De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Τό γε μήν, καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσα ἐνεργείας, ὅπερ ἐστὶ τὸ τελευταῖον τοῦ ὅρου, χωρίζει τὸν πυρετὸν ἀπὸ θυμοῦ τε καὶ ὁμοίων· ὁ γὰρ θυμὸς οὐ βλάπτει τὰς ἐνεργείας αἰσθητῇ τινι βλάβῃ, ἐφ᾽ ᾗ πυρετὸς γένοιτο.

Βουλόμεθα δὴ τὸν πυρετὸν διὰ τοῦτο οὐ πᾶσαν εἰναι τὴν παρὰ φύσιν θερμασίαν, κἂν δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐκ καρδίας τῷ ὅλῳ μεταδοθῇ σώματι, ἀλλ᾽ ἐκείνην μόνην, ἤ ἐστι νόσος· νόσος γὰρ ἡ παρὰ φύσιν διάθεσις τὰς ἐνεργείας