἐκείνους, ἑξῆς πειρᾶται καὶ τοὺς ἐν τῷ τρίτῳ ἓξ ἀναγαγεῖν εἰς τοὺς αὐτοὺς δύο καὶ λέγει·

[*](p. 29b 19)

Οἱ δ᾿ ἐν τῷ τρίτῳ καθόλου μὲν ὄντων τῶν ὅρων εὐθὺς ἐπιτελοῦνται δι’ ἐκείνων.

Ο δὲ λέγει, τοιοῦτον ἂν εἴη· ἐν τῷ τρίτῳ σχήμαιι οἱ δύο συλλογισμοὶ [*](1 ἀναγομένους post προτάσεων (2) transponunt aK 2 τῷ om. aK post καθόλου add. ἀποφατικῶν καὶ ἐκ δύο καθόλου καταφατικῶν M, καταφατικῶν Κ: om. a 6 αὐτοῖς libri 7 αὐτὰς Κ 10 τῶν KM: τὸν a 12 ante συμπέρασμα add. τὸ aK 13 τὸ a καὶ Κ δὲ (post αὕτη) KM: δὴ a ἐστιν om. a 14 κατὰ aK 15 τῷ om. a 17 τὸν ἐν K δὲ a: om. KM 19 av addidi 21 ante δευτέρῳ add. τῷ a τοῦ (superscr. Κ) ἐν . . . συλλογισμοῦ (24) KM: τῶν ἐν . . . συλλογισμῶν a 26 [ἀναχθή] πρώτῳ] . . . [δὲ καὶ] . . . πρώτῳ (27) in mg. Κ; litterae uncinis inclusae 27 post σχήματι add. καὶ Κ τὸ aK: τοὺς M τούτου τοὺς scripsi: τούτους KM: τοὺς a 28 διὰ τὸ a 29 post τρίτῳ add. σχήματι a 31 post μὲν add. οὖν Κ)

115
οἱ πρῶτοι ἐκ δύο καθόλου προτάσεων εἰσιν, ὁ μὲν τῶν δύο καταφατικῶν [*](36v) ὁ δὲ τῆς μείζονος καθόλου ἀποφατικῆς. τούτους δὴ λέγει ἐξ εὐθείας εἰς ἐκείνους τε ἀνάγεσθαι καὶ δι’ ἐκείνων ἐπιτελεῖσθαι, τοῦτο δέ, ἐπεὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἑκάτερος αὐτῶν εἰς ἐκείνους εὐθὺς ἀνάγεται, ὁ μὲν ἐκ δύο καθόλου καταφατικῶν εἰς τὸν δεύτερον, ὁ δὲ ἐκ τῆς μείζονος καθόλου ἀποφατικῆς τῆς δ’ ἐλάττονος καθόλου καταφατικῆς εἰς τὸν πρῶιον. τὸ γὰρ ἀντικείμενον τοῦ συναγομένου ἢ ἐπὶ μέρους καταφατικοῦ ἢ ἐπὶ μέρους ἀποφατικοῦ ὑποθέμενοι ἢ καθόλου ἀποφατικὸν ἢ καθόλου καταφατικὸν ἔχομεν καὶ τὴν προσλαμβανομένην πρότασιν καθόλου τε καὶ καταφατικήν ἦσαν γὰρ ἀμφότεραι καθόλου), καὶ γίνεται ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι ἐκ δύο καθόλου προτάσεων· ἀλλ’ ἢ καταφατικὴ ἢ ἀποφατικὴ καθόλου ἡ συναγωγή. οὐ γὰρ δὴ δι’ ἀντιστροφῆς λέγοι ἄν· ἡ γὰρ ἀντιστροφὴ τὴν ἑτέραν ἐπὶ μέρους ποιεῖ. ἀλλ’ οὐδὲ τὸ ἀμφοτέρας ἔχειν καθόλου τὰς προτάσεις αὔταρκες πρὸς τὴν εἰς ἐκείνους ἀναγωγήν· δεῖ γὰρ δι’ ἀντιστροφῆς· ταύτης δὲ γινομένης οὐκέτι μένουσι | καθόλου. ἐπὶ γοῦν τῶν ἐν [*](37r) δευτέρῳ σχήματι ἐκ δύο καθόλου τῇ ἀντιστροφῇ χρησάμενος διὰ ταύτης τὴν ἀναγωγὴν ἔδειξεν αὐτῶν τὴν εἰς ἐκείνους γινομένην. οὐκέτι δὲ δοκοῦσιν οἱ λοιποὶ τρεῖς, οἵ τε δύο οἱ ἐκ τῆς μείζονος καθόλου ἢ καταφατικῆς ἢ ἀποφατικῆς καὶ <τῆς> ἐλάττονος ἐπὶ μέρους καταφατικῆς καὶ ὁ ἐξ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος, διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἐκ δύο καθόλου γίνεσθαι· ἡ μὲν γὰρ ὑποτιθεμένη ἐν αὐτοῖς καθόλου πάντως ἐστίν, ἐπεὶ ἀντικειμένη λαμβάνεται τῷ συμπεράσματι ἐπὶ μέρους ὄντι, ἡ δὲ προσλαμβανομένη ἐπὶ μέρους. ἢ τοῦτο ἐπὶ δύο μόνων γίνεται, ἐν οἷς ἐστιν ἡ ἐλάττων ἐπὶ μέρους καταφατική· αὕτη γάρ ἐστιν ἡ τῷ ὑποτεθέντι καθόλου ὄντι προσλαμβανομένη, ἥτις προσληφθεῖσα ποιεῖ μὲν τὸ πρῶτον σχῆμα, ἀλλ’ οὐ τῶν ἐκ δύο καθόλου τινὰ ἀλλὰ τῶν τὴν ἑτέραν ἐπὶ μέρους ἐχόντων. ὥστε ἐπεὶ εἰς ἐκείνους ἀνάγονται καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, εἰς οὓς καὶ διὰ τῆς ἀντιστροφῆς, εἰκότως ἐπ’ αὐτῶν τῇ δι’ ἀντιστροφῆς δείξει ἐχρήσατο. ἔνεστι μέντοι αὐτοὺς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀνάγειν εἰς τοὺς ἐν τῷ δευτέρῳ σχήματι ἐκ δύο καθόλου προτάσεων, οἳ δι’ ἀντιστροφῆς τῆς ἀποφατικῆς προτάσεως εἰς τὸν δεύτερον ἀνάγονται τῶν ἐν τῷ πρώτῳ. κειμένου γὰρ τοῦ Α μὲν παντὶ τῷ Γ τοῦ δὲ Β τινὶ τῷ Γ λέγω, ὅτι τὸ Α τινὶ τῷ · εἰ γὰρ μή, οὐδενὶ τὸ Α τῷ Β· κεῖται δὲ καὶ τῷ Γ παντί. ὁμοία ἡ δεῖξις, κἂν καθόλου ἀποφατικὴ ἡ Α Γ. καὶ δόξει ῥᾴων εἶναι ἡ διὰ τοῦ δευτέρου σχήματος ἀναγωγὴ εἰς τοὺς ἐν τῷ πρώτῳ σχήματι πρώτους τῆς δι’ ἀντιστροφῆς [*](1 ante καταφατικῶν add. καθόλου a 3 ἐπιτελειοῦσθαι M; at cf. p. 116,27 117, 20 5 τῆς om. Κ 6 δὲ aK 8 ἀποφατικὸν ἢ κ. καταφατικὸν a: καταφατικὸν ἡ κ. ἀποφατικὸν M: καταφατικὸν ἀποφατικὸν Κ 9 ἔχοιμεν M: εἴχομεν a τὴν om. M πρὸς τὴν λαμβανομένην Κ τε καὶ ora. II καταφατικὸν Κ 10 ἀμφότεροι M ὁ om. M 11 καταφατικῶν ἢ ἀποφατικῶν a: κατφατικῶν Κ 13 ἀμφότερον Κ 14 εἰς om. K 15 γενομένης Κ 16 ταύτης correxi: ταύτην libri 19 τῆς a: om. KM 32 τὸν ἐν πρώτῳ a 36 τῷ om. aK)
116
ἀνγούσης αὐτοὺς εἰς τοὺς ἐν τῷ πρώτῳ δύο τοῦς ἔχοντας τὴν ἐλάττονα [*](37r) πρότασιν ἐν μέρει τῷ τούτους πάλιν πρῶτον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰς τοὺς ἐν τῷ δευτέρῳ τοὺς ἐκ καθόλου τῶν προτάσεων ἀμφοτέρων ἀνάγεσθαι. γεσθαι. ἔτι δὲ καὶ τούτους εἰς τοὺς ἐν τῷ πρώτῳ πρώτους δι’ ἀντιστροφῆς ἀνάγεσθαι ἢ] ἔνεστι λέγειν, ἄν τοὐ μὲν ἔχοντος τὴν μείζονα καθόλου καταφατικὴν ὑποθώμεθα μὴ τὸ ἀντικείμενον τῷ συναγομένῳ ἀλλὰ τὸ ἀντιστρέφον αὐτῷ. κειμένου γὰρ τοῦ μὲν Α παντὶ τῷ Γ τοῦ δὲ Β τινὶ τῷ Γ συνάγεται μὲν τὸ Α τινὶ τῷ Β· εἰ γὰρ μή, τὸ ἀντικείμενον αὐτῷ· τοῦτο δέ ἐστι τὸ μηδενὶ τῷ Β τὸ Α· ὃ ἐπεὶ ἀντιστρέφει, εἴη ἄν καὶ τὸ Β τῷ Α μηδενί· ἔκειτο δὲ καὶ τὸ Α παντὶ τῷ Γ· ἐξ ὧν συνάγεται τὸ Β τῷ Γ μηδενί, ὂν ἀδύνατον. εἰ δέ γε εἴη ἡ Α Γ καθόλου ἀποφατική, τὸ μὲν συναγόμενον τὸ Α τινὶ τῷ Β οὐχ ὑπάρχει· εἰ γὰρ μὴ τοῦτο, ἔστω τὸ ἀντικείμενον αὐτῷ τὸ παντὶ τῷ Β τὸ Α ὑπάρχειν· ὃ εἰ προσληφθείη ἀντιστραφείσης τῆς Α Γ καθόλου ἀποφατικῆς ὡς ληφθῆναι τὸ Γ μηδενὶ τῷ A, γίνεται πάλιν ὁ δεύτερος τῶν ἐν τῷ πρώτῳ σχήματι. ἢ εἰ δεῖ τὸν εἰς ἀδύνατον ἀπάγοντα τὸ ἀντικείμενον τοῦ δεικνυμένου ὑποτίθεσθαι καὶ προσλαμβάνειν τὸ ἕτερον τῶν κειμένων, ὁ μὲν πρῶτος εἰρημένος οὐ δόξει τοῖς κειμένοις ἐμμένειν, ὅτι μὴ τὸ ἀντικείμενον τῷ δεικνυμένῳ ἀλλὰ τὸ ἀντιστρέφον τῷ ἀντικειμένῳ ὑποτίθεται, ὁ δὲ δεύτερος, ὅτι μὴ τῶν κειμένων τι προσείληφεν, ἀλλὰ τὸ ἀντιστρέφον τῷ κειμένῳ. ὁ μέντοι ἔχων τὴν μὲν μείζονα ἐπὶ μέρους καταφατικὴν τὴν δ’ ἐλάττονα καθόλου καταφατικὴν διὰ μὲν ἀντιστροφῆς ἀνάγεται εἰς τὸν τρίτον τῶν ἐν τῷ πρώτῳ σχήματι ὢ οὐκ ὄντα ἐκ δύο καθόλου, διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς καὶ αὐτὸς εἰς τὸν δεύτερον τῶν ἐν τῷ πρώτῳ σχήματι τὸν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος, εἰς ὃν ἀνήγετο καὶ ὁ πρῶτος ὁ ἐκ δύο καθόλου καταφατικῶν, ὥστε καὶ οὗτος ὁμοίως τοῖς πρώτοις δύο τοῖς ἐκ καθόλου τῶν δύο προτάσεων εὐθὺς ἐπιτελεῖται διὰ τῶν καθόλου τῶν ἐν πρώτῳ σχήματι, ἐπεὶ καὶ ἐκεῖνοί γε δι’ ἀντιστροφῆς εἴς τὸν τρίτον καὶ τέταρτον ἀνάγονται, ὡς καὶ οὗτος εἰς τὸν τρίτον. τοῦτό τε οὖν παρεώραται ἐν τοῖς εἰρημένοις καὶ ἔτι μᾶλλον τὸ ἐπὶ τῆς ἐπὶ μέρους 37v μὲν ἀποφατικὴν τὴν μείζονα ἐχούσης καθόλου δὲ καταφατικὴν τὴν ἐλάττονα· οὗτος γὰρ οὐδ’ ὅλως εἰς τοὺς ἐπὶ μέρους ἐν πρώτῳ σχήματι ἀνάγεται· οὐδὲ γὰρ δι’ ἀντιστροφῆς δείκνυται τὴν ἀρχήν, ὡς εἶπεν ἐν τῷ περὶ αὐτοῦ λόγῳ, ἀλλὰ μόνον διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, δι’ ἧς εἰς τὸν πρῶτον ἀνάγεται τοῦ πρώτου σχήματος.

