περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

χύτραι καὶ χυτρεῖα διαφέρει. χύτραι μέν γὰρ καὶ αὐτὰ τὰ σκεύη καὶ τὰ χυτροπωλεῖα, χυτρεῖα δέ τὰ τῶν χυτρῶν ὄστρακα.

135

ψάλιον καὶ ψέλιον διαφέρει. ψάλιον μὲν τὸ τοῦ ἵππου, ψέλιον δὲ τὸ ἄκροις βραχίοσι περιτιθέμενον κόσμιον. οἱ Δωριεῖς ψίλιον καλοῦσι τὸ ἄκρον, ὅθεν καὶ ἡμεῖς τὴν ἐπʼ ἄκρων χειλέων λεγομένην προσῳδίαν ‘ψιλὴν’ ἐκαλέσαμεν, ὥς φησι Τρύφων (fr. 108 Vels.).

Ψάμαθος καὶ ἄμαθος διαφέρει. ψάμαθον μὲν γὰρ εἶναι τὴν παραθαλασσίαν ἄμμον·

  • ‘ἐπὶ μαμάθοις ἁλίῃσιν’ (γ 38)·
  • [*](150 Va.) ἄμαθον δὲ τὴν κόνιν
  • ‘τύχε γὰρ ἀμάθοιο βαθείης’ (E 587).