De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἀπορίας δὲ ἄξιον καὶ πῶς τὸ παρ᾽ ἰατροῖς ἄξιον, τὸ ποιητικόν ἐστι μόνον καὶ τὸ φυλακτικὸν ὑγείας καὶ νόσου, τὰ μὲν ὑλικά, τὰ δὲ εἰδικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικά, ἐξ ὧν ἡμῖν ἐγγίγνεσθαι τὴν εἴδησιν τῆς ὑγείας τε καὶ τῆς νόσου.

Κυρίως μὲν ταῦτα τὸ ὑλικὸν οὐκ ἔχουσιν αἴτιον τὸ ἐξ οὗ, συμβεβηκότα γε ὄντα, οἷς οὐκ ἔστι τὸ ἐκ τῆς ὕλης γίγνεσθαι. ὕλη γάρ ἐστι τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος, καὶ μόριόν ἐστιν οὐσιῶδες τοῦ ἐξ αὐτῆς γενομένου· ταῦτά τοι καὶ ἡ κυρίως ὕλη μόνης ἐστὶ τῆς συγκειμένης καὶ συνθέτου οὐσίας, οὐ τῶν συμβεβηκότων τινός· ἔχει δ’ ὅμως τὸ ὑλικὸν αἴτιον τὸ ἐν ᾧ, τουτὶ δέ ἐστι τὸ ὑποκείμενον, ἐν ᾧ ὑγεία καὶ νόσος, πλησιέστερόν τε ὂν καὶ πορρωτέρω· προσεχέστερον μὲν τὸ μόριον, πορρωτέρω δὲ ὁ χυμός, ἔτι δὲ πορρωτάτω γε τὸ στοιχεῖον.

Διὸ κακῶς λέγουσι τῶν ἰατρῶν οἳ νόσον τινά φασιν ἐξ ὕλης γε γίγνεσθαι, καθάπερ τὸν ἐπὶ χυμοῖς σηπομένοις πυρετὸν ἐκ χυμοῦ· οἷον τριταῖον μὲν ἐκ ξανθῆς, τεταρταῖον δ᾽ ἐκ μελαίνης χολῆς, ὥσπερ ἐξ ὕλης, κυρίως γίγνεσθαι· οὐ γὰρ ὑλικὸν ὁ χυμὸς τῶν τοιούτων, ἀλλὰ ποιητικὸν μᾶλλον αἴτιον, ἐξ αὐτοῦ τε γίγνεται τὰ τοιαῦτα, οὐχ ὡς ἐνυπάρχοντος, ἀλλ᾽ ὡς ἀρχὴν κινήσεως ἔχοντος.

Τὸ πόιητικὸν δὲ μηδὲ τῷ εἴδει ξυμπίπτειν τῷ ὑλικῷ αἰτίῳ πρὸς τῶν φυσικῶν μεμαθήκαμεν· ὥστε ποιητικὰ μόνον, ἀλλ᾽ οὐχ ὑλικὰ τὰ τοιαῦτα τῶν τοιούτων γένοιτ᾽ ἄν ποτε αἴτια.

Εἰ δὲ που παρ’ ἰατροῖς νόσον ἐξ ὕλης γίγνεσθαι λέγοιτο, καταχρηστικῶς λέγεται· καὶ ἀντιδιαιροῦσι δέ, τοῦτο λέγοντες, τὸ ἐκ χυμοῦ νόσημα τοῖς μηδὲν ἔχουσιν αἴτιον, ἢ τοῖς ἔχουσι μέν, δυσκρασίαν δέ, ἢ φαύλην διάπλασιν· ὧν οὐδέτερον ὕλη λέγεται, οὐχ ὅτι χυμὸς ὕλη, ἐξ ἧς ἐνυπαρχούσης ὁ πυρετὸς γίγνεται, ἀλλ᾽ ὅτι ὑλικόν τι πρᾶγμα καὶ ὑποκείμενον διαστάσεσι.