Οἱ μὲν οὖν ἐκ δύο καθόλου προτάσεων διὰ τοῦτο αὐτόθεν εἰς ἐκείνους ἀνάγονται κατ’ αὐτόν. οἱ δὲ ἄλλοι τέσσαρες, φησίν, οἱ ἐπὶ μέρους ἔχοντες [*](2 τούτου Κ 4 ἔτι aK: ἔστι M διὰ τῆς aK 5 ἢ delevi 5. 6 καθόλου καταφατικὴν τὴν μείζονα a 7 δὲ om. Κ 9 δ’ ἔστι a 11 δέ om. a 13 ὑπάρχει M προληφθείη Κ 13. 14 ἀντιστραφεῖσα Κ: ἀντιστραφῇ δὲ καὶ a 14 ἡ ... ἀποφατική aK 20 μέντοι aM: μέν τι Κ 21 μὲν om. aM δὲ aK 22 ante ἀντιστροφῆς add. τῆς a 24 τὸν (ante ἐν) Κ 28 τοῦ καθόλου a ἀντιστροφῶν a 30 τε om. a 31 μὲν om. a ἀποφατικὸν Κ 33 εἶπεν] p. 28 b 15— 36 αὐτόθι Κ)

117
πρότασιν ἀνάγονται μὲν δι’ ἀντιστροφῶν εἰς τοὺς ἐν τῷ πρώτῳ δύο ἐν [*](37v) μέρει, ἐκεῖνοι δὲ εἰς τοὺς δύο πρώτους ἐδείχθησαν ἀναγόμενοι διὰ τῶν δύο τῶν ἐν δευτέρῳ σχήματι πρώτων, ὥστε καὶ οἱ ἐν τῷ τρίτῳ διὰ τῶν αὐτῶν τούτων ἀναχθήσονται εἰς ἐκείνους. οἱ μὲν γὰρ ἐν τῷ τρίτῳ δι’ ἀντιστροφῆς εἰς τοὺς ἐν τῷ πρώτῳ ἐπὶ μέρους, οἱ δ’ ἐν τῷ πρώτῳ ἐπὶ μέρους εἰς τοὺς ἐν τῷ δευτέρῳ δύο πρώτους διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οἱ δ’ ἐν τῷ δευτέρῳ δύο πρῶτοι εἰς τὸν δεύτερον τοῦ πρώτου δι’ ἀντιστροφῆς, ὥστε καὶ οἱ ἐν τῷ τρίτῳ τὴν ἑτέραν ἐπὶ μέρους ἔχοντες εἰς τὸν αὐτὸν ἀναχθήσονται. μήποτε δέ, ὡς εἰρήκαμεν, οὐχ οἱ τέσσαρες, ἀλλ’ οἱ τρεῖς οἱ δι’ ἀντιστροφῆς δεικνύμενοι· ὁ δὲ ἔχων τὴν μείζονα ἐπὶ μέρους ἀποφατικὴν τὴν δ’ ἐλάττονα καθόλου καταφατικὴν οὔτε δι’ ἀντιστροφῆς ἐδείκνυτο οὔτε ἀνήγετο εἴς τινα τῶν ἐπὶ μέρους ἐν πρώτῳ, ἀλλ’ αὐτόθεν καὶ αὐτὸς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς ἀνάγεται εἰς τὸν πρῶτον τὸν ἐν τῷ πρώτῳ, ὡς ἐδείχθη. ἀλλὰ καὶ τῶν τριῶν ὁ τὴν ἐλάττονα καθόλου καταφατικὴν ἔχων τῆς μείζονος οὔσης ἐπὶ μέρους καταφατικῆς, ὃς διὰ μὲν ἀντιστροφῆς εἰς τὸν τρίτον ἀνάγεται τὸν ἐν πρώτῳ, διὰ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς αὐτόθεν καὶ αὐτὸς εἰς τὸν δεύτερον. εἰ γὰρ διότι κυριωτέρα ἡ δι’ ἀντιστροφῆς δεῖξις, ταύτῃ δεῖ χρῆσθαι ἐπ’ αὐτοῦ, καὶ ἐπὶ τῶν ἐκ δύο καθόλου προτάσεων τὸ αὐτὸ ποιητέον· οὕτως δὲ καὶ οὗτοι οὐκέτ’ ἄν εὐθὺς ἐπιτελοῖντο διὰ τῶν δύο τῶν πρώτων ἐν τῷ πρώτῳ σχήματι, ἀλλ’ ἀνάγοιντο καὶ αὐτοὶ εἰς τοὺς ἐπὶ μέρους, ὁ μὲν εἰς τὸν τρίτον ὁ δ’ εἰς τὸν τέταρτον. μήποτε οὖν δεῖ προσυπακούειν τῷ ὅταν δὲ ἐπὶ μέρους ληφθῶσι τὸ ‘ὅσοι αὐτῶν μὴ αὐτόθεν δύνανται ἐπιτελεῖσθαι δι’ ἐκείνων τῶν συλλογισμῶν’ τῷ ἀνάγεσθαι τούτους εἰς τοὺς ἐν μέρει τῶν ἐν τῷ πρώτῳ σχήματι· ἄντικρυς γὰρ τοῦτο ἐνδεῖ, καὶ προστεθέντος τούτου οὐδὲν ἔτι ἐπιζητεῖται.

[*](p. 29b 26)

Οἱ μὲν οὖν τῶν συλλογισμῶν ὑπάρχειν ἢ μὴ ὑπάρχειν [*](38r) δεικνύντες.

Τριττῆς οὔσης ἐν ταῖς προτάσεσι κατὰ τοὺς τρόπους διαφορᾶς αἱ μὲν <γάρ> ὑπάρχουσαι ἦσαν αὐτῶν αἱ δὲ ἀναγκαῖαι αἱ δὲ ἐνδεχόμεναι) τῶν ἐξ ὑπαρχουσῶν προτάσεων γινομένων συζυγιῶν καὶ τῶν ἐκ τῶν κατὰ ταύτας συλλογισμῶν καθ’ ἕκαστον σχῆμα εἰρηκὼς ὑπομιμνήσκει ἡμᾶς μέλλων ἐπὶ τὰς ἐξ ἀναγκαίων πάλιν προτάσεων συγκειμένας συζυγίας μεταβαίνειν καὶ περὶ ἐκείνων ποιεῖσθαι τὸν λόγον, ὅτι ὁ περὶ τῶν ἐξ ὑπαρχουσῶν [*](1 ante πρότασιν add. τὴν a 5 δὲ aK 6 τὸν ἐν a ἀδυνάτου omisso εἰς Κ δὲ aK 7 ἀντιστροφῶν a 11 δὲ aK 12 αὐτόθι Κ 13 τῶν ἐν a 16 ἀντιστροφῶν a τῶν ἐν a 17 αὐτόθι Κ 18 ἐκ om. aK 20 ἐπιτελοῦνται Κ: ἐπιτελῶνται a τῷ om. aK ἀλλὰ aK ἀνάγοντο a 21 post τρίτον add. τόπον M 23 αὐτόθι Κ 24 τὸ (ante ἀνάγεσθαι) Κ τῷ alterum om. Κ 26 hoc lemma eiusque interpretationem post lemmatis ἡ τῷ ἀνάγεσθαι εἰς τὸ πρῶτον interpretationem (p. 119,6) transponunt aK 29 γὰρ addidi post περὶ add. γοῦν a 33 ὁ MK: οἱ a)

118
προτάσεων αὐτῷ πεπλήρωται λόγος. τὸ δὲ καθ’ ἑαυτοὺς οἱ ἐκ τοῦ [*](38r) αὐτοῦ σχήματος καὶ πρὸς ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων σχημάτων εἴρηται περὶ τῶν διαφορῶν αὐτῶν. φανερὰ γὰρ ἡ διαφορὰ τῶν καθ’ ἕκαστον σχῆμα συλλογισμῶν πρὸς ἀλλήλους· ὁ μὲν γὰρ ἐκ δύο καθόλου καταφατικῶν 20 5 ἔνεστιν ἐν τῷ πρώτῳ σχήματι, ὁ δὲ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος, καὶ ἄλλος ἄλλως καθ’ ἕκαστον σχῆμα. ἀλλὰ καὶ ἡ τῶν ἐν διαφόροις σχήμασι συλλογισμῶν πρὸς ἀλλήλους διαφορὰ γνώριμος· οὐ γὰρ ὁμοία ἡ τοῦ μέσου θέσις ἐν ἅπασιν. |

[*](p. 29b 27)

Καὶ καθ᾿ ἑαυτοὺς μὲν οἱ ἐκτοῦ αὐτοῦ σχήματος.

