περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

σὖρος καὶ οὐρὸς διαφέρει. σὖρος μὲν ὁ ἄνεμος, οὐρὸς δὲ ὁ τόπος ἤγουν τὸ νεώριον·

  • ‘οὐρούς τ’ ἐξεκάθηρον ’ (Β 153).
  • ὄφλειν καὶ ὀφείλειν διαφέρει. Ἀπολλωνίδης ὁ Νικαεὺς ἐν ὑπομνήματι τοῦ Περὶ τῆς παραπρεσβείας

    96
    Δημοσθένους (cf. Dem. or. 19, 280sq.) ‘ὄφλει μέν τις ’,φησίν, ‘ἐπὶ καταδίκῃ, ὀφείλει δέ τις ὡς ἡμεῖς ἐκδεχόμεθαʼ.

    ὅλον τοῦ παντὸς διαφέρει. πᾶς τὴν τῶν προσώπων διαφοράν τὸ μὲν γὰρ συνέστηκεν. ὁ οὖν λέγων ‘ὅλος ἄνθρωπος’ ἔνα λέγει. τὸ δὲ ‘πᾶςʼ πλείονας λέγει.

    ὄφλημα καὶ χρέος διαφέρει. ὄφλημα μὲν γὰρ καὶ ὀφείλημα τὸ ἐκ καταδίκης τῷ δημοσίῳ ὀφειλόμενον, χρέος δὲ τὸ ἰδιωτικὸν δάνειον.

    [*](108 Va.)

    ὄχθαι καὶ ὄχθοι διαφέρει. ὄχθαι μὲν γάρ εἰσι ποταμῶν χείλη, ὄχθοι δὲ γῆς ἐπάρματα.

    ὀψὲ καὶ ἑσπέρα διαφέρει. ἑσπέρα μὲν γὰρ ἡ μετὰ τὴν δύσιν τοῦ ἡλίου ὥρα, ὅτε ἑσπέρας ἔλθῃ ὥρα δύνοντος τοῦ ἡλίου. ὀψὲ δὲ ἡ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον ὡς Ὅμηρος (Η 399 Θ 30 Ι 31.432.696 η 155 υ 321)·

  • ‘ὀψὲ δὲ δὴ μετέειπεʼ,
  • 97
    καὶ
  • ‘ὀψαρότης προαρότῃ ἰσοφαρίζει’ (cf. Hes. opp. 490).
  • ὀψαρότης γὰρ ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν.

    παρέχειν καὶ παρέχεσθαι διαφέρει. παρέχειν μὲν γὰρ λέγεται τὰ διὰ χειρὸς διδόμενα, οἷον ἐαθήματα ἢ ἐκπόματα τὸ δὲ παρέχεσθαι λέγεται ἐπὶ τῶν τῆς ψυχῆς διαθέσεων, οἷον ἐπιθυμίαν, εὔνοιαν. Θουκυδίδης (4, 85, 4 ) ‘καὶ πᾶν τὸ πρόθυμον παρεχόμενοιʼ. Δημοσθένης ἐν Φιλιππικοῖς (Olynth. 18)· ‘τὴν αὐτὴν παρειχόμεθα προθυμίανʼ.

    παρειαὶ καὶ παρεῖαι διαφέρουσιν. παρειαὶ μὲν γὰρ ὀξυτόνως αἱ τοῦ ἀνθρώπου, παρεῖαι δὲ προπερισπωμένως ὄφεις τινὲς μετέωρα τὰ παρεῖα ἔχοντες·

  • ‘ὡς παρείας ὢν ὄφιςʼ (Ariatoph. PIut. 690).
  • [*](109 Va.)

    πάσασθαι βραχέος μὲν ὄντος τοῦ α τὸ γεύσασθαι δηλοῖ, ἐν ἐκτάσει δὲ τούτου τὸ κτήσασθαι.