Remedy against Incipient Cataracts

Aglaias, Byzantius

Poetae bucolici et didactici. Ameis, Karl Friedrich, editor. Paris: Firmin Didot. 1862.

  1. Ἀγλαΐας τόδε σοι Βυζάντιος ἐσθλὸν ἰάλλω
  2. Ἰητὴρ ἑτάρῳ δῶρον ἀοιδοπόλῳ,
  3. Ὁφθαλμῶν μὲν ἄκος, Δημήτερα (?) τῶν ὑποχεῖσθαι
  4. Ἀρχομένων, ὑπʼ ἐμῆς δʼ εὑρεθὲν εὐμογίης.
  5. Καί σοι δʼ ἔξοχον ἔσται ἐς ἄχθεα, παντί τʼ ὄνειαρ
  6. Παρμόνιμον, κάμψῃς ἄχρι κεν ἐς πλέονας.
  7. Ὅσσα δʼ ἔχει θρόνα λέξαι ἔοικε μοι, ὡς ἐπαρήγειν
  8. Οἷς ἄν τι σθεναρὴ σύνθεσις ἥδε πέλει.
  9. Ἄνθους μὲν χαλκοῦ πεντώβολον, ἰσοβαρὲς δὲ
  10. Τοῦ συοδηλήτου τὴν ἀρετὴν γενέτιν·
  11. Καὶ μεῖον τούτων ὀβολῷ στρόγγυλμα πυραιθὲς
  12. Πρόσθες, ὃ Γαλλαϊκοῖς (?) ἀλδαίνετ’ ἐν δαπέδοις·
  13. Καὶ δύο διδράχμω, τὸ μὲν ἐκ ξανθότριχος ἄνθους,
  14. Ἔνυμα * δʼ ἐκ μηδέων θάτερον ἱπποδάμου·
  15. Ἡμίσταθμον, ὃ τοῦ πατρὸς ψευδώνυμος, ἔστω
  16. Ὃς γῆμαι δμωῆς υἱέϊ δῶκε κόρην·
  17. Στῆσον δʼ αὖ ἀλόϊον ἒν ἥμισυ τοῦ προτέροιο
  18. Ἄχθος· ἄγε στάχυος Σινδογενοῦς ὀβολόν·
  19. Διστάσιος δʼ αὐτῷ πελέτω λίθος εἰαριήτης·
  20. Διστάσιον δʼ ἀφροῦ θρύμμα φακουσιακοῦ·