περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

σταθῆναι καὶ στῆναι διαφέρει. σταθῆναι μέν γάρ ἐστι τὸ ὑφ᾿ ἑτέρου, στῆναι δέ τὸ κατ᾿ ἰδίαν ὁρμὴν καὶ προαί|ρεσιν, οἷον ἐστάθη ὁ ἀνδριὰς ὑφʼ ἑτέρου ἐστάθη ὁ νόσος, [*](124 Va.) ἔστη δʼ ὁ ἄνθρωπος διʼ αὑτοῦ.

112

στάχυς βραχέως τὸ ἑνικόν, ἐκτεταμένως τὸ πληθυντικόν.

σταφυλὴν ὀξυτονητέον ὡς ἁλυκὴν καὶ σταφύλην βαρυτόνως ὡς Μελίτην διαφέρειν φησὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης (p. 42 Baege) ἐν δευτέρα Περὶ τῶν ἐν Ὀδυσσείᾳ προσῳδιῶν. τὸ μέν γὰρ βαρυτονούμενον, φησίν, ὄνομα ἐπὶ τῆς καθιεμένης μολίβδου παρὰ τοῖς ἀρχιτέκτοσι τίθεται, τὸ δʼ ὀξυτονούμενον ἐπὶ τῆς ὀπώρας. ὁ αὐτὸς πάλιν ἐν δευτέρᾳ Τῶν ἐν Ἰλιάδι προσῳδιῶν κατὰ λέξιν φησὶν οὕτως·

  • ‘σταφύλῃ ἐπὶ νῶτον ἔχουσα’ (B 765),
  • σταφύλη βαρυτονητέον ὡς Νιόβη· οὐ γάρ ἐστιν ὅμοιον τῷ [*](125 Va.) συ|κῆ. τοῦτο γὰρ διαιρεῖται — συκέη —, ἐκεῖνο δʼ οὐ διαιρεῖται.᾿

    113

    Ἡρακλείδης δʼ ὁ ἡμέτερός φησιν (fr. 6 Cohn), ‘ἡμαρτῆσθαι δοκεῖ παρὰ τοῖς Ἕλλησιν ὀξυτονούμενον τοὔνομα. οὐδὲν γὰρ τῶν εἰς η ληγόντων θηλυκῶν ὀνομάτων μετέχον γένους τοῦ οὐδετέρου, παρατελευτῶντος τοῦ ῦ, ὀξυτονεῖται· ἀλλὰ πάντα τὰ ὑπὲρ δύο συλλαβὰς βαρυτονεῖται κατὰ τὸ ῡ, μὴ ὀξυτονούμενα ἀλλὰ βαρυτονούμενον τὸ στοιχεῖον ἔχοντα, οἷον κορδύλη, Δαμύλη, Φ??αι??σύλη — δοκεῖ δʼ αὕτη μία τῶν τιθηνησαμένων τὸν Διόνυσον ἃς ὁ Λυκοῦργος

  • ‘σεῦε κατ’ ἠγάθεον Νυσήϊονʼ (Z 133)
  • — ἐδύλη ὅθεν καὶ τὸ σταφύλη βαρυτονητέον. οἱ ἐξυτονοῦντές φασιν ὅτι ἀπὸ βαρυτόνων ἀρσενικῶν εἰς ος ληγόντων τὰ εἰς η λήγοντα θηλυκὰ ὀξυτονεῖται, ἢ, ἐὰν τὰ | ἀρσενικὰ [*](126 Va.) ὀξυτονῆται, τὰ θηλυκὰ βαρυτονηθήσεται. οἷον πόθος ποθή, νόμος νομή, ὦνος ὠνή, τῖμος τιμή, φόνος φονή·
  • ‘ἐν ἀργαλέῃσι φονῇσι’ (K 521).
  • καὶ τοὔμπαλιν Δαναός Δανάη. ἐπεὶ οὖνʼ, φησί, ‘καὶ ἐπὶ τούτου τὸ ἀρσενικόν ἐστι Στάφυλος — οὕτως γὰρ ἐλέγετο ὁ υἱὸς Διονύσου — τὸ θηλυκὸν σταφυλὴ ὀξυτονηθήσεται. πρὸς οὓς ῥητέον ἰδοῦ κόγχος κόγχη, καὶ οὐκ ὀξυτονεῖται, φίλος φίλη, μόνος μόνη, μύλος μύλη· καὶ ἐπὶ τῶν ὀξυτόνων καλός καλή, σοφός σοφή, μυρία ἄλλα, καὶ τὰ θηλυκὰ οὐ βαρύνεται, ἀλλʼ ὁμοτονεῖ τοῖς μὲν βαρυτόνοις τὰ βαρύτονα, τοῖς δʼ ὀξυτόνοις
    114
    τὰ ὀξύτονα ὅθεν οὐ παράδοξον καὶ ἀπὸ τοῦ Στάφυλος βαρυτόνου ὀνόματος καὶ τὸ θηλυκὸν βαρυτονεῖν σταφύλην ὡς ἐδύλην.᾿