Τοῦτο ἀπὸ κοινοῦ τοῦ φανερὸν οὑν εἴρηται. φανερὸν οὖν γέγονεν ἐκ τῶν εἰρημένων τό τε πάντας ἀναχθήσεσθαι εἰς τοὺς δύο τοὺς ἐν πρώτῳ σχήματι πρώτους, καὶ ὅπως ἕκαστος ἐν τῷ ἰδίῳ σχήματι τὸ συλλογιστικὸν ἔχει, καὶ διὰ τί ἐστι συλλογιστικὸς αὐτῶν ἕκαστος· ταῦτα γὰρ δέδεικται.

[*](p. 29b 28)

Καὶ πρὸς ἀλλήλους οἱ ἐκ τῶν ἑτέρων.

Καὶ τοῦτο ἔτι ἀπὸ κοινοῦ τοῦ φανερὸν εἴρηται. καὶ γὰρ τοῦτο φανερὸν ἐκ τῶν εἰρημένων, τίς ἡ τῶν σχημάτων διαφορὰ καὶ τῶν συλλογισμῶν τῶν ἐν διαφόροις σχήμασι πρὸς ἀλλήλους, ὅτι τε παρὰ τὴν τοῦ μέσου ποιὰν θέσιν καὶ παρὰ τὸ διαφόρως ἀνάγεσθαι εἰς τοὺς ἐν πρώτῳ σχήματι δύο πρώτους. οἱ μὲν γὰρ αὐτόθεν ἀνάγονται, οἱ δὲ διὰ τῆς εἰς ἀλλήλους ἀναγωγῆς, ὡς οἱ ἐν τῷ πρώτῳ δύο οἱ τὸ ἐπὶ μέρους ἔχοντες καὶ οἱ ἐν τῷ τρίτῳ τρεῖς, καὶ πάλιν τούτων οἱ μὲν τῷ εἰς τοὺς ἐν τῷ δευτέρῳ πρώτους ἀνάγεσθαι, ὡς οἱ δύο οἱ ἐν τῷ πρώτῳ, οἱ δὲ τῷ εἰς τούτους αὐτοὺς τοὺς ἐν τῷ πρώτῳ τὸ ἐπὶ μέρους δεικνύντας, ὡς οἱ ἐν τῷ τρίτῳ τρεῖς οἱ δι’ ἀντιστροφῆς εἰς τούτους ἀναγόμενοι· ἡ γὰρ διαφορὰ τῆς ἀναγωγῆς αὐτῶν τὴν τῶν συλλογισμῶν δείκνυσι διαφοράν. |

Η τῷ ἀνάγεσθαι εἰς τὸ πρῶτον.

[*](38r)

Εἰπὼν ἢ τῷ μέσῳ προσέθηκεν ἢ τῷ ἀνάγεσθαι εἰς τὸ πρῶτον· ἔστι γὰρ καὶ κατὰ τοῦτο αὐτοῖς ἡ διαφορά· διάφορος γὰρ ἡ ἀναγωγὴ αὐτῶν. [*](1 πεπλήρωνται λόγοι a ἑαυτοὺς M (im): αὐτοὺς a et Ar.: αὑτὰς Κ οἱ om. Κ 1.2 ταυτοῦ Κ 2 σχημάτων om. aK (d) 5 τῷ om. aK καταφατικῆς M 6 τῶν M: πρὸς τοὺς aK ριαφέρουσι aK 7 ante συλλογισμῶν add. τῶν aK 8 τέλος τῶν ἐξ ὑπαρχουσῶν προτάσεων συγκειμένων συζυγιῶν ἐν τοῖς τρισὶ σχήμασιν subscr. Κ 9 textus verba in M αὐτοὺς Κ (cf. vs. 1) post σχήματος add. ἐν τῷ αὐτῷ σχήματι πῶς ἕκαστος γίνεται, quae Aristotelis non sunt, ut lemma aK 10 τοῦ ... εἴρηται om. M γέγονεν om.a 15 post φανερὸν add. οὖν a 17 post ἐν add. τοῖς aK 18 παρὰ aM: περὶ Κ 19 αὐτόθι Κ 20 οἱ (ante ἐν) om. aK οἱ δύο a 23 post τούτους lac., ut videtur, rasura orta in M 26 ἢ ... πρῶτον sunt textus verba in M; apud Arist. haec verba non reperiuntur τῷ a: τὸ KM; item vs. sq. Κ 27 τῷ μέσῳ evan. M; ne haec quidem verba Arist. sunt post πρῶτον expunxit εἰπὼν ἢ τῷ Κ 28 post ἡ alterum rasura in M)

119
ἄλλως μὲν γὰρ οἱ ἐπὶ μέρους ἐν τῷ πρώτῳ σχήματι διὰ γὰρ τῶν ἐν τῷ δευτέρῳ) καὶ ἄλλως οἱ ἐν τῷ δευτέρῳ, καὶ αὐτῶν τούτων ἄλλοι ἄλλως· οἱ μὲν γὰρ δι’ ἀντιστροφῆς, οἱ δὲ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ὁμοίως δὲ καὶ οἱ ἐν τῷ τρίτῳ· καὶ γὰρ τούτων οἱ μὲν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οἱ δὲ δι’ ἀντιστροφῆς πρῶτον εἰς τοὺς ἐπὶ μέρους τοὺς ἐν τῷ πρώτῳ.

[*](p. 29b 29)

ἐπεὶ δ’ ἕτερόν ἐστιν ὑπάρχειν τε καὶ ἐξ ἀνάγκης [*](38v) ὑπάρχειν καὶ ἐνδέχεσθαι ὑπάρχειν.

Εὐλόγως ἑξῆς τὸν περὶ τῶν ἀναγκαίων συλλογισμῶν ποιεῖται λόγον, οἳ [*](38v) γίνονται ἐξ ἀναγκαίων προτάσεων, καὶ ἐπὶ τούτοις τὸν περὶ τῶν ἐνδεχομένων, διότι ἕτερόν ἐστι τό τε ὑπάρχειν καὶ τὸ ἐξ ἀνάγκης ὑπάρχειν καὶ τὸ ἐνδέχεσθαι ὑπάρχειν. ἑτέρων γὰρ ὄντων τούτων δῆλον, ὡς καὶ αἱ προτάσεις ἀλλήλων διοίσουσι κατὰ τὰς διαφορὰς ταύτας καὶ οἱ συλλογισμοί· ὥστ’ εἰ διαφέρουσιν, ἀναγκαῖον τῷ λέγοντι περὶ συλλογισμῶν καὶ τῆς συστάσεως καὶ γενέσεως αὐτῶ.ν καὶ περὶ τούτων εἰπεῖν. οὕτω γὰρ ἔσται περὶ τῆς πάντων τῶν κατηγορικῶν συλλογισμῶν συστάσεως τε καὶ γενέσεως εἰρηκώς, ἄν πάντας ἐπεξέλθῃ τοὺς τρόπους, καθ’ οὓς αἱ τῶν τοιούτων συλλογισμῶν διαφοραί. σαφέστατα δὲ ἡμῖν τὴν διαφορὰν ἐδήλωσε τῆς ὑπαρχούσης προ- τάσεως πρός τε τὴν ἀναγκαίαν καὶ τὴν ἐνδεχομένην εἰπών·

[*](p. 29b 30)

Πολλὰ γὰρ ὑπάρχει μέν, οὐ μέντοι ἐξανάγκης· τὰ δὲ οὔτ’ ἐξ ἀνάγκης οὔθ᾿ ὑπάρχει ὅλως, ἐνδέχεται δὲ ὑπάρχειν. οὕτως γὰρ ἔσονται αἱ μὲν ὑπάρχουσαι τὸ ὑπάρχον μὲν οὐκ ἀναγκαίως δὲ ὑπάρχον δηλοῦσαι, αἱ δὲ ἀναγκαῖαι τὸ ἀναγκαίως ὑπάρχον, αἱ δὲ ἐνδεχόμεναι τὸ οὐχ ὑπάρχον μὲν ἤδη οἷόν τε δὲ ὑπάρξαι, ἀληθῶς μέν, εἰ ἀληθεῖς εἶεν, ψευδῶς δέ, εἰ ψεύδοιντο. δῆλον δέ, ὅτι ἡ διαφορὰ τῶν προτάσεων καὶ τῶν συλλογισμῶν ἡ ·κατὰ τοὺς τρόπους τῇ τῶν τρόπων προσθήκῃ γνωρισθήσεται· ἑκάστῃ γὰρ προτάσει καὶ ἑκάστῳ συλλογισμῶ ὁ οἰκεῖος τρόπος προσκατηγορηθήσεται.

