περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ὥρα δασέως τοῦ ἔτους καὶ τῆς ἡμέρας, ψιλῶς δέ ἡ φροντίς.

ὠνήσασθαι καὶ ἀγοράσαι διαφέρει. ὠνήσασθαι

136
μὲν γάρ ἐστι τὸ πρίασθαί τι τῶν πωλουμένων, ἀγοράσαι δὲ τὸ καὶ ἐν ἀγορᾷ διατρῖψαι.

ὡτειλὴ καὶ οὐλὴ διαφέρει. ὠτειλὴ μὲν γάρ ἐστι τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτάσθαι οὐλὴ δὲ ἡ ὑγιασμένη σὰρξ ἐκ τραύματος παλαιοῦ, ὡς Ὅμηρος (τ 393 ψ 74)·

  • ‘οὐλὴν τήν ποτέ μιν σῦς ἤλασε λευκῷ ὀδόντι’.