De febribus [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimeri, 1841.

Φημὶ δή, δυοῖν ἐναντίων πρὸς ἄλληλα δρώντων τε καὶ πασχόντων ἐν τῇ αὐτῇ ὕλῃ, θάτερον μὲν ἐκβάλλεσθαί τε καὶ φθείρεσθαι, θάτερον δὲ ἀντεισάγεσθαι. οὐδὲ γὰρ καὶ ἄμφω δυνατὸν ἐντελεχείᾳ ἐν τῷ αὐτῷ παρεῖναι ὑποκειμένῳ, οὐδ᾽ αὖ τοῦ αὐτοῦ ἀπεῖναι ὑποκειμένου, ἀλλὰ θατέρῳ μὲν ἐπερχομένῳ θάτερον ἀνάγκη τῆς ὕλης παραχωρῆσαι, θατέρου δὲ παραχωροῦντος, θάτερον αὖθις εἰσιέναι καὶ τὴν ὕλην εἰδοποιεῖν.

Οὐδέποτε γάρ, οὐδ᾽ ἐν αὐτῷ τῷ νῦν τοῦ χρόνου τῷ ἀμερεῖ, τὴν δεκτικὴν τῶν ἐναντίων ὕλην τε καὶ οὐσίαν ὑπὸ μηδετέραν οἷόν τε, φύσει τῶν ἐναντίων, εἶναι μορφήν, οὐδ᾽ αὖ τὰ πλεῖστον ἀλλήλων διεστηκότα, κἂν ὑπὸ τὸ αὐτὸ γένος ᾖ, τὴν ἐν τῷ αὐτῷ φέρει δίαιταν, ἄλλως ὑπ᾽ ἄλλῳ τεταγμένῳ τε καὶ διακειμένῳ οὐδὲ γὰρ πρὸς τὸν λόγον, καὶ εἰ τὰ μὲν ἔμμεσα, τὰ δ᾽ ἄμεσα εἴη τῶν ἐναντίων.

αἱ περὶ ἀμφοτέρων γὰρ ὁ αὐτὸς ἁρμόζει λόγος, ὅσα γε πρὸς τὴν ὕλην τε καὶ μεταβολήν· καὶ ἄλλως δέ, τὰ μέσα τοῖς ἄκροις πῶς τὰ αὐτά;

Ἐπεὶ δὲ πᾶσα φυσικὴ δρᾶσις ἢ πεῖσις, ἡ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχουσα κίνησις, κίνησις δὲ ἐν χρόνῳ, τοῦ δὲ χρόνου τὸ μὲν ἀρχή, τὸ δὲ μέσον, τὸ δ᾽ ἄκρον καὶ ἔσχατον, ἔτι δὲ καὶ τἀναντία, ἐν οἶς ἡ κίνησις, ἔμμεσα,

πολλῶν ὄντων μεταξὺ τοῖν δυοῖν εἰδῶν τε καὶ ὑποστάσεων, ἀνάγκη μήτ᾽ ἐν τῇ ἀρχῇ τῆς κινήσεως θάτερον μὲν τῶν ἐναντίων φθαρῆναι, θάτερον δὲ ἀντεισαχθῆναι, μήτε μὴν ἐν τῷ μέσῳ· μάτην γὰρ ἄν ἦν ἡ ἀπὸ τῆς ἀρχῆς ἄχρι τοῦ μέσου καὶ τελευταίου, καὶ ἡ ἀπὸ τοῦ μέσου πάλιν ἐπὶ τὸ ἔσχατον κίνησις.

Λείπεται τοίνυν μόνον ἐν τῷ τῆς κινήσεως ἄκρῳ τε καὶ ἐσχάτῳ τὸ μὲν τῶν ἐναντίων πάντη φθαρῆναι καὶ μηκέτι εἶναι, τὸ δὲ ἀντεισαχθῆναι κατὰ τὸ αὐτὸ νῦν τοῦ χρόνου, ὃ καὶ ὅρος ἐστὶ τῆς κινήσεως ὁ εἰς ὅ· καὶ μεταξὺ δὲ τοῖν δυοῖν ὅροιν, τοῦ τ᾽ ἐξ οὗ, τοῦ τ᾽ εἰς ὅ, πολλὰ τῶν μέσων εἰδῶν ἀνάγκη γίγνεσθαι δήπου, τοῦ μὲν προηγούμενα, τοῦ εἰς ὅ, τῷ δ᾽ ἑπόμενα, τῷ ἐξ οὗ, ἃ οὐδέτερον τῶν ἄκρων οὔτ᾽ ἐστιν, οὔτε λέγεται, οἷον φαιόν, ὠχρόν, ἐρυθρὸν καὶ τἄλλα τῶν μέσων, εἰς ἃ πρῶτον μεταβάλλει τὸ ἐκ τοῦ μέλανος εἰς λευκὰ μεταβάλλον, ὅ οὔτ᾽ ἔστιν, οὔτε λέγεται λευκὸν ἢ μέλαν ἁπλῶς, εἰ μήπου τοῖν δυοῖν ἄκροιν παραβαλλόμενον, πρὸς ἐκεῖνο μὲν μέλαν, πρὸς δὲ τοῦτο λευκὸν λέγοιτ᾽ ἄν, ἁπλῶς δὲ οὐκ ἔστιν, εἰ μή τις τὰ εἴδη συγχέειν βούλοιτο.