[*](1 οἱ M: ἡ aK 3 ὁμοίως ... ἀπαγωγῆς (5) om. M 6 τῷ om. aK 7 Περὶ τῶν ἐξ ἀναγκαίων προτάσεων γινομένων συλλογισμῶν. ἑξῆς δὲ καὶ περὶ τῆς τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου ἐν πρώτῳ σχήματι μίξεως superscr. a τε om. Κ 8 sequentia quoque Ar. verba πολλὰ γὰρ ὑπάρχει μὲν add. Ar.), οὐ μέν τι μέντοι Ar.) ἐξ ἀνάγκης· τὰ δ’ οὔτε ἐξ ἀνάγκης οὐθ’ ὑπάρχει ὅλως, ἐνδέχεται δ’ ὑπάρχειν, δῆλον ὅτι καὶ add. Ar.) συλλογισμὸς ἑκάστου τούτων ἕτερος ἔστι add. Κ 9 ante εὐλόγως add. ὅτι aM: om. K τούτῳ K τῶν om. M 11 post διότι add. γὰρ aM: om. K 11. 12 καὶ τὸ ἐνδέχεσθαι ὑπάρχειν om. Κ 12 ἐνδέχεται a 13 ταύτας aK: τάσδε M 15 ante γενέσεως add. τῆς M οὕτως aK 17 ἐπεξέλθῃ ἐπ superscr. Κ) KM: ὑπεξείθη a 17. 18 διαφοραὶ συλλογισμῶν Κ 18 τὴν διαφορὰν ἡμῖν aK 20 πολλὰ ... ὑπάρχειν (21) textus verba in M 21 οὔτε (ante ἐξ) aK οὔτε (post ἀν.) Κ 21 οὐχ KM: μὴ a οἷόν τε aM: οἴονται Κ 25 post τῶν add. τε Κ)
120
[*](p. 29b 33)

Καὶ οὐχ ὁμοίως ἐχόντων τῶν ὅρων· [*](38v) εἰπών, ὅτι ὁ συλλογισμὸς ἑκάστου τούτων ἕτερος ἔσται, τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος καὶ τοῦ ἐνδεχομένου, πῶς ἕτερος, ἐδήλωσεν· οὐ γὰρ ἐξ ὁμοίων προτάσεων τε καὶ ὅρων, ἀλλ’ οἱ μὲν ἐξ ἀναγκαίων, οἱ δὲ ἐξ ὑπαρχουσῶν, οἱ δὲ ἐξ ἐνδεχομένων.

[*](p 29 b 36)

ἐπὶ μὲν οὖν τῶν ἀναγκαίων σχεδὸν ὁμοίως ἔχει καὶ ἐπὶ τῶν ὑπαρχόντων.

Φησὶν ὁμοίως ἔσεσθαι καθ’ ἕκαστον σχῆμα τοὺς τοῦ ἀναγκαίου συλλογισμούς, ὡς καὶ ἐπὶ τοῦ ὑπάρχοντος ἐδείχθησαν γινόμενοι. ἡ γὰρ ὁμοία τῶν προτάσεων συμπλοκὴ καθ’ ἕκαστον σχῆμα μετὰ τῆς τοῦ ἀναγκαίου προσθήκης καὶ τοὺς ἀναγκαίους ποιήσει συλλογισμούς· καὶ ἔσονται τέσσαρες μὲν συζυγίαι συλλογιστικαὶ ἐν πρώτῳ σχήματι, τέσσαρες δὲ ἐν δευτέρῳ, ἓξ δὲ ἐν τρίτῳ. αἴτιον δὲ τούτου, ὅτι τό τε κτὰ παντὸς καὶ τὸ κατὰ μηδενὸς ὁμοίως καὶ ἐπὶ τοῦ ἀναγκαίου λαμβάνεται, ὡς καὶ ἐπὶ τοῦ ὑπάρχοντος, δι’ οὗ οἱ ἐν τῷ πρώτῳ σχήματι δείκνυνται συλλογισμοί, καὶ αἱ τῶν ἀναγκαίων προτάσεων ἀντιστροφαὶ ὅμοιαι ἐδείχθησαν οὖσαι ἐπί τε τῶν ὑπαρχουσῶν καὶ ἐπὶ τῶν ἀναγκαίων. δι’ ὧν οἵ τε τρεῖς οἱ ἐν τῷ δευτέρῳ σχήματι καὶ οἱ πέντε οἱ ἐν τῷ τρίτῳ συνάγοντες δείκνυνται. |

[*](p. 30a 2)

Τό τε γὰρ στερητικὸν ὡσαύτως ἀντιστρέφει.

[*](39r)

Οὐχ ὡς μόνου τούτου ὁμοίως ἀντιστρέφοντος ἀκουστέον· καὶ γὰρ καὶ τὰ καταφατικὰ ὁμοίως· ἀλλ’ ἐπεὶ τὰ μὲν καταφατικὰ ἐν πᾶσι τοῖς τρόποις ὁμοίως ἀντιστρέφει, τὰ δὲ ἀποφατικὰ οὕ ἐπὶ γὰρ τῶν ἐνδεχομένων ἄλλως), τούτων ἐμνημόνευσε μόνων, καθ’ ὃ δοκεῖ μὴ ὁμοία ἐπὶ πάντων ἡ ἀντιστροφὴ γίνεσθαι, ὑπομιμνήσκων ἡμᾶς, ὅτι καὶ ταῦτα ἐν τοῖς τρόποις τούτοις ὁμοίως ἔχει. ἐπεὶ δὲ οὐκέτι δι’ ἀντιστροφῆς ἐδείκνυτο οὔτε ὁ τέταρτος ἐν δευτέρῳ σχήματι ὁ ἔχων τὴν ἐλάττονα ἐπὶ μέρους ἀποφατικὴν οὔτε ὁ ἕκτος ἐν τῷ τρίτῳ ὁ ἔχων τὴν μείζονα ἐπὶ μέρους ἀποφατικὴν ἐν τοῖς ἐξ ὑπαρχουσῶν προτάσεων συλλογισμοῖς ἀλλὰ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὐκέτι ἐπὶ τούτων ὁμοίᾳ τῇ δείξει χρώμενος ἐπὶ τῶν ἀναγκαίων προτάσεων, ὡς ἔσται δῆλον, προσέθηκε τὸ “σχεδὸν ὁμοίως”. τὰ μὲν γὰρ ἄλλα ὁμοίως δείκνυται· διὸ οὐδ’ ἐμνημόνευσεν αὐτῶν ἔτι· ἱκανὴν τὴν ἐπ’ ἐκείνων αὑτῷ διδασκαλίαν ἡγούμενος εἷναι καὶ πρὸς τὴν τούτων γνῶσιν. τούτων δὲ οὐχ ὁμοίως ἔτι [*](1 om. Κ 2 post εἰπὼν add. δὲ Κ 4 post ὁμοίων add. γε Κ προτάσεων τε] hinc iterum Β μὲν evan. M 8. 9 τοὺς ἀναγκαίου συλλογισμοὺς καθ’ ἕκαστον σχῆμα a ἓξ δὲ BM: καὶ ἓξ a 13 te om. aM 15 ἐν evan. M 17 ἐπὶ om. M καὶ alterum om. M 18 οἱ (ante πέντε) om. aM 20 ἀντιστραφέντος a 21 τὰ prius superscr. M 24 τούτοις τοῖς τρόποις M 21) τῷ om. a 30 σχεδὸν] χεδὸν periit in Β 31 αὐτῶν ἔτι] ῶν ἔτι Β corr. αὐτῷ libri 32 ἡγούμενος εἶναι perierat in Β)

121
δεικνυμένων μνημονεύει διδάσκων ἡμᾶς, πῶς ἐπὶ τούτων χρὴ τὴν [*](39r) ποιουμένους συλλογιστικοὺς αὐτοὺς δεικνύναι. οὐ χρῆται δὲ ἐπ’ αὐτῶν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ, ὡς ὅτε ἦσαν αἱ προτάσεις ὑπάρχουσαι, ὅτι τὸ ἀντικείμενον τῷ ἀναγκαίῳ ἐνδεχόμενόν ἐστιν. ἔστι δὲ ἐν ἀμφοτέροις τὸ δεικνύμενον συμπέρασμα ἐπὶ μέρους ἀποφατικὸν ἀναγκαῖον, ᾧ ἀντίκειται τὸ ‘ἐνδέχεται παντί᾿· οὗ ὑποτεθέντος καὶ τῆς ἑτέρας προτάσεως προσληφθείσης οὔσης ἀναγκαίας καθόλου καταφατικῆς γίνεται ἡ συμπλοκὴ αὕτη μικτὴ ἐξ ἐνδεχομένης καθόλου καταφατικῆς καὶ ἀναγκαίας καθόλου καταφατικῆς. οὐδέπω δὲ γνώριμόν τι τὸ συναγόμενον ἐν ταῖς τοιαύταις μίξεσιν. ἔτι δὲ ἀναγκαῖον πρῶτον εἰδέναι περὶ τῶν ἁπλῶν, εἶθ’ οὕτως περὶ τῶν συνθέτων. διὸ ἐκεῖνον μὲν τὸν τρόπον τῆς δείξεως ὡς ἀσαφῆ τε καὶ διὰ τῶν ὑστέρων γινόμενον παραιτεῖται. φησὶ δὲ ἐπ’ ἀμφοτέρων αὐτῶν.

[*](p. 30a 9)

Ἀλλ’ ἀνάγκη ἐκθεμένους, ᾧ τινὶ ἑκάτερον μὴ ὑπάρχει, κατὰ τούτου ποιεῖν τὸν συλλογισμόν.

