De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Τὸ φυλακτικὸν εἰς τὸ ποιητικὸν ἀνάγεται δήπου, καί πως τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως. Τὸ γὰρ ποιητικὸν καὶ φυλακτικὸν δύναται εἶναι, τῆς ἐπιρροίας ἐκείνου συνεχοῦς οὔσης τῷ ἐπιδεκτικῷ· τὸ γὰρ φῶς ποιεῖ μὲν δυνάμει τὰ χρώματα ἐνεργείᾳ χρώματα, γενόμενα δὲ φυλάττει· καὶ ὁ χυμὸς δέ, μορίῳ τινὶ ἐπιρρέων, θερμαίνει μὲν ἐκεῖνο ἢ ψύχει τῇ ἰδίᾳ ποιότητι, θερμανθὲν δέ γε ἢ ψυχθὲν τοιοῦτον ἔτι φυλάττει, εἰ μὴ ἐκείνου γε χωρισθείη· καὶ πάλιν, ἐπιρρέων τινὶ μορίῳ, ἐμφράττει μὲν τοὺς πόρους ἐκείνου καὶ τὰς ὁδούς, εἶτ᾽ ἐμφραχθείσας φυλάττει, τῷ χωρίῳ ἐμφιλοχωρῶν καὶ μὴ μεταβάς, ἢ καὶ διαφορηθεὶς ἢ αὐτομάτως ἢ καὶ ἐπικουρίᾳ τινί.

Ἐς τοῦτο δὲ φέρει καὶ ὃ τοῖς ἰατροῖς ἔθος λέγειν, ὅτι τὰ νοσερὰ αἴτια νόσον ἐμποιοῦσι τῷ σώματι καὶ τὴν αὐτὴν ἔτι διαφυλάττουσιν.

Ἀληθὲς μὲν οὖν καὶ πάνυ περὶ τοῦ ποιητικοῦ τῆς νόσου αἰτίου, ὡς, εἰ μὴ χωρισθείη τοῦ πάσχοντος, γένοιτ᾽ ἂν ἐκ ποιητικοῦ καὶ φυλακτικόν· οὗ πάντως αἴτιον ἡ τῆς ἐνεργείας τούτου συνέχεια καὶ ἡ ἀντικειμένου μάχη· ὅθεν καὶ ἀμηγέπη τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως, διαφυλάττον τὴν νόσον, ὡς τὸ εἶδος ἐκεῖνο, οὗ ἐστιν εἶδος.

Οὐ πάνυ δὲ ἀληθὲς τὸ αὐτὸ λέγειν περὶ τοῦ ποιητικοῦ

τῆς ὑγείας αἰτίου, ὡς τὴν ὑγείαν ἐμποιῆσαν τῷ σώματι. ἐς τὸ φυλακτικὸν ἔπειτα μεταβάλλοι γ᾽ ἄν. Εἰ γὰρ τῆς ἐνεργείας τούτου συνέχεια γένοιτο, τὸ ὑγιασθὲν ἤδη σῶμα εἰς τὴν ἀντικειμένην διάθεσιν ἔξω θήσεται τῇ ἐξ ἧς ἐπηνώρθωτο καταστάσει· αἴτιον δὲ τὸ ποιητικὸν αἴτιον τῆς ὑγείας μᾶλλον ἀνήκειν τῇ νόσῳ ἢ τῇ ὑγείᾳ, τοσοῦτόν τε ἀπὸ θατέρου μέρους τῆς ὑγείας ἀφίστασθαι, ὅσον ἀπὸ θατέρου τῆς αὐτῆς αὖθις ἡ νόσος, ὧν οὐδέτερον ἄν τις εἴποι περὶ τοῦ φυλακτικοῦ τῆς ὑγείας αἰτίου.

Τὸ τοίνυν ποιητικὸν καὶ φυλακτικὸν τῆς νόσου γένοιτ᾽ ἂν αἴτιον, ὡς ἐλέγομεν, καὶ διὰ τοῦτο πρὸς ἐκεῖνό γε ἀναχθήσεται τό γε μὴν φυλακτικὸν τῆς ὑγείας, κἂν μὴ ποιητικὸν αἴτιον ᾖ τῆς αὐτῆς ἐπὶ τοῦ αὐτοῦ, πρὸς τὸ ποιητικὸν ὅμως ἀνάγεται· ἐπανορθωτικὰ γὰρ τετύχηκεν ὄντα τῷ γένει τὰ φυλακτικὰ τῶν αἰτίων, ὡς καὶ Ἀρεταῖος ἐν τῷ περὶ φυλακτικῶν