περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

οἰκίζεται καὶ συνοικίζεται διαφέρει. οἰκίζεται μὲν γὰρ πόλις ὑπὸ τῆς πρώτης τῶν συνοικητόρων ἀθροίσεως καὶ καθιδρύσεως, συνοικίζεται δὲ ἡ ἐκ πολλῶν πόλεων εἰς μίαν πόλιν συναγομένη ὑπὲρ τοῦ πλείονα δύναμιν σχεῖν. διοικίζεται δὲ ἡ ἐκ μιᾶς πόλεως μεγέθει ἰσχυούσης εἰς πολλὰς

90
καταδιαιρουμένη ὑπὸ τῶν ἐχθρῶν, ἵνα ἀσθενὴς γένηται, ὡς Λακεδαιμόνιοι τὴν ἐν Ἀρκαδίᾳ Μεγάλην πόλιν διῷκησαν.

οἰκότριψ καὶ οἰκέτης διαφέρει. οἰκότριψ μὲν γὰρ ὁ ἐν τῇ οἰκία διατρεφόμενος ὃν ἡμεῖς θρεπτὸν καλοῦμεν, οἰκέτης δὲ καὶ δοῦλος ὁ ὠνητός. παρὰ δὲ Σόλωνι (De Solon. legg. [*](102 Va.) p. 48 Sondhaus) ἐν τοῖς | ἄζωσιν οἰκεὺς κέκληται οἰκότριψ.

οἶμος οἴμης διαφέρει. οἶμος μὲν γάρ ἐστιν ἀρσενικῶς ἡ ὁδός, οἴμη δὲ ἡ ᾠδή.

οἴκτος καὶ οἰκτισ μὸς διαφέρει. οἶκτος μὲν γάρ ἐστιν οἰκτιζομένου ἔλεος, οἰκτισμὸς δὲ ὁ λόγος ὁ τοῦ οἰκτείροντος.

οἴνη καὶ οἰνάνθη διαφέρει. οἴνη μὲν ἡ ἄμπελος, οἰνάνθη δὲ ἡ πρώτη τῶν βοτρύων ἐξάνθησις· ⌞οἴναρα⌟ δὲ τὰ φύλλα.

οἴκαδε τοῦ εἰς οἶκον διαφέρει. οἴκαδε μὲν γὰρ τὸ εἰς τὴν ἰδίαν οἰκίαν βαδίζειν, εἰς οἶκον δὲ καὶ ἐφʼ ἕτερον.

91

οἶκος, οἰκία, συνοικία, οἴκημα, οἰκίσκος καὶ δῶμα διαφέρουσιν. οἶκος μὲν γὰρ λέγεται ἡ πᾶσα οὐσία, οἰκία δέ | ἡ ὑπὸ ἑνὸς ἢ δευτέρου κατοικουμένη, συνοικία δὲ [*](103Va.) ἡ πολλοῖς καὶ μισθουμένη, οἴκημα δὲ τὸ τέγος ἢ τὸ δεσμωτήριον, οἰκίσκος δὲ τὸ μικρὸν δωμάτιον, δῶμα δὲ ὁ λεγόμενος κοιτών.

ὄλβιος καὶ εὐτυχὴς διαφέρει. ὄλβιος μὲν γάρ ἐστιν ὁ τελείαν τὴν εὐδαιμονίαν ἔχων, εὐτυχὴς δὲ ὁ ζῶν ἡδέως καὶ ἀλύπως.

ὀλίγον καὶ μικρὸν διαφέρει. τὸ μὲν γὰρ ὀλίγον ἐπʼ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται. Ἀριστόνικος (locus ignot.) ἐν ὑπομνήματι ἐκάλεσ’ ἐπὶ στοιχείου (Ca allimachi fr. 470 b Pf. )

  • ‘ὀλίγην νησῖδα Καλυψοῦςʼ.
  • φασὶ δὲ οὕτως ὀλίγην μ⌞ι⌟κρὰν ὑπαλλακτικῶς. τὸ μὲν γοῦν ὀλίγον ἐπʼ ἀριθμοῦ, τὸ δὲ μικρὸν ἐπὶ μεγέθους τάσσεται καὶ Ὅμηρος ⌞ἀδιαφόρς⌟ (υ 259)
  • ‘δίφρον ἀεικέλιον παραθεὶς ὀλίγην τε τράπεζανʼ,
  • τὴν μικράν.

    [*](104 Va.)
    92

    ὄλμος ὅρμου διαφέρει. ὄλμος μέν ἐστι μυρεψικὸν σκεῦος εἰς ὃ κόπτονται τὰ εἴδη τὰ μυρεψικά, ὅρμος δέ ἐστι λιμήν.