Λέγει μὲν περὶ τῶν ἐπὶ μέρους ἀποφατικῶν προτάσεων ἅμα τῶν ἐν τοῖς δυσὶ σχήμασιν· οὐ γὰρ καθ’ ἕκαστον αὐτῶν λέγει δεῖν ἐκτίθεσθαι, ᾧ ἑκάτερον μὴ ὑπάρχει· οὕτως γὰρ ἂν δύο ἀποφατικὰς εἴποι προτάσεις καὶ οὐδὲ συνισταμένας ἂν εἴη λέγων ταῖς ἐκκειμέναις συζυγίαις· ἀλλ’ ἀξιοῖ ἐν ἀμφοτέραις ταῖς συζυγίαις, τῇ τε ἐν δευτέρῳ σχήματι καὶ τῇ ἐν τρίτῳ, ἐπεὶ ἐπὶ μέρους ἐστὶν ἀποφατική τις πρότασις, ᾧτινι μὴ ὑπάρχει, λαβόντας καθ’ ἑκατέραν συζυγίαν πρὸς ἐκεῖνο ποιεῖν τὸν συλλογισμὸν εἰς τὸ καθόλου μεταλαβόντας ἀποφατικὸν τὸ ἐπὶ μέρους ἀποφατικὸν καὶ δείξαντας ἐπὶ τῆς καθόλου ἀποφατικῆς δι’ ἀντιστροφῆς, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων συζυγιῶν, ἐν αἷς ἦν τὸ καθόλου ἀποφατικόν, συλλογιστικὴν οὖσαν τὴν συμπλοκὴν οὕτως ἔχειν τὸ δεδειγμένον ἐξ ἀνάγκης ἐκείνῳ τινὶ μὴ ὑπάρχον, οὗ ἦν τὸ ἕτερον μόριον. οἷον εἰ τὸ A τῷ Β παντὶ ἐξ ἀνάγκης καὶ τὸ Α τῷ Γ τινὶ μὴ ὑπάρχει ἢ] ἐξ ἀνάγκης αὕτη γάρ ἐστιν ἡ ἐν δευτέρῳ σχήματι συμπλοκή περὶ ἧς ποιεῖται τὸν λόγον), χρῆναί φησι λαβεῖν ἀπὸ τοῦ Γ τοῦτο, ᾧ τὸ Α ἐξ ἀνάγκης μὴ ὑπάρχον ἐλέγετο τινὶ τῷ Γ ἐξ ἀνάγκης μὴ ὑπάρχειν, καὶ λαβόντας πρὸς ἐκεῖνο ποιεῖν καθόλου ἀποφατικὴν τὴν πρότασιν ἀναγκαίαν. ἔστω τι τοῦ Γ, ᾧ ἐξ ἀνάγκης οὐχ ὑπάρχει τὸ A, μόριον τὸ Δ· ἔσται δὴ ἡ ὅλη συζυγία τὸ Α τῷ Β ἐξ ἀνάγκης παντί, τὸ Α τῷ Δ, ὅ ἐστί τι τοῦ Γ, ἐξ ἀνάγκης οὐδενί, ἥτις δείκνυται συζυγία συλλογιστικὴ οὖσα δι [*](3 ὅταν M 6 ληφθείσης M 7 αὕτη om. aM 8 ἐνδεχομένου a ἐν BM: ἐπὶ a 11 δείξεως M: μίξεως aB διὰ τῶν BM: δι’ αὐτῶν a 12 δ’ M 13 ὑπάρχη B (d, corr. A) 15 ἐν μερεία 16 δύο M 17 ὑπάρχη a 18 συνισταμένας a: νισταμένας om. in lac. Β: συλλογισμοὺς M τὰς ἐκκειμένας συζυγίας a 20 τις ἀποφατικὴ aM ὑπάρχῃ Β 21 ἐκεῖνον a ποιεῖ Β 25 post οὕτως add. γὰρ a ἔχειν scripsi: ἔχει libri (cf. vs. 21 ποιεῖ Β) ἐξ periit in B 26 οἶον periit in Β p παντὶ evan. Β καὶ τὸ ἁ ... ἐξ ἀνάγκης (27) om. aM 27 ἢ delevi δευτέρῳ evan. B 28 post λόγον add. τῷ δὲ (??) παντὶ a λαβεῖν evan. B 29. 30 ὑπάρχον M)

122
ἀντιστροφῆς τῆς καθόλου ἀποφατικῆς προτάσεως. εἰ γὰρ τὸ Α τῷ Δ οὐδενὶ [*](39r) ἐξ ἀνάγκης, καὶ τὸ Δ τῷ Α οὐδενὶ ἐξ ἀνάγκης· ἀλλὰ καὶ τὸ Α τῷ Β παντὶ ἐξ ἀνάγκης· τὸ Δ ἄρα τῷ Β οὐδενὶ ἐξ ἀνάγκης, ὥστε καὶ τὸ Β τῷ Δ οὐδενὶ ἐξ ἀνάγκης· δεῖται γὰρ πρὸς τὸ τὸ προκείμενον δεῖξαι ἡ 39v τοιαύτη ἐν δευτέρῳ σχήματι συζυγία καὶ τῆς τοῦ συμπεράσματος ἀντὶ· στροφῆς. εἰ δὴ τὸ Β οὐδενὶ τῷ Δ ἐξ ἀνάγκης, τὸ δὲ Δ τὶ τοῦ Γ ἐστι καὶ τὸ Β τινὶ τῷ Γ ἐξ ἀνάγκης οὐχ ὑπάρχει. ὁμοία δὲ ἡ δεῖξις καὶ ἐπὶ τοῦ ἕκτου τοῦ ἐν τῷ τρίτῳ σχήματι. ἔστω γὰρ τὸ μὲν Α τινὶ τῷ Γ μὴ ὑπάρχον ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης· εἰλήφθω πάλιν τι τοῦ Γ, ᾧ μέρει αὐτοῦ μὴ ὑπάρχον τὸ Α ἐξ ἀνάγκης ἔκειτο τινὶ τῷ Γ ἐξ ἀνάγκης μὴ ὑπάρχειν, καὶ ἔστω τὸ Δ· τὸ δὴ Α τῷ Δ ἐξ ἀνάγκης οὐδενί, τὸ δὲ Β παντί· εἰ γὰρ τῷ Γ παντὶ ἐξ ἀνάγκης, καὶ τῷ μέρει αὐτοῦ. ἄν δὴ ἀντιστρέψωμεν τὴν Β Δ καθόλου καταφατικὴν οὖσαν ἀναγκαίαν, ἔστι τὸ Δ τῷ Β τινὶ ἐξ ἀνάγκης· ἀλλὰ καὶ τὸ Α οὐδενὶ τῷ Δ ἐξ ἀνάγκης· τὸ Α ἄρα τινὶ τῷ Β ἐξ ἀνάγκης οὐχ ὑπάρχει. ὥστ’ εἰ ἐπὶ μορίου τοῦ Γ ἡ δεῖξις ὑγιής, καὶ ἐπὶ τινὸς τοῦ Γ ὑγιὴς δεῖξις ἔσται. Σημειωτέον δέ, ὅτι οὐχ ὅμοιος οὗτος ὁ τρόπος τῆς ἐκθέσεως καί, ὃν ἔλεγεν ἐν τῷ τρίτῳ σχήματι. ὅτε περὶ τῶν ὑπαρχόντων ἦν ὁ λόγος αὐτῷ. ἐκεῖ μὲν γὰρ ἁπλῶς τι τῶν αἰσθητῶν καὶ μὴ δεομένων δείξεως τὸ ἐκτιθέμενον καὶ λαμβανόμενον ἦν, διὸ καὶ αὔταρκες ἦν μόνον ληφθὲν πρὸς τὸ φανερὰν τὴν συναγωγὴν ποιῆσαι· ἐνταῦθα δὲ τὸ λαμβανόμενον οὐ τοιοῦτον ἔτι λαμβάνεται οὐδὲ ἀρκεῖται τῇ αἰσθήσει, ἀλλὰ πρὸς αὐτὸ συλλογισμὸν ποιεῖ. διὸ καὶ ἐνταῦθα μὲν προσέθηκε τὸ κτὰ τούτου ποιεῖν τὸν συλλογισμόν, ἐκεῖ δὲ οὐκέτι δείξει τινὶ μετὰ τὸ λαβεῖν τὴν ἔκθεσιν προσεχρήσατο· εἰκότως· ἦν γὰρ ἄν ταὐτὸν ποιῶν ἐπ’ ἄλλου τινὸς ὑποκειμένου, ὃ ἴσον καὶ ταὐτὸν ὂν <τῷ> πρώτῳ οὐδαμῶς ἦν ἐκείνου δεικτικόν. ἐδήλωσε δὲ καὶ διὰ τοῦ εἰπεῖν τὸ γὰρ ἐκτεθέν, ὅπερ ἐκεῖνο, τί ἐστι τὴν φύσιν τοῦ λαμβανομένου δι’ ἐκθέσεως· μέρος γάρ τι ἢ εἶδος αὐτοῦ ἔσται. διὸ εἰ ἐξ ἀνάγκης μηδενὶ τῷ ἐκτεθέντι, ἐξ ἀνάγκης καὶ ἐκείνου, 30 ἀφ’ οὗ τοῦτο ἐλήφθη, τινὶ οὔ· τοιοῦτον γάρ ἐστιν αὐτοῦ ὡς εἶναι, ὅπερ ἐκεῖνο. καὶ εἰ ἡ ἔκθεσις δὲ αἰσθητικὴ γένοιτο, καὶ οὕτως τὸ αὐτὸ δειχθήσεται. οἷον ἐν τῷ δευτέρῳ σχήματι εἰ τὸ Δ τι τοῦ Γ ὃν ἄτομον εἴη, οὐδὲν τοῦ Α κατ’ αὐτοῦ ῥηθήσεται, ὥστε οὐδὲ τὸ Β· τὸ γὰρ Β τὶ τοῦ Α ἐστί· κτὰ παντὸς γὰρ αὐτοῦ τὸ Α. ἡ αὐτὴ δεῖξις καὶ ἐπὶ τοῦ τρίτου σχήματος. εἰ γὰρ τὸ μὲν Α τινὶ τῷ Γ ἐξ ἀνάγκης ·οὐχ ὑπάρχει, τὸ δὲ Β παντὶ τῷ Γ ἐξ ἀνάγκης, ἄν ληφθῇ τοῦ Γ ἄτομόν τι, ᾧ τὸ Α οὐχ ὑπάρχει, [*](7 καὶ (ante τὸ) om. M ὑπάρξει a 9 ante τι add. καί a 10 post ᾦ superscr. μὲν M ἐξ ἀνάγκης om. M 10.11 μὴ ὑπάρχειν ἐξ ἀνάγκης a 11 δὴ corr. ex δὲ Β 14 τῷ β τοῦ δ a 15 ἄρα ᾱ a 16 ὑγιὴς δεῖξις Β: ἡ δεῖξις ὑγιὴς M: ὑγιὴς a 18 ἔλεγεν] p. 28 a 23. b 14. 21 19 γὰρ periit in Β δείξεως] ὡς periit in Β 25 προσεκτήσατο M 26 καὶ ταὐτὸν a: κατ’ αὐτὸν BM τῷ a: om. 29 BM ἐκείνῳ a οὕτω a 33 τοῦ (??) M ᾱ (??) M 36 παντὶ om.)
123
οὐδὲν τοῦ Α κατ’ ἐκείνου ῥηθήσεται· ἔστι δὲ ἐκεῖνο καὶ αὐτό τι τοὐ · πᾶν γὰρ τὸ Γ ὑπὸ τὸ Β· τινὶ ἄρα τοῦ Β τὸ Α οὐχ ὑπάρξει ἐξ ἀνάγκης. εἰκότως δὲ ἐν ἀμφοτέραις ταῖς συζυγίαις, ᾧ τινὶ οὐχ ὑπάρχει, λαμβάνει ἐν τῇ ἐκθέσει. τὸ μὲν γὰρ παντὶ ὑπάρχον τινὶ κἀκείνῳ ἐξ ἀνάγκης ὑπάρχει, ᾧ μορίῳ αὐτοῦ κεῖταί τι μὴ ὑπάρχον· οὐκέτι δὲ τῷ τυχόντι μέρει τοῦ, ᾧ παντὶ ὑπάρχειν τι κεῖται, ληφθέντι ἐξ ἀνάγκης οὐχ ὑπάρξει τὸ τινὶ κείμενον ἐκείνῳ μὴ ὑπάρχειν· δύναται γὰρ τούτω μὲν ὑπάρχειν αὐτοῦ τῷ μέρει, ἄλλῳ δέ τινι μή. ἐχρήσατο τούτῳ τῷ τρόπῳ καὶ πρὸ ὀλίγου τὴν ἔκθεσιν ἐπὶ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ ποιησάμενος.

