De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Τὸ φυλακτικὸν εἰς τὸ ποιητικὸν ἀνάγεται δήπου, καί πως τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως. Τὸ γὰρ ποιητικὸν καὶ φυλακτικὸν δύναται εἶναι, τῆς ἐπιρροίας ἐκείνου συνεχοῦς οὔσης τῷ ἐπιδεκτικῷ· τὸ γὰρ φῶς ποιεῖ μὲν δυνάμει τὰ χρώματα ἐνεργείᾳ χρώματα, γενόμενα δὲ φυλάττει· καὶ ὁ χυμὸς δέ, μορίῳ τινὶ ἐπιρρέων, θερμαίνει μὲν ἐκεῖνο ἢ ψύχει τῇ ἰδίᾳ ποιότητι, θερμανθὲν δέ γε ἢ ψυχθὲν τοιοῦτον ἔτι φυλάττει, εἰ μὴ ἐκείνου γε χωρισθείη· καὶ πάλιν, ἐπιρρέων τινὶ μορίῳ, ἐμφράττει μὲν τοὺς πόρους ἐκείνου καὶ τὰς ὁδούς, εἶτ᾽ ἐμφραχθείσας φυλάττει, τῷ χωρίῳ ἐμφιλοχωρῶν καὶ μὴ μεταβάς, ἢ καὶ διαφορηθεὶς ἢ αὐτομάτως ἢ καὶ ἐπικουρίᾳ τινί.

Ἐς τοῦτο δὲ φέρει καὶ ὃ τοῖς ἰατροῖς ἔθος λέγειν, ὅτι τὰ νοσερὰ αἴτια νόσον ἐμποιοῦσι τῷ σώματι καὶ τὴν αὐτὴν ἔτι διαφυλάττουσιν.