De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Ἐπιστάσεως δὲ ἄξιον, ὅτι ὁ πυρετὸς οὐκ ἔστιν οὐδενὸς ἢ μόνων τῶν σώματος, ἃ καὶ κυρίως ἔστι τε καὶ λέγεται ἔμψυχα· οὔτε γὰρ τὸ ἐν ἡμῖν πνεῦμα κυρίως, οὔθ᾽ οἱ χυμοί, μόνα δὲ πυρέττει τὰ τοῦ σώματος μόρια, ἅπερ καὶ ὄργανα τῶν παρ’ ἡμῖν εἰσιν ἐνεργειῶν, εἰκότως.

Ὡς γὰρ ἡ ὑγεία, διάθεσις φυσική τις οὖσα τοῦ ἀνθρωπίνου σώματος, δι’ ἧς τελείως ὁ ἄνθρωπος τὰς ἑαυτοῦ προσηκούσας ἐνεργείας ἀποτελεῖ, ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· χυμοὶ δὲ καὶ πνεύματα ποιητικὰ ταύτης αἴτια, τὰ μὲν ὡς ὄργανον καθόλου καὶ γενικὸν τῆς ψυχῆς, οἱ δὲ ὡς ὕλη τῶν μορίων, ἐξ ὧν αὔξεταί τε καὶ τρέφεται· οὕτω καὶ ἡ νόσος, ἧς εἶδος ὁ πυρετός, διάθεσις παρὰ φύσιν τοῦ ἀνθρωπίνου σώματος, ὑφ᾽ ἧς ἐν ταῖς ἐνεργείαις καθ᾽ αὑτὸ καὶ πρώτος αἰσθητὴ γίγνεται βλάβη, ἐν τοῖς αὐτοῖς ἔσται μορίοις τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· τὰ γὰρ ἐναντία ἐν τῷ αὐτῷ πέφυκε γίγνεσθαι.

Πνεῦμα δὲ καὶ χυμοὶ ποιητικὰ μᾶλλον, ἀλλ᾽ οὐχ ὑλικὰ νόσου καὶ πυρετῶν αἴτια. ἄλλως τε νόσον καὶ ὑγείαν, πάθη τῶν τοῦ ἐμψύχου,

ᾗ ἔμψυχα, ὄντα, δεῖ ὡς ἐν ὑποκειμένοις εἶναι τοῖς ἐμψύχοις μόνα δὲ τῶν ἐν ἡμῖν ὄντων τὰ μόρια ἔμψυχα· πνεύματα γὰρ καὶ χυμοὶ ἄψυχα, μήτε τρεφόμενα, μήτ᾽ ἄλλην τινὰ φυσικὴν ἐνεργείαν ἔχοντα· ὥστε πᾶς πυρετός, εἴτ᾽ ἐφήμερος, εἴτ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενος σηπομένοις, εἴτε καὶ ἐπτικὸς ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, κἂν οἱ μὲν γίγνωνται ἔτι καὶ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχωσιν, ὁ δ᾽ ἑκτικός, γεγονὼς ἤδη, οὐκέτι γίγνεται, οὐδ᾽ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχει.

Ταῦτ᾽ ἄρα καὶ πυρέττειν μέν φαμεν τὰ μόρια, καὶ θερμαίνεσθαί τε καὶ τεθερμάσθαι· τὸ γὰρ πυρέττον ἅπαν ἢ θερμαίνεται, ἢ τεθέρμασται· οὐχ ἅπαν δὲ τὸ θερμαινόμενον ἢ καὶ τεθερμασμένον πυρέσσει τοῦτο τὸ μόριον, ὅτῳ χυμὸς ἢ πνεῦμα πυρετῶν αἴτια, αἴτιά γε μὴν ὡς

Ἐκ δὲ τούτων φανερόν, ὅτι τῶν πυρετῶν οἱ μέν εἰσι γιγνόμενοι, οἱ δὲ γεγονότες, ὥσπερ καὶ τῶν νόσων αἱ μέν εἰσι γεγονυῖαι, αἱ δὲ γιγνόμεναι, ὧν τὸ μὲν γέγονε, τὸ δὲ γενήσεται· καὶ οὔπω λέγω, ὅτι καὶ οὔπω ὄντες τινές εἰσιν, ἐσόμενοι δέ, ἐκ τῆς κατὰ τὸ σῶμα διαθέσεως. Ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις, ῥηθήσεται δ᾽ ἴσως σὴν χάριν καὶ μετρίως ἐν τοῖς ἑξῆς.