Εἰπὼν δέ, πῶς χρὴ τὴν δεῖξιν ἐπὶ τῶν συζυγιῶν τούτων ποιεῖσθαι, προσέθηκε τὸ γίνεται δὲ τῶν συλλογισμῶν ἑκάτερος ἐν τῷ οἰκείῳ σχήματι, λέγων, ὅτι οἱ πρὸς τὸ ἐκτεθὲν γινόμενοι συλλογισμοὶ ὁ μὲν ἐπὶ τοῦ δευτέρου σχήματος ἐν τῷ δευτέρῳ σχήματι ἔσται, ὁ δ’ ἐπὶ τοῦ τρίτου ἐν τῷ τρίτῳ. ἡ γὰρ πρὸς τὸ ἐκτεθὲν καθόλου ἀποφατικὴ γινομένη καθ’ ἑκατέραν συζυγίαν οὐκ ἀλλάσσει τὸ σχῆμα, ἀλλ’ ἡ μὲν ἐν δευτέρῳ σχήματι γίνεται, ἡ δὲ ἐν τρίτῳ, ὡς ἐξεθέμεθα· δείκνυται μὲν γὰρ διὰ τῆς εἰς τὸ πρῶτον ἀναγωγῆς τῆς γινομένης διὰ ἀντιστροφῆς, οἱ δὲ δεικνύμενοί εἰσιν ὁ μὲν ἐν δευτέρῳ ὁ δὲ ἐν τρίτῳ σχήματι. ὁ μέντοι Θεόφραστος ἐν τῷ πρώτῳ τῶν αὑτοῦ Προτέρων ἀναλυτικῶν περὶ τούτων λέγων οὐ χρῆται τῷ 20 δι’ ἐκθέσεως τρόπῳ πρὸς τὴν δεῖξιν τοῦ συλλογιστικὰς εἶναι τὰς προκειμένας συμπλοκάς, ἀλλ’ ὑπερέθετο τὸν περὶ αὐ|τῶν λόγον ὡς δεόμενον μὲν τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μηδέπω δὲ ὄντος προδήλου τοὐ συμβαίνοντος διὰ τὸ μῖξιν γίνεσθαι προτάσεων μηδέπω δ’ εἶναι γνώριμον τὸ ἐκ τῶν μίξεων συναγόμενον.

[*](p. 30a 15)

Συμβαίνει δέ ποτε καὶ τῆς ἑτέρας προτάσεως ἀνάγκαίας οὔσης ἀναγκαῖον γίνεσθαι τὸν συλλογισμόν, πλὴν οὐχ ὁποτέρας ἔτυχεν, ἀλλὰ τῆς πρὸς τὸ μεῖζον ἄκρον.

Εἰπὼν πρῶτον μὲν περὶ τῶν ἐξ ὑπαρχουσῶν ἀμφοτέρων τῶν προτάσεων γινομένων καθ’ ἕκαστον σχῆμα συλλογισμῶν καὶ μετ’ ἐκείνους περὶ τῶν ἐξ ἀναγκαίων ἑξῆς λέγει περὶ τῶν ἐκ μίξεως ἀναγκαίας τε καὶ ὑπαρχούσης προτάσεως γινομένων καθ’ ἕκαστον σχῆμα συλλογισμῶν, τίνες τέ εἰσι, καὶ ποῖόν τι ἐν ταῖς μίξεσιν αὐτῶν γίνεται τὸ συμπέρασμα, καὶ τίνες αἱ κατὰ [*](2 ὑπάρχει Β pr. ἐξ ἀνάγκης οὐχ ὑπάρξει a 3 ὑπάρχει a: ὑπάρξει BM 7 μὲν BM: μὴ a 9 ἐπὶ prius periit in B ἀποφατικὴν M 10 χρὴ] χρ periit in Β 11 τὸ γίνεται ... διὰ γὰρ τούτου ἐπιφέρεται (p. 124,33) om. Β, cuius folium unum deest 13 δὲ aK 14 γινομένη ἀποφατικὴ Κ 15 ἑτέραν M post ἐν add. τῷ Κ 17 διὰ ante ἀντ. transposui: ante τῆς collocant libri 18 μέντοι aM: μὲν γὰρ K 19 αὐτοῦ aM: ἀπὸ τοῦ K 21 μὲν om. M γενέσθαι M μηδέπω δ’ KM: μηδ’ a 2(5 πλὴν ... ἄκρον (27) om. a 27 τῆς Ar.: τὴν Κ 28 τῶν alterum om. M 29 ante καθ’ add. καὶ Κ συλλογισμῶν καθ’ ἕκαστον σχῆμα aM μετ’ KM: ἐπ’ a ἐξ om. a 30 ἀναγκαίων aM: ἀνάγκης Κ)

124
τὰς μίξεις τῶν τρόπων τούτων ἐν τοῖς γινομένοις συλλογισμοῖς διαφοραί. περὶ γὰρ τῶν κατὰ τὸ ἐνδέχεσθαι ἐπὶ τούτοις ἐρεῖ. φησὶ δή, ὅτι γίνεταί ποτε ἐκ μίξεως ἀναγκαίας καὶ ὑπαρχούσης προτάσεως ἀναγκαῖον συμπέρασμα, καὶ πότε γίνεται τὸ συμπέρασμα τοιοῦτον, προστίθησιν. ἐν γὰρ πρώτῳ σχήματι ἀμφοτέρων οὐσῶν καθόλου εἰ ἡ μείζων εἴη ἀναγκαία ἄν τε καταφατική, ὡς ἐν τῷ πρώτῳ ἀναποδείκτῳ, ἄν τε ἀποφατική, ὡς ἐν τῷ δευτέρῳ, ἀναγκαῖόν φησι γίνεσθαι τὸ συμπέρασα. οὗτος μὲν οὖν οὕτως λέγει. οἱ δέ γε ἑταῖροι αὐτοῦ οἱ περὶ Εὔδημόν τε καὶ Θεόφραστον οὐχ οὕτως λέγουσι, ἀλλά φασιν ἐν πάσαις ταῖς ἐξ ἀναγκαίας τε καὶ ὑπαρχούσης συζυγίαις, ἐὰν ὧσι συγκείμεναι συλλογιστικῶς, ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα, τοῦτο λαμβάνοντες ἔκ τε τοῦ ἐν πάσαις ταῖς συμπλοκαῖς τὸ συμπέρασμα αἰεὶ τῷ ἐλάττονι καὶ χείρονι τῶν κειμένων ἐξομοιοῦσθαι· ἄν τε γὰρ ἐκ καταφατικῆς καὶ ἀποφατικῆς προτάσεως, συνάγεται ἀποφατικὸν τὸ συμπέρασμα. ἄν τ’ ἐκ καθόλου καὶ ἐπὶ μέρους, ἐπὶ μέρους καὶ τὸ συμπέρασμα. τὸν αὐτὸν δὴ τρόπον καὶ ἐν ταῖς μίξεσιν ἔχειν· ὑπάρχον γὰρ γίνεσθαι ἐν ταῖς ἐξ ἀναγκαίας καὶ ὑπαρχούσης συμπλοκαῖς τῷ ἔλαττον εἷναι τὸ ὑπάρχον τοῦ ἀναγκαίου. ἀλλὰ καὶ τῷ λόγῳ τοῦτο δεικνύουσιν. εἰ γὰρ τὸ Β τῷ Γ ὑπάρχει μὲν παντί, οὐ μὴν ἐξ ἀνάγκης, ἐνδέχεταί ποτε αὐτὸ καὶ ἀποζευχθῆναι αὐτοῦ· ὅτε δὴ τὸ Β τοῦ Γ ἀπέζευκται, τότε καὶ τὸ Α αὐτοῦ ἀποζευχθήσεται· εἰ δὲ τοῦτο, οὐκ ἐξ ἀνάγκης αὐτῷ ὑπάρξει. ἀλλὰ καὶ ἐπὶ τῆς ὕλης δεικνύουσι τοῦτο ἔχον οὕτως. λαβόντες γὰρ τὴν μείζονα καθόλου ἀναγκαίαν ἀποφατικὴν ἢ καταφατικὴν καὶ τὴν ἐλάττονα καθόλου καταφατικὴν ὑπάρχουσαν δεικνύουσιν ὑπάρχον γινόμενον τὸ συμπέρασμα. τὸ γὰρ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης, ὁ ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχέτω· οὐκέτι τὸ ζῷον παντὶ κινουμένῳ ἐξ ἀνάγκης. ἔτι εἰ τὸ μὲν ἐπιστήμην ἔχειν κατὰ παντὸς γραμματικοῦ ἐξ ἀνάγκης, τὸ δὲ γραμματικὸν κατὰ παντὸς ἀνθρώπου ὑπαρχόντως, οὐκέτι τὸ ἐπιστήμην ἔχειν κατὰ παντὸς ἀνθρώπου ἐξ ἀνάγκης. καὶ τὸ μὲν κινεῖσθαι διὰ σκελῶν κατὰ παντὸς περιπατοῦντος ἐξ ἀνάγκης, τὸ δὲ περιπατεῖν παντὶ ἀνθρώπῳ ὑπαρχέτω· οὐκέτι γὰρ τὸ κινεῖσθαι παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. καὶ τοῦτο εἰκότως γίνεσθαι δοκεῖ. εἰ γὰρ ὁ μείζων ἄκρος τῷ ἐλάττονι διὰ τοῦ μέσου ὅρου ἐπιφέρεται, ὅπως ἄν ὁ μέσος ἔχῃ πρὸς τὸν ἐλάττονα, οὕτως ἔχει καὶ ὁ μείζων πρὸς τὸν ἔσχατον· διὰ γὰρ τούτου ἐπιφέρεται ὁ μείζων [*](2 ἐπὶ τούτοις aM: μετὰ τοῦτο Κ (cf. p. 119,10) δὲ M 5 καθόλου ἀμφοτέρων οὐσῶν Κ 6 ὡς prius om. M τῷ prius om. M λέγει. οἱ evan. M γε om. K 8. 9 Θεόφραστόν τε καὶ Εὔδημον Κ 10 τε om. Κ συζυγίαις a: συζυγίας KM κείμεναι συλλογιστικαῖς a 12 τῶν κειμένων om. Κ 13 ἐξομοιοῦσθαι] ἐξ evan. M 14 συνάγηται M τε aK ἐκ om. a 1.5 ἐν om. M 16 post γίνεσθαι add. ἐκ τῆς a 17 τῷ (ante ἐλ.) aM: τὸ Κ 18 δεικνύειν Κ παντί, οὐ] τί, οὐ evan. M 19 δὴ aM: δὲ K 20 οὐκ 0111. K 21 τοῦθ’ οὕτως ἔχον K 20 εἰ om. aM 27 ὑπαρχέτω Κ 30 ὑπαρχέτω ... ἀνθρώπῳ om. M post ὑπαρχέτω add. ὄντως Κ γὰρ Κ: δὴ a 31 ἄκρος aM: ὅρος K 32 ἐλάσσονα K .33 διὰ ... ἐσχάτῳ (p. 125,1) om. M ἐπιφέρεται] hinc iterum Β)
125
τῷ ἐσχάτῳ· ὥστε ὡς ἄν οὗτος ἔχῃ πρὸς τὸν ἔσχατον, δι’ ὃν ὁ μείζων συνάπτεται τῷ ἐσχάτῳ, οὕτως ἕξει καὶ ὁ μείζων πρὸς τὸν ἔσχατον.

