De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἐνεργείας δέ φαμεν φυσικὰς τὰς τῆς φυσικῆς ψυχῆς δυνάμεως ἐνεργείας, αἳ μάλιστα τῇ παρὰ φύσιν βλάπτονται θερμασίᾳ διὰ τὸ γίνεσθαί τε καὶ τελεῖσθαι τῶν ἄλλων μᾶλλον ὥσπερ δι’ ὀργάνου τοῦ φυσικοῦ θερμοῦ· τὸ γὰρ τῶν φυσικῶν δυνάμεων ὄργανον ἡ τῶν μο

ῥίων ἐστὶ κρᾶσις, ὥσπερ αὖ πάλιν τῶν ζωτικῶν ἡ τῶν αὐτῶν τούτων ἰδία διάπλασις.

Τὸ δὲ φυσικὸν θερμὸν μὴ τῶν ἁπλῶν, ἀλλὰ τῶν κεκραμένων εἶναι τίς ὅλως ἀμφαγνοεῖ; εἰ καὶ φυσικὰς ἐνεργείας ἐστὶν εἰπεῖν ἁπάσας τὰς τῆς ψυχῆς ἐνεργείας τῷ τε φύσει ταύτας τελεῖσθαί τε καὶ γίγνεσθαι, καὶ τῷ μήτε τὸ αἰσθάνεσθαι, μήτε τὸ κινεῖσθαι, μήτε μὲν τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ἄνευ τοῦ φυσικοῦ καὶ ἐμφύτου θερμοῦ μὴ δύνασθαι γίγνεσθαι· ἡ γὰρ τῶν ὁμοιομερῶν κρᾶσις τῆς διαπλάσεως βάσις ἐστὶ καὶ