Οὕτω μὲν οὖν καὶ περὶ τούτου διώρισται. Καιρὸς δ᾽ ἂν εἴη λοιπὸν ἐπὶ τὰ ἑξῆς τρέψαι τὸν λόγον. Καὶ πρῶτον μὲν περὶ τῶν ἐν ἡμῖν ῥητέον· ὑγρὰ δὲ ταῦτα καὶ πνεύματα καὶ στερεά· ἐπειδήπερ ἀνωτέω τούτων ἐμνήσθημεν· ἔπειτα καὶ περὶ αἰτίων ἐν γένει, καθ᾽ εἱρμόν τινα τοῦ λόγου

Τριῶν τοίνυν ἐν ἡμῖν ὄντων, στερεῶν, ὑγρῶν καὶ τῆς ἀερώδους οὐσίας, καὶ τῶν μὲν μορίων τοῦ ἡμετέρου σώματος ὄντων τῶν στερεῶν, τῶν δὲ χυμῶν τῶν ὑγρῶν, τοῦ δὲ φυσικοῦ πνεύματος τῆς ἀερώδους οὐσίας, συμβαίνει τὴν παρὰ φύσιν θερμότητα ἄλλοτε μὲν ἐξ ἄλλου τῶν εἰρημένων ἄρχεσθαι, ἐπινέμεσθαι δὲ καὶ συνδιατιθέναι τῷ πεπονθότι τὰ λοιπὰ δύο γένῆ, εἰ μὴ φθάσειε λυθῆναι πρότερον καὶ διαφορηθῆναι· κἀντεῦθεν τρεῖς ἡμῖν καὶ παρὰ τὴν ὕλην διαφοραὶ τῶν πυρετῶν ἀναφαίνονται.

Μία μέν, καθ᾽ ἣν ἡ ἀερώδης μὲν οὐσία μόνη τθέρμασται ἱκανῶς, τὰ δὲ ὑγρὰ καὶ τὰ στερεὰ θερμαίνεται

μὲν καὶ αὐτὰ ἔτι, τεθέρμασται δὲ οὐδέπω· διαφέρει γὰρ οἱ μικρῶς τὸ θερμαίνεσθαι τοῦ τεθερμάσθαι· τὸ μὲν γὰρ γίγνεται, δυνάμει τέ ἐστι ξυμπεφυρμένον ἀεὶ καὶ οὔπω ἐντελεχείᾳ τὸ εἶναι ἔχει, τὸ δὲ γέγονε μὲν ἤδη, καὶ οὔτε δυνάμει ξυμπέφυρται, καὶ ἐνεργείᾳ ἐστίν· ἄλλη δέ, καθ᾽ ἣν τῶν ὑγρῶν μὲν ἡ οὐσία τεθέρμασται, τεθέρμασται δὲ οὔπω οὔθ᾽ ἡ ἀερώδης οὐσία, οὔτε τὰ στερεά· θερμαίνεταί γε μὴν ἔτι καὶ οὔπω τεθέρμασται· τρίτη δὲ καὶ ἐσχάτη, καθ᾽ ἣν τεθέρμασται μὲν ἤδη τὰ στερεά, τὰ δ᾽ ἄλλα θερμαίνεται μέν, οὐ τεθέρμασται δέ.

Ἡ προτέρα μὲν οὖν τῶν διαφορῶν τοὺς ἐφημέρους, ἡ δὲ δευτέρα τοὺς ἐπὶ χυμοῖς σηπομένοις ἐναπτομένους, ἡ δὲ τρίτη τοὺς ἑκτικοὺς ἀνέδειξε

Γένοιτο δ᾽ ἂν τὰ ῥηθέντα σοι δῆλα, ἐπεξιόντι μὲν καὶ ἅπερ ἡμεῖς εἰς τὴν τούτων σαφήνειαν θήσομεν παραδείγματα, ἐν ᾧ περὶ διαφορᾶς πυρετῶν λέγομεν, οὐχ ἧττον δὲ καὶ τὸ παρὸν ἀναλεγομένῳ παράδειγμα, ̔πποκράτει καὶ Ἀρεταίῳ προσευρεθέν, τοῖς ἄρτι ῥηθεῖσιν ὡς οἰκειότατον.

Προκείσθω γὰρ ἡμῖν εἰς θεωρίαν τὸ βαλανεῖον, καὶ θεωρῶμεν ὅσας ἔχει διαφερούσας ἀλλήλων φύσεις, ἐξ ὧν συνίσταται, καὶ ὅπως ἔχει ἢ δύνατ᾽ ἔχειν πρὸς θέρμανσιν.

