De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἀλλὰ πάλιν πῶς αἴτιον τὸ φυλακτικὸν ὑγείας ἢ νόσου; οὔτε γὰρ ὑλικόν· ἡ γὰρ ὕλη τοῦ ὅλου ἐστὶ μόριον καὶ φυλάσσει δὲ οὐχ ᾗ ὕλη, ἀλλὰ τὸ εἶδος μᾶλλον ἐκείνου, οὗ ἐστιν εἶδος.

Πρὸς δέ, τὸ συμβεβηκὸς πῶς ἕξει τὸ ὑλικὸν αἴτιον, τὸ ἐξ οὗ; τὸ γάρ, ἐν ᾧ μόριόν ἐστι καὶ οὐ φυλακτικὸν αἴτιον, οὔτε ποιητικόν, ἐπείπερ ἀντιδιήρηται τὸ ποιητικὸν τῷ φυλακτικῷ, οὔτε μὴν εἰδικόν· τὸ γὰρ φυλακτικὸν αἴτιον, περὶ οὗ ὁ λόγος τοῖς ἰατροῖς, ἀλλότριόν τε καὶ ἔξω τοῦ οὗ ἐστι, πάντως φυλακτικόν· τὸ δὲ εἶδος ἴδιόν τε καὶ τοῦ οὗ ἐστιν εἶδος οὐσιῶδές γε μόριον προσέτι καὶ τοῦ εἴδους εἶδος οὐκ ἔστιν· οὕτω γὰρ ἂν εἰς ἄπειρον ἐκπεσούμεθα· ἀλλ᾽ οὐδὲ τελικόν, ὅτι οὐδὲ τὸ τέλος τῆς ὑγείας ἢ νόσου τὸ φυλακτικὸν αἴτιον, μᾶλλον μὲν οὖν ταῦτα τέλος ἐκείνου καὶ διὰ ταῦτα