Remedy against Incipient Cataracts

Aglaias, Byzantius

Poetae bucolici et didactici. Ameis, Karl Friedrich, editor. Paris: Firmin Didot. 1862.

  1. Σὺν δὲ τριάκοντα δραχμαῖς ἔτι καὶ δύο μίσγε
  2. Ὁλκὰς ἐξ ἄνθους ναμασιπηγὸς ἁλός·
  3. Καὶ Ζακορίσου * Μούσαις ἰσάριθμον ὄπισμα
  4. Δραχμόθεν ἔστω σοι συγκατακιρνάμενον
  5. Τετραμόρῳ κοτύλης, ὃ τιτύσκεται οὐ διὰ χειρῶν
  6. Ἐν δαπεδοῖς * Bάκτης, ἀλλὰ διὰ στομάτων.
  7. Λεῖα δὲ πάντα καθʼ ἓν τρίψας ἀνάμισγε σὺν ὑγροῖς,
  8. Τημελέως τʼ ἀπόθου τεῦχος ἐς ἀργύρεον.