Οὐκοῦν τρεῖς οὐσίαι διάφοροι τοῦ βαλανείου συστατικοί· τοῖχοι, ὕδωρ, καὶ ὁ ἐντὸς ἐγκεκλεισμένος καὶ ἐμπεριεχόμενος ὑπὸ τῶν τοίχων ἀήρ· ἀκολουθοῦσι δὲ τοῖχοι μὲν τοῖς ἐν ἡμῖν στερεοῖς, χυμοῖς δὲ ὕδωρ, ἀὴρ δὲ πνεύμασι· καὶ θερμαινέσθω ὁ ἐμπεριεχόμενος ὑπὸ τοῦ βαλανείου ἀήρ, μηδενὸς ἄλλου τούτων ῥηθέντων ἐκείνῳ συνθερμαινομένου· δυνατὸν δὲ τὸ τοιοῦτον οὐ μόνον τῆ ἐπινοίᾳ, ἀλλὰ καὶ ἐν τῷ γενέσθαι τῷ πράγματι· τεθερξ μασμένου δὴ τοῦ ἀέρος, θερμαίνεται πρῶτον μὲν δὴ τὸ ἐν τῷ βαλανείῳ ὕδωρ· τοῦτο γὰρ λεπτομερεστέρας οὐσίας καὶ εὐπαθεστέρας, ἤπερ ὁ τοῖχος· ἔπειθ᾽ ὁ τοῖχος.

Καὶ τοῦτο τῆς προτέρας ἂν εἴη τῶν πυρετῶν διαφορᾶς τὸ παράδειγμα, καθ᾽ ἣν ἐλέγομεν τοὺς ἐφημέρους ἀναφαίνεσθαι πυρετούς, ἀναπτομένης μὲν καὶ τεθερμασμένης ἤδη τῇ παρὰ φύσιν θερμότητι τῆς ἀερώδους οὐσίας, ταὐτὸν δὲ εἰπεῖν τοῦ πνεύματος, τῶν δὲ χυμῶν καὶ τῶν μυρίων ἔτι

θερμαινομένων.

Πάλιν τεθερμάσθω πρῶτον τὸ ἐν τῷ βαλανείῳ ὕδωρ· οὐκοῦν θερμανθέντος ἐκείνου, θερμαίνεται μὲν αὐτίκα καὶ ὁ ἀήρ, ἔπειτα δὲ καὶ ὁ ἐμπεριέχων ἐκεῖνον τοῖχος· μήπω δὲ τεθερμάσθω, ἀλλ᾽ ἔτι θερμαινέσθω· καὶ τὸ παράδειγμα τῆς δευτέρας ἂν εἴη τῶν πυρετῶν διαφορᾶς, καθ᾽ ἣν ἐλέγομεν τοὺς ἐπὶ χυμοῖς σηπομένοις ἀνάπτεσθαι πυρετούς, τεθερμασμένων μὲν τῶν ὑγρῶν, τῶν δ᾽ ἄλλων ἔτι θερμαινομένων.

Ἔτι, τεθερμάσθω πρῶτον ὁ τοῖχος τοῦ βαλανείου, καὶ μετὰ τοῦθ᾽ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἐκείνῳ ξυνθερμαινέσθω· κἀντεῦθεν ἡ τρίτη καὶ τελευταία τῶν πυρετῶν ἐξεικονισθήσεταί σου διαφοράν, καθ᾽ ἣν οἱ ἑκτικοὶ πυρετοί, τεθερμασμένων μὲν ἤδη τῶν στερεῶν, τῶν δ᾽ ἄλλων ἔτι θερμαινομένων,

Φανερὸν μὲν οὖν διὰ τούτων καὶ ὡς τρία μόνα τὰ ἐν ἡμῖν, ἐν οἷς ἡ παρὰ φύσιν θερμότης, μόρια, χυμοί, πνεύματα· τὰ αὐτὰ δὲ καὶ παρ᾽ Ἱπποκράτει ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα καλεῖται, ἴσχοντα μὲν τὰ μόρια, ἃ καὶ στερεὰ προσαγορεύεται, ἰσχόμενα δὲ οἱ χυμοί, ἐνορμῶντα δέ γε τὰ πνεύματα, ἕκαστον ἐκ τῆς ἰδίας δυνάμεως τὴν προσηγορίαν ἁρμόζουσαν εἰληφός.