περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

σοφὸς καὶ συνετὸς διαφέρει, καθὸ ὁ σοφὸς καὶ συνετὸς πάντως, ὁ δέ συνετὸς οὐ πάντως σοφός.

σοῖο καὶ σεῖο παρὰ τοῖς ποιηταῖς κατὰ τοὺς ἀκριβῶς ἀναγινώσκοντας διαφέρει. σοῖο μέν γάρ ἐστι σύναρθρος ἀντωνυμία οἷον (Ω 486)·

  • ‘μνήσεοπατρὸς πατρὸς σοῖο’,
  • σημαίνει γὰρ ‘μνῆσαι τοῦ σοῦ πατρός’. ἡ δέ σεῖο ἀσύναρθρος οἷον (Ω 686)· ‘σεῖο δέ κεν ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα’, ἀντὶ τοῦ ‘σοῦ ζῶντος καὶ τρὶς τοσαῦτα δοῖεν ἄποινα’, οὐκέτι ‘τοῦ σοῦ ζῶντος’. καὶ φυλάττεται ταῦτα ἄκρως παῤ Ὁμήρῳ.

    117

    σπονδαὶ καὶ συνθῆκαι διαφέρουσιν. σπονδαὶ μὲν γὰρ ἃς ἐκ | πολέμου συντίθενται πρὸς ἀλλήλους, ἃς ἀναγράφονται [*](130 Va.) ἐφ᾿ οἷς διακρίνονται, οἷον συντιθέμενοι μὴ πολεμήσειν μηδ᾿ ἀδικήσειν ἀλλήλους. συντίθενται δὲ εἰρήνην καὶ φιλίαν πρὸς ἀλλήλους, καὶ τὸ παρὰ ταύτας πραχθέν ἀρχὴ γίνεται πολέμου.

    σπουδάζειν καὶ σπεύδειν διαφέρει. σπουδάζειν μὲν γάρ ἐστι τὸ ἐναντίον τοῦ παίζειν, σπεύδειν δὲ τὸ βοηθεῖν τινι καὶ συναίρεσθαι.

    στρατόπεδον καὶ στρατὸς διαφέρει. στρατόπεδον μὲν γὰρ ὁ τόπος ἐν ᾧ ἡ στρατεία, στρατὸς δὲ τὸ στρατιωτικὸν πλῆθος.

    στρατεία ἐκτεταμένως τὸ πρᾶγμα, στρατιὰ δέ

    118
    συνεσταλμένως τὸ τῶν στρατιωτῶν πλῆθος. ἐναλλάσσει δέ πολλάκις ἐν τῇ χρήσει.

    στρατὸς καὶ στράτευμα καὶ στρατόπεδον διαφέρει. στρατὸς μέν καὶ στράτευμα κυρίως τὸ πλῆθος λέγεται, [*](131 Va.) |στρατόπεδον δὲ ὁ τόπος ἐν ᾧ εἰσιν.

    συμμαχεῖν καὶ ἀπιμαχεῖν διαφέρει. συμμαχεῖν μέν γὰρ λέγουσι τὸ σὺν ἑαυτοῖς, φησὶ Δίδυμος (p. 334 Schmidt), εἴτʼ αὐτοῖς ἐπίοιεν πολέμιοι??εἴτε αὐτοὶ?? ἑτέοι??ς?? ἐπιστρατεύοιεν. ἐπιμαχεῖν δέ ὅταν τούς ἐπιόντας ἀμύνωνται μόνον. διέσταλκε Θουκυδίδης ἐν τῇ πρώτῃ (1), 44, 1)λέγων Κερκυραίοις Ἀθηναίους συμμαχίαν μέν οὐ ποιήσασθαι, ἐπιμαχίαν δέ.

    σύνεργος καὶ συνεργὸς διαφέρει. συνεργὸς μέν γὰρ ὀξυτόνως ὁ περί τι ἔργον ἀνεπιτήδειον συμπονῶν, σύνεργος δέ προπαροξυτόνως ὁ τὸ αὐτὸ μετιών οἷον σύντεχνος.

    σύγγραμμα καὶ σύνταγμα διαφέρει. σύγγραμμα μέν γάρ ἐστιν ὁ δίχα μέτρου λόγος, ὁ προσαγορευόμενος πεζός σύνταγμα δέ πολεμικόν τι σύστημα, ἀφ᾿ οὗ καὶ συνταγματάρχης ὁ τοῦ συστήματος αὐτοῦ ἄρχων.

    119