    Τινὲς δέ βοηθοῦντες τῇ συνηθείᾳ καὶ ὀξυτονεῖν βουλόμενοί φασιν, ὅτι ὅσα τοῦ αὐτοῦ ἀπαραλλάκτως ἔχεται σημαινομένου ὁμοτονεῖ, ὅσα δέ διαλλάσσει τ??ῷ?? σημαινομέν??ῳ?? οὐκέτι. [*](127 Va.) ὁ μὲν οὖν φίλος καὶ φίλη, καὶ ξένος καὶ ξένη καὶ τὰ προκείμενα ἀπαράλλακτά ἐστιν, διὸ ὁμοτονεῖ τὰ δέ διαφέροντα οὐκέτι, καθάπερ γὰρ χόλος χολή, καὶ τρόπος τροπή, νόμος νομή, γόνος γονή, δόμος δομή, στρόφος στροφή, πόθος ποθή — περὶ τούτου οὖν ἐν ἄλλοις ἐντελῶς εἴρηται ὅτι διαφέρει. εἰ οὖν ἐστι Στάφυλος ἀρσενικόν, διαφέρει δέ τῷ σημαινομένῳ, ἡ σταφυλή — ὀπώρα δέ — ὄντως ὀξυτονεῖται. Πιθανὸς μέν ὁ λόγος· τὸ μέντοι προκείμενον τοῦ Ἡρακλείδους παρατήρημα ἰσχυρὸν καθὰ παραγγέλλεται ὀξυτονεῖν οὐ μόνον διὰ τὰ παρακολουθοῦντα ἰδιώματα τῷ ὀνόματι ἀλλ᾿ ὅτι καὶ ὑπέρ δύο ἐστὶ συλλαβάς· τὰ γὰρ προκείμενα δισύλλαβα. ὥστε οὐδὲ τὴν ὁπώραν ὀξυτονεῖν ἡ ἀναλογία ἐπιτρέπει. ἀλλὰ καὶ ἡ Πτολεμαίου ἀθετεῖται παρατήρησις καθʼ ἣν διαφέρειν φησὶ τοῖς τόνοις τοὔτνομα καὶ τῷ σημαινομένῳ.

    σημεῖον καὶ τεκμήριον διαφέρει. Ἀντιφῶν ἐν τῇ Τέχνῃ (fr. 72 Blass ═ Artium script. B X fr. 8 Raderm.)· ‘τὰ παροιχόμενα σημείοις πιστεύεσθαι, τὰ δέ μέλλοντα τεκμηρίοις’.

    115

    σισύρα καὶ †σίσυρμα† διαφέρει. σισύρα μέν γὰρ τὸ 128 Va. ἐκ τῶν τετριχωμένων δερμάτων ἀναποίητον στέγαστρον, σίσυρμα δὲ τὸ ἐκ τῶν κροκυδίων ῥαπτόμενον ἀμπέχονον.

    σηκὸς δύο σημαίνει· θεῶν τε ναὸν καὶ προβάτων περιφράγματα.

    Σικελοὶ καὶ Σικελιῶται διαφέρουσιν. Σικελὸς μέν γάρ ἐστιν ὁ ἐξ αὐτῆς τῆς Σικελίας ὤν, Σικελιώτης δέ ὁ Σικελὸς μέν μὴ ὤν, τὴν δέ χώραν αὐτὴν οἰκῶν.

    σιωπὴ σιγῆς διαφέρει. σιωπὴ μέν γάρ ἐστι κατάσχεσις λόγου, σιγὴ δὲ στέξις λόγου.

    σκήπτεσθαι καὶ σκέπτεσθαι διαφέρει. σκήπτεσθαι μέν γάρ ἐστι τὸ προφασίζεσθαι, σκέπτεσθαι δέ τὸ βουλεύεσθαι.

    σκῶμμα γελοίου, εὐτραπέλου καὶ γεφυρισμοῦ

    116
    διαφέρει. σκῶμμα μέν γάρ ἐστι τὸ ἐπὶ διασυρμῷ τοῦ πέλας λεγόμενον οἱονεὶ σκέμμα· γελοῖον δέ τὸ ἐπὶ διαχύσει [*](129 Va.) τῶν ἀκροατῶν, χωρίς τινος ὕβρεως· εὐτρά|πελον τὸ μετὰ σεμνότητος χαριέντως λεγόμενον — εἴρηται δέ παρὰ τὸ εὖ τρέπεσθαι τὸν λόγον —· γεφυρι{α}σμὸς δέ ἀπὸ τοῦ τοῖς Ἀθήνησιν ἐπὶ τῶν γεφυρῶν ἐπιγράφειν ἤτοι ἔμμετρα ἢ καὶ δίχα μέτρων διασυρμούς τινων ??περιέχοντα??.