Τὸ μὲν οὖν λέγειν μηδὲ Ἀριστοτέλην ἐνταῦθα εἰρηκέναι ἐν ταῖς τοιαύταις αύταις μίξεσιν ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα, ἀλλ’ ἐφ’ ὕλης τινός, καὶ τοῦτο πιστοῦσθαι ἐκ τοῦ οὕτως εἰρηκέναι αὐτὸν συμβαίνει δέ ποτε καὶ ὣ τῆς ἑτέρας προτάσεως ἀναγκαίας οὔσης ***· τῆς μίξεως τῆς τοιαύτης κεῖται ὡς ποτὲ μὲν ἐν τῇ τοιαύτῃ μίξει ἀναγκαίου γινομένου τοῦ συμπεράσματος ποτὲ δὲ οὔ, ἀλλ’ ἐπὶ τῆς μίξεως ὅλως· ποτὲ γὰρ ἐν τῇ μίξει τῇ ἐξ ἀναγκαίας καὶ ὑπαρχούσης ἀναγκαῖον γίνεται τὸ συμπέρασμα· οὐ γὰρ ἀεί, ἐπεὶ μὴ καὶ τῆς ἐλάττονος ἀναγκαίας ληφθείσης ἀναγκαῖον λέγει τι συνάγεσθαι. τὸ οὖν ποτὲ τοῦ τρόπου τῆς μίξεως δηλωτικόν ἐστιν, οὐ τοὐ ἐν τῷ αὐτῷ τρόπῳ καὶ τῇ αὐτῇ συμπλοκῇ ποιὲ μὲν ἀναγκαῖον γίνεσθαι ποτὲ δὲ ὑπάρχον τὸ συμπέρασμα. καὶ τοῦτο ·αὐτὸς σαφῶς ἐδήλωσε, δι’ ὧν ἐπιφέρει, λέγων πλὴν οὐχ ὁποτέρας ἔτυχεν, ἀλλὰ τῆς πρὸς τὸ μεῖζον ἄκρον, ὡς τούτου χάριν τὸ ποτὲ προσθείς. καὶ γὰρ γελοῖον τὸ ἡγεῖσθαι αὐτὸν διὰ τοῦτο τὸ ποτὲ λέγειν, ὅτι ἐπὶ ὕλης τινὸς ἐν τῇ τοιαύτῃ συμπλοκῇ ἀναγκαῖον γίνεται τὸ συμπέρασμα. οὕτως μὲν γὰρ οὐδὲν ἄν κωλύοι καὶ τὰς ἀσυλλογίστους συζυγίας συλλογιστικὰς λέγειν ποτέ· εὑρεθήσονται γὰρ ἐπὶ ὕλης τινὸς συνάγουσαι. ἐν γοῦν τῷ δευτέρῳ σχήματι ἡ ἐκ δύο καθόλου καταφατικῶν, εἰ εἶεν οἱ ἄκροι ἐπ’ ἴσης ἀλλήλοις, τοιούτων ὅρων εἰλημμένων καθόλου καταφατικὸν συνάξει· ἄν γὰρ ᾖ πᾶς ἄνθρωπος ζῷον, ἀλλὰ καὶ πᾶν γελαστικὸν ζῷον, καὶ πᾶς ἄνθρωπος γελαστικὸν συνάγεται. ἀλλ’ οὐ διότι ποτὲ συνάγεταί τι ἐπὶ ὕλης τινός, ἤδη συλλογιστικὴ ἡ συμπλοκή. ἔτι δὲ εἰ τοῦτο ἐβούλετο δηλοῦν, ὡς ἔδειξεν, ἔδειξεν ἄν, ἐφ’ ἧς ὕλης τοῦτο οὕτως ἔχει· τοῦτο γὰρ ἦν τοῦ διὰ τοῦτο τὸ ποτὲ προστεθεικότος. ὁ δὲ τοῦτο μὲν οὐ ποιεῖ, ἐπὶ δὲ τῶν στοιχείων προάγει τὸν λόγον, ἐφ’ ὧν τὰς καθολικὰς δείξεις ποιεῖται τῷ μηδὲν μᾶλλον τῇδε ἢ τῇδε τῇ ὕλῃ δύνασθαι ἐφαρμόζειν. διὸ τοῦτο μὲν παραιτητέον ὡς κενὸν παντάπασι. παραιτητέον δὲ καὶ τὴν ἐπὶ πλέον ἐξέτασιν τοῦ λεγομένου· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς Περὶ τῆς κατὰ τὰς μίξεις διαφορᾶς Ἀριστοτέλους τε καὶ τῶν ἑταίρων αὐτοῦ γεγραμμένοις. οἷς δὲ Ἀριστοτέλης τε ἐχρήσατο πρὸς τὴν τοῦ λεγομένου πίστιν καὶ οἷς χρήσαιτο ἄν τις παριστάμενος τῷ τὸ λεγόμενον ὑπ’ αὐτοῦ ὑγιὲς εἶναι, ταῦτα παραθησόμεθα. αὐτὸς μὲν οὖν [*](1 ἔσχατον periit in Β post ἔσχατον add. ὁ M 2 ἅπτεται a ὁ μείζων periit in B 3 ἐνταῦθα periit in Β 4 γίνεσθαι] ἕσθαι periit in Β 5 ἐκ τοῦ periit in Β οὕτως om. a 6 προτάσεως] ροτά periit in B post οὔσης excidisse videtur velut ἄτοπον; an pro τὸ μὲν vs. 3 scribendiim est ἄτοπον? 7 τῆς τοιαύτης μίξεως M: μίξεως τοιαύτης a ἐν aB: ἐπὶ M ἀναγκαίου] ἴου periit in Β 8 ὅλης a 9 γίνεται ἀναγκαῖον aM 11 τῆς μίξεως τοῦ τρόπου a 12 ἐν τῷ superscr. M συμπλοκῇ] πλοκ corr. B1 13 αὐτὸ Β 15 προστιθεὶς M 16 εἰπεῖν τὸ ποτί M 17 γίνεσθαι M 18 μὲν om. a κωλύει omisso ἄν aM 20 ἡ ex ἡ corr. Β1: εἰ aM εἰ om. aM 21 συνάξεις a 25 ἦς 0111. a ἔχειν Β 28 διὸ τοῦτο evan. Β 20 παραιτητέον] ἔον periit in Β 30 γὰρ periit in B Ἀριστοτέλους] λους periit in B 32 τὴν τοῦ periit in B post χρήσαιτο add. τε Β 33 τὸ BM: τόδε a)

126
ἐχρήσατο τῷ κατὰ παντός. ἐπεὶ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης, [*](40v) τὸ δὲ Γ ὑπὸ τὸ Β ἐστὶ καὶ τὶ τοῦ Β, εἴη ἂν καὶ κατὰ τοῦ Γ ἐξ ἀνάγκης· ὃ γὰρ κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης, κἄν κατὰ τῶν ὑπὸ τὸ Β ἐξ ἀνάγκης κατηγοροῖτο, εἴ γε τὸ κατὰ παντός ἐστιν, “ὅταν μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται”· τὸ δὲ Γ τὶ τῶν Β ἐστί. καὶ γὰρ τὸ κατὰ παντὸς ἐξ ἀνάγκης ὁμοίως λαμβάνεται, ὡς προεῖπεν ἐπὶ τῶν ἀναγκαίων εἰπὼν “τό τε γὰρ σ·τερητικὸν ὡσαύτως ἀντιστρέφει, καὶ τὸ ἐν ὅλῳ εἶναι καὶ τὸ κατὰ παντὸς ὁμοίως ἀποδώσομεν”.