Τὰ αὐτὰ δ᾽ ἂν φαίη τις καὶ περὶ τῶν ἀποστάσεων τῶν αὐτῶν καὶ τῶν ἄκρων πλὴν ὅτι τῶν ἄκρων μὲν ἐκεῖνα τῷ εἴδει, αἱ δ᾽ ἀποστάσεις τῶν αὐτῶν τῷ μᾶλλόν τε καὶ ἧττον καὶ τῇ εὐτομότητι διαφέρουσι. Τὰ αὐτὰ δὴ πάντα κἀν τῷ πυρετῷ νοῶν, οὐκ ἂν ἁμάρτοις.

Τοῦ γὰρ ἐπεισάκτου καὶ ἀλλοτρίου θερμοῦ τὸ ἐν ἡμῖν πνεῦμα, ἢ χυμόν, ἢ μόριον, ἅπερ εὔκρατά ἐστι τῇ τοῦ θερμοῦ, ἢν ἐλέγομεν, εὐκρασίᾳ, θερμαίνοντός τε καὶ ἀλλοιοῦντος, ἀνάγκη θερμότερον ἑαυτοῦ γίγνεσθαι ἕκαστον, ὡσπερεὶ ἐκ ψυχροῦ ἢ χλιαροῦ μετέβαλεν εἰς θερμόν· ἐπεὶ δὲ τὸ θερμαινόμενον οὔπω τεθέρμασται, τὸ δὲ τεθερμάσθαι ὁ εἰς ὃ τῆς θερμάνσεως ὅρος, δεῖ πάντως τὸ ἐξ εὐκράτου θερμαινόμενον ἄχρι τοῦ τεθερμάσθαι διὰ μέσων ὅτι πλείστων εἰδῶν τε καὶ ἀποστάσεων ἰέναι τῆς παρὰ φύσιν θερμότητος, ὧν οὐδεμία τῷ ἄκρῳ πάντη παρόμοιος, οὐδ᾽ ἕξις ἔστιν, οὐδὲ λέγεται.

Τὸ δὲ τοιοῦτον μέσον, τὸ δὴ τοῦ σώματος ἀλλοιώσεων, εἴτε θέρμανσις εἴτε ψύχρανσις εἴη, εἴτε καὶ ἄλλη τις τῶν ἐκ τῶν πρώτων ποιοτήτων παρωνύμως γε λεγομένων, παρ᾽ ἰατροῖς

δυσκρασία λέγεται διὰ τὸ τὴν τῶν ἐναντίων ἐν αὐτῇ μάχην ἐνεστάναι· δυσκρασία μὲν τῷ μὴ ἀνάλογος εἶναι ταῖς φυσικαῖς ἐνεργείας, διάφορος δὲ τῇ πρὸς τὴν φυσικὴν αὐτῆς σχέσει.

Ἐν τῷ τοιούτῳ τοίνυν μέσῳ καὶ τὰ τοῦ σώματος μόριά φαμεν εἶναι, ὅτε τὸ σῶμα πυρέττει τὸν ἐπὶ πνεύμασιν ἢ χυμοῖς σηπυμένοις ἀναπτόμενον πυρετόν, ὡς ἐκ τῶν ἔμπροσθεν ῥηθέντων ἐστὶν ἰδεῖν.

Τῆς δ᾽ ἀλλοιώσεως ἤδη πρὸς τὸ τέλος ἡκούσης, καὶ τῆς τῶν ἐναντίων πρὸς ἄλληλα μάχης γε παυσαμένης, ἥ τ᾽ ἐπιγινομένη κρᾶσις ἴση λέγεται, θατέρου τῶν ἐναντίων ὅλου φθαρέντος, καὶ τὰ μόρια ὑπὸ τὴν τοιαύτην κρᾶσιν εἶναι καὶ ὑπὸ τὸ τεθερμάσθαι φαμέν.

Παυσαμένης δὲ τῆς ἀλλοιώσεως καὶ τῆς ἴσης ἐκείνης καλουμένης κράσεως ἐπιγενομένης, ἐπεὶ τὸ αἰσθάνεσθαι ἀλλοιώσει τινὶ τῶν αἰσθήσεων γίνεται, οὐκ ἔσται τῆς ἴσης ἐκείνης, ὥσπερ οὐδὲ τῆς φυσικῆς οὐδεμία κράσεως αἴσθησις, οὐδὲ ὀδύνη λυποῦσα τὴν αἴσθησιν.

