περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ὄρθρος καὶ πρωῒ διαφέρει. ὄρθρος μὲν γὰρ ἡ πρὸ ἀνατολῆς ἡλίου ὥρα καθʼ ἣν ἀναστάντες ἐξ ὕπνου ὀρθοὶ γινόμεθα, πρωῒ δὲ ἡ πρὸ τοῦ καθήκοντος καιροῦ. Ὅμηρος (Θ 530 Σ 277. 303)·

  • ‘πρωῒ δʼ ὑπʼ ἠοῖοι σὺν τεύχεσιʼ.
  • καὶ Ἡσίοδος (fr. 204 Rzach3) τελευτῆσαί φησί τινα
  • ‘πρωῒ μάλʼ ἠΐθεονʼ,
  • τουτέστι πρόωυρον. καὶ πρώϊμον τὸ πρόωρον.

    ὁρᾶν τοῦ ὑπερορᾶν διαφέρει. ὁρᾶν μὲν γάρ ἐστι τὸ θεωρεῖν, ὑπερορᾶν δὲ τὸ καταφρονεῖν.

    ὀρνιθευτὴς καὶ ὀρνιθοσκόπος διαφέρει. ὀρνιθευτὴς μὲν γάρ ἐστιν ὁ θηρεύων ὄρνιθας, ὀρνιθοσκόπος δὲ ὁ οἰωνοσκόπος.

    93

    ὀροφὴ καὶ τέγος διαφέρει. ὀροφὴ μέν ἐστιν ἡ στέγη, τέγος δὲ τὸ δῶμα.

    ὅσιον καὶ ἱερὸν διαφέρει. ὅσια μὲν γὰρ τὰ ἰδιωτικὰ ὧν ἐφίεται καὶ ἔξεστι προσάψασθαι, ἱερὰ δὲ τὰ τῶν θεῶν ὧν οὐκ ἔξεστι προσάψασθαι. Δημοσθένης ἐν τῷ | Κατὰ Τιμοκράτους [*](105 Va.) (or. 24, 9) λέγει· ‘ὥστε τίθησι τοῦτον τὸν νόμον διʼ οὗ τῶν μὲν ἱερῶν χρημάτων τοὺς θεούς, τῶν ὁσίων δὲ τὴν πόλιν ἀποστερεῖʼ.

    ὅτι καὶ διότι διαφέρει. τὸ μὲν γὰρ ὅτι ὁτὲ μὲν αἰτίαν δηλοῖ, ὁτὲ δὲ βεβαίωσιν τὸ δὲ διότι αἰτίαν δηλοῖ. αὐτίκα γοῦν ὅτι μὲν ἐκλείπει ἡ σελήνη πάντες ἴσμεν, διότι δὲ οὐκέτι, ἀλλὰ μόνον οἱ ἔμπειροι.

    οὔκουν παροξυτόνως μὲν τὸ ἀποφα{ν}τικὸν ἴσον τῷ οὐχιοῦν, οἷον ‘οὔκουν ἀπιστεῖνʼ (Thuc. 1, 10, 3). περισπωμένωος δὲ συλλογιστικός ἐστι σύνδεσμος καὶ σημαίνει ἀπόφαν σιν.

    94

    οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει. οὐδὲν μὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν ‘οὐδὲν ἐν κόσμῳ κενόν ʼ πᾶσα γὰρ ἡ τοῦ κενοῦ φύσις βαστάζεται. οὐθὲν δέ, ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς ‘οὔθʼ ἓν οὔτε δύο.’ τὸ δέ διὰ τοῦ δ ἀπαρτίζει διὸ καὶ ὁ ποιητής φησιν (σ 130)·

  • ‘οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποισ’.
  • [*](106 Va.) | ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει διὸ καὶ Ζηνόδοτον εὐθύνουσι γράφοντα ‘οὐθὲν ἀκιδνότερον ʼ.

    οὕνεκα καὶ εἵνεκα διαφέρει. οὕνεκα μὲν σημαίνει τὸ ὅτι, εἵνεκα δὲ χάριν. Ὅμηρος διαστέλλει (Α 11)·

  • ‘οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆραʼ,
  • ἀντὶ τοῦ ὅτι, ⌞καὶ⌟ (Τ 325)
  • ‘εἵνεκα ῥιγεδανῆς Ἑλένηςʼ.
  • ἥμαρτεν οὖν ὁ Καλλίμαχος (fr. 1, 3 Pf .) εἰπών
  • ‘εἵνεκεν οὐχ ἓν ἄεισμαʼ,
  • ὅπερ ἄτοπον· ἔδει γὰρ εἰπεῖν οὕνεκα, ἵνα γένηται ‘ὅτι οὐχ ἓν ἄεισμαʼ.

    95

    οὗτος καὶ οὑτοαὶ διαφέρει. τὸ μὲν γὰρ οὑτοσὶ δεικτικὸν μόνον, τὸ δὲ οὗτος δεικτικὸν καὶ ἀναφορικόν. δεικτικὸν μέν (Κ 341. 477)

  • ‘οὗτός τοι, Διόμηδεςʼ,
  • ἀναφορικὸν δέ (Hesiod. opp. 293)
  • ‘οὗτος μὲν πανάριστος, ὃς αὑτῷ πάντα νοήσειʼ.
  • ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦτον καὶ τουτονί.

    [*](107 Va.)