Remedy against Incipient Cataracts

Aglaias, Byzantius

Poetae bucolici et didactici. Ameis, Karl Friedrich, editor. Paris: Firmin Didot. 1862.

  1. Καὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους,
  2. Ἔνυμα * δʼ ἐκ μηδέων θάτερον ἱπποδάμου·
  3. Ἡμίσταθμον, ὃ τοῦ πατρὸς ψευδώνυμος, ἔστω
  4. Ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην·
  5. Στῆσον δʼ αὖ ἀλόϊον ἒν ἥμισυ τοῦ προτέροιο
  6. Ἄχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν·
  7. Διστάσιος δʼ αὐτῷ πελέτω λίθος εἰαριήτης·
  8. Διστάσιον δʼ ἀφροῦ θρύμμα φακουσιακοῦ·