De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

βοηθοῦνται δὲ οὗτοι πρῶτον μὲν τοῖϲ βοηθήμαϲιν τοῖϲ [*](22 4) κοινοῖϲ, ὁμοίωϲ ἀποϲφίγξει, καταϲχαϲμῷ, ϲικυῶν προϲβολῇ , περιγλύψει τοῦ πεπονθότοϲ τόπου. ἰδίωϲ δὲ ἐπὶ τούτων βοηθεῖ πινόμενον ἡδύοϲμον ϲὺν όξυμέλιτι καὶ καϲτόριον καὶ κινάμωμον ὁμοίωϲ, κενταυρίου ῥίζηϲ ⋖ β ϲὺν οἴνῳ κ γ, ἢ ἀριϲτολοχίαϲ ῥίζα ὡϲαύτωϲ, κάρδαμον καὶ γεντιανὴ παραπληϲίωϲ.

ὁ μέντοι πεπονθὼϲ τόποϲ 5 καταπλαϲϲέϲθω θριδακίνηϲ καρπῷ μετὰ λινοϲπέρμου καὶ θύμβρᾳ καὶ ἀγρίῳ πηγάνῳ ἢ ἡμέρῳ καὶ ἑρπύλλῳ ϲὺν ἀϲφοδέλῳ λελειωμένοιϲ· τροφαῖϲ δὲ εὐχύλοιϲ χρῆϲθαι. ὡϲ δὲ ἐν ἄλλ ῳ ηὗρον, ἐπικοινωνεῖ πωϲ ἡ θεραπεία καὶ τὰ βοηθήματα ἐπὶ κεράϲτου καὶ ἀμμοδύτου καὶ ϲηπόϲ· ὅμοια γὰρ καὶ τὰ ϲυμπτώματα τῶν τριῶν εἰδῶν.

πρὸϲ δὲ 6 τοῖϲ προειρημένοιϲ ποιεῖ καὶ ἡ ἀρτεμιϲία βοτάνη ὅϲον ⋖ α τοῦ χυλοῦ μεθ’ ὕδατοϲ γ ἢ δ πινομένη· καὶ ἡ Μιθριδάτειοϲ δὲ. εἰ παρείη, ἀντίδοτοϲ προϲενεκτέα.

χρῆϲθαι δὲ καὶ ταῖϲ προγεγραμ 7 μένοιϲ, μάλιϲτα τῆ διὰ κενταυρίου χυλοῦ καὶ ὀποῦ Κυρηναικοῦ. ποιεῖ δὲ καὶ τὸ μέλαν ξηρὸν τοῖϲ ἕλκεϲιν ἐπιτιθέμενον, καὶ φακὸϲ ἑφθὸϲ λεῖοϲ μετὰ μέλιτοϲ καὶ ϲιδίων καταπλαττόμενοϲ, καὶ ὅϲα πρὸϲ νομὰϲ ἁρμόζουϲιν. τὰ αὐτὰ δὲ καὶ ἐπὶ τοῦ μυάγρου παρακολουθεῖ, καὶ τοῖϲ αὐτοῖϲ θεραπεύεται.