Οἱ δὲ παριστάμενοι τῇ δόξῃ αὐτοῦ οἱ μὲν τὴν ὑπάρχουσαν καθόλου καταφατικὴν ἐν τῇ τοιαύτῃ μίξει ἀληθῆ λαμβάνειν ἀξιοῦσι, μὴ πρὸς ὑπόθεσιν ἀλλὰ ἀληθῶς ὑπάρχουσαν· αἴτημα γὰρ ἐκείνως γίνεται καὶ οὐκέτ’ ἀληθὴς ἡ πρότασις. ληφθείσης δὲ ἀληθοῦς ἐν τῷ ὑπάρχειν καὶ καθόλου οὐδ᾿ ἐπὶ ὕλης τινὸς ἐλεγχθήσεται ψεῦδος τὸ λεγόμενον. τὸ γὰρ ἄνθρωπον παντὶ κινουμένῳ ὑπάρχειν οὐκ ἀληθὲς ὡς ὑπάρχον καθόλου· ἀλλ’ οὐδὲ τὸ γραμματικὸν παντὶ ἀνθρώπῳ· ἀλλ’ οὐδὲ τὸ περιπατεῖν παντὶ ἀνθρώπῳ. ἐπὶ δὲ τῶν οὕτως λαμβανομένων ὑπαρχουσῶν τῷ μὴ εἶναι αὐτὰς ὡς καθόλου λαμβανομένας ἀληθεῖς ὑπαρχούσας οὐκ ἀναγκαῖον τὸ συμπέρασμα. καίτοι τί ἐροῦσιν, ὅταν ἡ ἐλάττων μηκέτι καθόλου ᾖ ὑπάρχουσα, ἀλλ’ ἐπὶ μέρους λαμβάνηται; καὶ γὰρ οὕτως, εἰ ἡ μείζων ἀναγκαία εἴη, ἀναγκαῖόν φησι γίνεσθαι τὸ συμπέρασμα, καὶ οὐκέθ’ οἷόν τε λέγειν μὴ εἶναι ἀληθῆ τὴν ἐπὶ μέρους ὑπάρχουσαν τὸν ἄνθρωπον τινὶ κινουμένῳ ἢ γραμματικὸν τινὶ ἀνθρώπῳ.

Oἱ δέ γέ φασιν, ὅτι. εἰ ἡ λέγουσα τὸ Α κατὰ παντὸς τοῦ Β ἡ αὐτὴ ἐστι τῇ λεγούσῃ, | καθ’ οὗ παντὸς τὸ Β, κατ’ ἐκείνου παντὸς τὸ Α, ὡς καὶ αὐτὸς λέγει πολλάκις, ἔσται καὶ ἡ λέγουσα τὸ Α κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης ἡ αὐτὴ τῇ λεγούσῃ, καθ’ οὗ παντὸς τὸ Β, κατὰ τούτου παντὸς ἐξ ἀνάγκης τὸ Α. τοῦτο δὲ σημαινούσης τῆς ἀναγκαίας καθόλου πάντως ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, κἄν ὑπάρχουσα ληφθῇ ἡ ἐλάττων.

Ἀλλὰ καὶ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς εἰσί τινες οἱ τὸ λεγόμενον ὑπ’ Ἀριστοτέλους, ὅτι καλῶς εἴρηται, δεικνύναι πειρώμενοι. ἔστω γὰρ ἡ μῖξις ἐκκειμένη, καὶ τὸ μὲν Α τῷ Β παντὶ ἐξ ἀνάγκης ὑπαρχέτω, τὸ δὲ Β παντὶ τῷ Γ ὑπαρχέτω μόνον· λέγω, ὅτι τὸ Α τῷ Γ ἐξ ἀνάγκης παντί. εἰ γὰρ μή, τὸ ἀντικείμενον ἐνδέχεται τὸ Α τῷ Γ τινὶ μὴ ὑπάρχειν· κεῖται δὲ καὶ τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης· γίνεται δὴ ἐν δευτέρῳ σχήματι συζυγία ἐκ καθόλου καταφατικῆς τῆς μείζονος ἀναγκαίας καὶ ἐπὶ μέρους ἀποφατικῆς ἐνδεχομένης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον [*](2 καὶ (post ἄν) om. M 3 κἀν correxi: καὶ libri 4 ‘ὅταν ... ῥηθήσεται” (5)] Ι 1 p. 24 b 29 (cf. p. 24,29 — 30) 5 λεχθήσεται M et Ar. τοῦ β a 7 εἰπὼν] p. 30 a 2 γὰρ Β1 corr. ὡσαύτως aB et Ar.: ὁμοίως M 9 τῇ δόξῃ αὐτοῦ παριστάμενοι 10 a 10 τοιαύτῃ aB: αὐτῇ M 11 ἐκείνη a 12 δὲ BM: γὰρ a οὐδὲ M 16 οὕτω a 17 ἀληθεῖς Β: ἀληθὲς aM 18 τί om. a ᾖ καθόλου M 19 εἰ oru. a 21 ἡ γραμματικὸν ... γενομένης ἐν δευτέρῳ (p. 136,14) om. Β καὶ om.K 25 ἔλεγε K 26 κατ’ ἐκείνου a 30 κακῶς Κ)

127
συνάγουσα, καθ’ ἃ καὶ Θεοφράστῳ τε καὶ Εὐδήμῳ δοκεῖ. τὸ ἄρα Β τῷ Γ [*](41r) ἐνδέχεται τινὶ μὴ ὑπάρχειν· ἀλλ’ ὑπέκειτο παντὶ ὑπάρχειν. ἔστι δὲ πιστώσασθαι, ὅτι τὸ λεγόμενον ὑπὸ Ἀριστοτέλους ὑγιές ἐστι, μάλιστα διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς τῆς γινομένης ἐν τρίτῳ σχήματι. κείσθω γὰρ τὸ μὲν Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ δὲ Β παντὶ τῷ Γ ὑπάρχειν· λέγω, ὅτι τὸ Α παντὶ τῷ Γ ἐξ ἀνάγκης. εἰ γὰρ μή, τὸ ἀντικείμενον τὸ Α τῷ Γ ἐνδέχεται τινὶ μὴ ὑπάρχειν· κεῖται δὲ καὶ τὸ Β παντὶ τῷ Γ ὑπάρχειν· γίνεται ἐν τρίτῳ σχήματι συζυγία ἐξ ὑπαρχούσης καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἐνδεχομένης ἐπὶ μέρους ἀποφατικῆς τῆς μείζονος ἐπὶ μέρους ἀποφατικὸν ἐνδεχόμενον συνάγουσα. τὸ ἄρα Α τῷ Β ἐνδέχεται τινὶ μή, ὅπερ ἀδύνατον· κεῖται γὰρ παντὶ ἐξ ἀνάγκης.

Ἐν γὰρ τῇ τοιαύτη συζυγίᾳ τῇ ἐν τρίτῳ σχήματι καὶ Ἀριστοτέλει δοκεῖ κὼ τοῖς ἑταίροις αὐτοῦ ἐπὶ μέρους ἐνδεχόμενον ἀποφατικὸν γίνεσθαι τὸ συμπέρασμα. τοσούτοις καὶ τοιούτοις ἄν τις. χρήσαιτο παριστάμενος τῇ περὶ 25 τούτων Ἀριστοτέλους δόξῃ. τί δὲ τούτων ὑγιῶς ἢ μὴ ὑγιῶς λέγεσθαι δοκεῖ, ἐν ἄλλοις ἡμῖν, ὡς ἔφην, μετὰ ἀκριβείας εἴρηται.

[*](p. 30a 17)

οἷον εἰ τὸ μὲν Α τῷ Β ἐξ ἀνάγκης εἴληπται ὑπάρχον ἢ μὴ ὑπάρχον.

Περὶ τῶν δύο συζυγιῶν λέγει τῶν ἐν τῷ πρώτῳ σχήματι πρώτων·

καὶ γὰρ καταφατικῆς καὶ καθόλου ἀναγκαίας οὔσης τῆς μείζονος ὑπαρχούσης δὲ καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἀποφατικῆς ὁμοίως ἀναγκαίας πάλιν τῆς μείζονος ὑπαρχούσης δὲ καθόλου καταφατικῆς τῆς ἐλάττονος ἀναγκαῖόν φησι τὸ συμπέρασμα γίνεσθαι, ἐν ᾗ μὲν καταφατικόν, ἐν ᾗ δὲ ἀποφατικὸν·

[*](25 p. 30 a 21)

ἐπεὶ γὰρ παντὶ τῷ Β ἐξ ἀνάγκης ὑπάρχειν ἢ μὴ ὑπάρχειν τὸ Α κεῖται, τὸ δὲ Γ τὶ τῶν Β ἐστί, φανερόν, ὅτι καὶ τῷ Γ ἐξ ἀνάγκης ἔσται θάτερον τούτων.

Τὸ μὲν θάτερον τούτων εἴρηκεν ἀντὶ τοῦ ‘καταφατικὸν ἢ ἀποφατικόν᾿. 35 δι’ ·ὃ δὲ ἡγεῖται ἀναγκαῖον ἔσεσθαι τὸ συμπέρασμα οὕτως ἐχόντων τῶν ;]0 ὅρων, εἴρηκεν, ὅτι τὸ μὲν Γ τὶ τῶν Β ἐστί, τὸ δὲ Α παντὶ τῷ Β ἐξ ἀνάγκης κεῖται ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

[*](1 καὶ prius om. K ante β add. to a 3 δὲ om. aM ὑπ᾿ aK δὲ om. M 11 μὴ aK: ὑπάρχειν M 13 ἀποφατικὸν ἐνδεχόμενον aK 14 τοσούτοις aK: τούτοις M 15 τούτου (post περὶ) Κ δόξῃ Ἀριστοτέλους Κ 16 ἔφην] p. 125,30 17 ὑπάρχειν ... ὑπάρχειν (18) Κ 19 τῷ om. aK 20 post γὰρ add. καὶ Κ 21 καταφατικῆς καθόλου Κ 23 καταφατικὴ Κ 25. 26 ὑπάρχει ἢ οὐχ ὑπάρχει omisso κεῖται Ar. 26 τι τῶν a et Ar.: τινὶ τῷ Κ 27 τὸ Κ (diu, corr. Β) ἔσται om. Κ 28 εἴρηται Κ καταφατικοῦ ἢ ἀποφατικοῦ Κ)
128