Γέγονε γὰρ ὡσπερεὶ φυσική τις τῶν μορίων διάθεσίς τε καὶ κρᾶσις, ἧς οὐδεμία παρὰ τοῦ ἔχοντος αἴσθησις, τοῦ μηδεμίαν αὐτοῦ τινος εἰς ἑαυτὸν γίγνεσθαι δρᾶσιν, καὶ ὥσπερ ἕξις τις τοῖς μορίοις ἐμπεφυκυῖα, ὅθεν καὶ τοῦ ὀνόματος ἔτυχεν, ἑκτικὸς πυρετὸς καλουμένη παρ᾽ ἰατροῖς.

Τούτων τοίνυν οὕτω διωρισμέ νων, ἐντεῦθεν ἐστὶν ἰδεῖν, ὅτι ὥσπερ οὐκ ἔστι κυρίως εἰπεῖν τὸ μέλαν, ὅτε λευκαίνεται, ταὐτὸν δὲ εἰπεῖν, ὅτε ὑπὸ τὴν κίνησιν ἔτι καὶ ἐν τῷ μεταξύ ἐστι τῆς κινήσεως, ὅτι μετέβαλεν εἰς λευκόν, τῷ τὸ λευκαινόμενον ἔτι μὴ λελευκάσθαι, καθάπερ οὐδὲ λευκανθὲν καὶ ἐν τῷ εἰς ὃ τῆς κινήσεως ὂν λέγοιτ’ ἂν ἀμηγέπη μέλαν, τῆς μελανίας πάντη φθαρείσης, οὕτως οὐδὲ τὸν ἐπὶ πνεύμασι καὶ χυμοῖς σηπομένοις ἀναπτόμενον πυρετὸν λέγειν δίκαιον παρὰ φύσιν θερμασίαν εἰς πυρώδη μεταβάλλουσαν.

Τὸ γὰρ μεταβάλλον οὐ μεταβέβληκεν, εἰ μή τις λέγειν ἐθέλει πᾶν τὸ μεταξὺ εἶδος καὶ πᾶσαν ἀπόστασιν πυρώδη καὶ θερμότητα καὶ δυνάμει μόνον οὖσαν, ἐντελεχείᾳ δὲ οὔ· τὸ γὰρ κινούμενον δυνάμει τοῦ πρὸς ὃ κινεῖται, οὐκ ἐντελεχείᾳ· οὐ γὰρ ἂν ἐκινεῖτο, ἀλλ᾽ ἠρέμει, τοιοῦτον ἐντελεχείᾳ ὄν, οἷον τὸ πρὸς ὃ κινεῖται· ἄλλως γὰρ κινούμενον τὸ αὐτό, καὶ μὴ

κινούμενον κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ γ᾽ εἴη ἄν, ὅπερ ἀντίφασις· ὅ γε μὴν ἑκτικὸς πυρετὸς ἔστι μὲν ὡς τὸ κατὰ φύσιν θερμὸν εἰς τὸ πυρῶδες μεταβάλλον, ἔστι δὲ ὡς οὔ.

Εἰ μὲν γὰρ τὸ θερμὸν ἀντὶ τῆς ποιότητος νοηθείη τε καὶ ληφθείη, οὐκ ἔστι· τὸ γὰρ πυρῶδες ἐκεῖνο θερμὸν οὐδαμῶς ἐστι τὸ κατὰ φύσιν θερμόν· εἰ δ᾽ ἀντὶ τοῦ ὑποκειμένου, καὶ μάλα· τὸ γὰρ ἐν τῷ ἑκτικῷ μεταβάλλον πυρετῷ, ποιόν, ἀλλ᾽ οὐ ποιότης ἐστί, καὶ τὸ τοιοῦτον οὐ θέρμη, θερμὸν δὲ λέγεται, οὐδ᾽ αὖ πυρετός, ἀλλὰ μᾶλλον πυρέσσον· χρῶνται δ᾽ ὁμοίως οἱ ἰατροὶ ταῖς τοιαύταις τῶν λέξεων ἐστιν ὅτε, καὶ οὐκ ἄνευ ἴσως αἰτίας καὶ λόγου.

Ἐπειδὴ γὰρ ἐν τῷ μεταξὺ τῆς τοιαύτης ἀλλοιώσεως ἄπειρα δήπου τὰ εἴδη, καθάπερ ἐν τοῖς φυσικοῖς δέδεικται, μὴ τυχόντα ὀνόματος, ἔδει τὸν ἰατρόν, περὶ ἐκείνων λόγον ποιούμενον, τῷ τοῦ ἄκρου, πρὸς ὅπερ ἡ κίνησις, ὀνόματι ταῦτα καλεῖν, περὶ παντὸς ἁπλῶς λέγοντα πυρετοῦ, ὅτι τὸ κατὰ φύσιν θερμόν ἐστι πρὸς τὸ πυρῶδες μεταβάλλον. Ἀληθεύει δὲ μᾶλλον, εἴτις ἐθέλοι λέγειν τὸ τοιοῦτον περὶ τοῦ ἑκτικοῦ, καθάπερ εἴρηται,