περὶ ὁμοίων καὶ διαφόρων λέξεων
Ammonius Grammaticus
Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.
ὀρνιθευτὴς καὶ ὀρνιθοσκόπος διαφέρει. ὀρνιθευτὴς μὲν γάρ ἐστιν ὁ θηρεύων ὄρνιθας, ὀρνιθοσκόπος δὲ ὁ οἰωνοσκόπος.
ὀροφὴ καὶ τέγος διαφέρει. ὀροφὴ μέν ἐστιν ἡ στέγη, τέγος δὲ τὸ δῶμα.
ὅσιον καὶ ἱερὸν διαφέρει. ὅσια μὲν γὰρ τὰ ἰδιωτικὰ ὧν ἐφίεται καὶ ἔξεστι προσάψασθαι, ἱερὰ δὲ τὰ τῶν θεῶν ὧν οὐκ ἔξεστι προσάψασθαι. Δημοσθένης ἐν τῷ | Κατὰ Τιμοκράτους [*](105 Va.) (or. 24, 9) λέγει· ‘ὥστε τίθησι τοῦτον τὸν νόμον διʼ οὗ τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖʼ.
ὅτι καὶ διότι διαφέρει. τὸ μὲν γὰρ ὅτι ὁτὲ μὲν αἰτίαν δηλοῖ, ὁτὲ δὲ βεβαίωσιν τὸ δὲ διότι αἰτίαν δηλοῖ. αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη πάντες ἴσμεν, διότι δὲ οὐκέτι, ἀλλὰ μόνον οἱ ἔμπειροι.
οὔκουν παροξυτόνως μὲν τὸ ἀποφα{ν}τικὸν ἴσον τῷ οὐχιοῦν, οἷον ‘οὔκουν ἀπιστεῖνʼ (Thuc. 1, 10, 3). περισπωμένωος δὲ συλλογιστικός ἐστι σύνδεσμος καὶ σημαίνει ἀπόφαν σιν.
οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει. οὐδὲν μὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν ‘οὐδὲν ἐν κόσμῳ κενόν ʼ πᾶσα γὰρ ἡ τοῦ κενοῦ φύσις βαστάζεται. οὐθὲν δέ, ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς ‘οὔθʼ ἓν οὔτε δύο.’ τὸ δέ διὰ τοῦ δ ἀπαρτίζει διὸ καὶ ὁ ποιητής φησιν (σ 130)·
οὕνεκα καὶ εἵνεκα διαφέρει. οὕνεκα μὲν σημαίνει τὸ ὅτι, εἵνεκα δὲ χάριν. Ὅμηρος διαστέλλει (Α 11)·
οὗτος καὶ οὑτοαὶ διαφέρει. τὸ μὲν γὰρ οὑτοσὶ δεικτικὸν μόνον, τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν. δεικτικὸν μέν (Κ 341. 477)
οὐλὴ καὶ ὠτειλὴ διαφέρει. οὐλὴ μέν ἐστιν ἡ ὑγιασμένη σάρξ ἐκ παλαιοῦ τραύματος, ὠτειλὴ δὲ τὸ πρόσφατον τραῦμα, παρὰ τὸ οὐτᾶσθαι. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν, ἐπὶ μὲν τῆς οὐλῆς εἰπών (τ 393 ψ 74)