De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Φυσικὴ τοίνυν ἐστὶ θερμότης, τὴν αὐτὴν δέ φημι καὶ ἔμφυτον δήπου θερμόν, ᾗ ἡ ἀρχὴ τοῦ ζῴου ἡ φύσις· συμφύεται γὰρ τῷ ζῴῳ, καὶ διὰ τοῦτο λέγεται φυσική, ὄργανον οὖσα καθόλου τῶν τῆς ψυχῆς δυνάμεων· οὐδὲ γὰρ οἷόν τε τὴν ψυχὴν ἄνευ τοῦ τοιούτου θερμοῦ παράξαι τινὰ τὴν τυχοῦσαν ἐνέργειαν.

Ἅπαν γε μὴν ὄργανον ἀνάλογόν τε ἐκείνῳ δεῖ εἶναι, οὗ ἐστιν ὄργανον, καὶ τὸν προσήκοντα λόγον πρὸς τὸ ἔργον καὶ τὸ ἀποτέλεσμα σώζειν. ἄλλως γὰρ τό,τε ὄργανον τό,τε οὗ ἐστιν ὄργανον, καὶ τὸ δι᾽ ὃ τὸ ὄργανον, μάτην ἂν εἴη, καὶ οὕτως ἐν τοῖς οὖσι καθ᾽ αὑτὸ δήπου τι μάτην συνεισαχθείη.

Δεῖ ἄρα καὶ τὴν ἔμφυτον θερμασίαν, ὄργανον οὖσαν

ψυχῆς, ὥσπερ εἴρηται, μὴ ἀπολελυμένην τε καὶ ἁπλῆν ἔχειν τὴν κρᾶσιν, ἀλλ᾽ ἀναφερομένην πρός τε τὰς τῆς ψυχῆς δυνάμεις, πρός τε τὰ ἔργα τούτων, κἀκείνοις ἀνάλογον εἶναι, καὶ διὰ ταῦτα ξυγεκραμένην ψυχρῷ τε καὶ ὑγρῷ καὶ ξηρῷ, καὶ εὔκρατόν τε καὶ σύμμετρον. καὶ καλοῖτ᾽ ἂν διὰ ταῦτα δικαίως φυσική τε καὶ ἔμφυτος κρᾶις, μᾶλλον δὲ ἀπὸ ταύτης ἡ φυσικὴ καὶ ἔμφυτος κρᾶσις θερμὴ λέγοιτ᾽ ἄν, τοῦτο μέν, διὰ τὸ ἐν τῇ τῶν λόγων κράσει τὸ θερμὸν τὰς ἄλλας νικᾶν καὶ ὑπερβάλλειν ποιότητας· τὰ γὰρ ζῷα θερμὰ δήπου διὰ τὴν ἐν αὐτοῖς ὑπερβάλλουσαν θέρμην καὶ τὰς λοιπὰς νικῶσαν ποιότητας· τοῦτο δέ, διὰ τὸ τὸ θερμὸν δραστικώτατον εἶναι τῶν ἄλλων ἁπασῶ ν ποιοτήτων· οὐδεμία γάρ τε γειτνιῶσα αὐτῇ μεταβάλλει ποιότης, ὡς τὸ θερμόν.

Τοιαύτη μὲν οὖν ἡ φυσικὴ καὶ ἔμφυτος θερμασία· ἡ δὲ παρὰ φύσιν ἐστὶν ἡ ἔκ τινος ἐξωτερικῆς αἰτίας, ἥτις ποτ᾽ ἂν εἴη, μήτε οἰκείας τῇ φύσει, μήτε μὴν ἀπὸ ταύτης τὴν ἀρχὴν εἰληφυίας, ἐπερχομένη τῷ σώματι, οὐκ ἀνάλογον ὄργανον οὖσα τῶν φυσικῶν δυνάμεων, οὐδὲ τὸν ἁρμόζαντα πρὸς τὰ ἔργα σώζουσα λόγον, τοῦτο μὲν τῷ ἐπείσακτον καὶ ἀλλοτρίαν εἶναι, τοῦτο δ᾽ αὖ πάλιν τῇ ἑαυτῆς δυσκρασίᾳ μὴ σώζουσα τὴν πρὸς τὰς δυνάμεις καὶ τὰ ἔργα ἀναλογίαν· λέγοιτο δ᾽ ἂν ἡ τοιαύτη καὶ παρὰ φύσιν κρᾶσις, πρὸς τὸ θερμότερον ἀποκλίνουσα κατὰ τὸν αὐτὸν λόγον τῆς ἐμφύτου θερμότητος.