De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἰστέον δέ, ὅτι, ὥσπερ ἔμφυτον, οὕτω καὶ ἐπείσακτον θερμὸν λέγομεν, οὐ μὴν δέ, ὥσπερ ἐπείσακτον, οὕτω καὶ ἔμφυτον ψυχρὸν λέγομεν· οὗ πάντως αἴτιον τὸ μὴ ἁπλῶς τε καὶ καθ᾽ αὑτὸ τὸ ψυχρὸν τὸ τῆς φύσεως ἔργον εἰσδύεσθαι, καθάπερ καὶ τὸ θερμόν· ἀλλότριον γὰρ καὶ φθαρτικὸν τῆς τῶν ἐμψύχων, καὶ μάλιστα τῆς τῶν ζῴων φύσεως τὸ ψυχρόν, καὶ ἀκινησίας μᾶλλον ἢ κινήσεως αἴτιον. Εἰ γάρ που καὶ γίνεται τῇ φύσει γε συμπαρομαρτοῦν, οὐ καθ᾽ αὑτό γε μήν, ἀλλὰ κατὰ

Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἡ φυσικὴ καὶ ἔμφυτος θερμότης παρὰ φύσιν θερμότητος διενήνοχε πρῶτον μὲν τοῖς αἰτίοις, ἔπειτα τῷ εὐκράτῳ τε καὶ δυσκράτῳ, καὶ ὅλως ὥσπερ τὸ ἄκρον τοῦ μέσου· ὡς γὰρ ἀρετὴ πρὸς

κακίαν, οὕτως εὐκρασία πρὸς δυσκρασίαν· κἀντεῦθεν ἑπομένως τῷ τε εἴδει καὶ τῇ μορφῇ, καθάπερ τὸ ὑγιεινὸν τοῦ νοσώδους διενήνοχε σώματος περὶ γε μὴν τὸ αὐτὸ ὑποκείμενον ἄμφω, ὡς πρὸς τρόπου τοῖς ἐναντίοις, εἰώθασι γίγνεσθαι, εἴτε πνεῦμα, εἴτε χυμός, εἴτε μόριον τοῦ τ᾽ ἂν εἴη, ἐν ᾧ πρὸς ἀλλήλας καὶ ποιοῦσι καὶ πάσχουσι.

Τὸ γὰρ ἔμφυτον θερμὸν ἢ εὔκρατον τῷ παρὰ φύσιν θερμῷ, καθάπερ ἄκρῳ μέσον, ἀντίκειται, καὶ ἐναντία ἡ ἔμφυτος θέρμη τῇ παρὰ φύσιν θερμότητι, καθάπερ ἀρετῇ κακία, ὡς μικρῷ πρόσθεν ἐλέγομεν. Τοιαύτη μὲν οὖν ἥ τε κατὰ φύσιν ἥ τε παρὰ φύσιν θερμότης, καὶ τοιαύταις ἀλλήλων διαφοραῖς, ὡς ἐκ πολλῶν ὀλίγα λέγειν,

Ἐπεὶ δ᾽ ὁ πυρετὸς δοκεῖ τε καὶ λέγεται τὸ φυσικὸν θερμὸν εἶναι πρὸς τὸ πυρῶδες μεταβάλλον, φέρε θεωρήσωμεν, εἰ καλῶς δοκεῖ τε καὶ λέγεται· ἔχει γάρ πως φυσικωτέραν θεωρίαν ἡ