De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

6 μετὰ δὲ τὸν ἐμετὸν ίχθύαϲ ἀπ’ ἀνθράκων προϲενεκτέον, καὶ τῷ πόματι παραπληϲίωϲ χρηϲτέον, καὶ τὴν κύϲτιν ϲπόγγοιϲ πολλοῖϲ πυριατέον. ἐκ δὲ τῶν Ϲτράτωνοϲ· ᾠοῦ τὸ λευκὸν μετ’ οίνομέλιτοϲ δίδου πιεῖν, ἤ ῥεφάνου ϲπέρμα μετ’ οἴνου. κατάπλαϲϲε δὲ ἁλὶ λείῳ ἀναληφθέντι πίϲϲῃ ὑγρᾶ.

1 ὁ ἀμμοδύτηϲ κατὰ μὲν μέγεθοϲ εὺρίϲκεται πήχεοϲ μείζων γὰρ οὐ γίνεται —, ψαμμώδηϲ δὲ κατὰ χρόαν· κατὰ δὲ τοῦ ϲώματοϲ ϲτιγμαῖϲ μελαίναιϲ ϲυγκεχάρακται, ἔχει δὲ οὐρὰν ἀπόϲκληρον καὶ ἄνωθεν διεϲχιϲμένην. ὠνόμαϲται δὲ ὑπό τινων καὶ κεχρίαϲ. ἔχει δὲ καὶ τὰϲ ϲιαγόναϲ πλατυτέραϲ.

2 τοῖϲ δὲ ὑπ’ αὐτοῦ πεπληγόϲιν παρέπεται τὸ ϲυν τόμωϲ μὲν ὡϲ ἐπὶ πλεῖϲτον ἀπόλλυϲθαι. τὸ δὲ ζῷον αὐτὸ ϲπειρηδὸν προϲβάλλει δεινόν, ὅθεν καὶ οὕτωϲ προϲηγορεύθη.

ϲυμβαίνει δὲ τοῖϲ πεπληγμένοιϲ ἔμετοϲ καὶ ίχῶροϲ ἐκκριϲιϲ. ἀπὸ τῆϲ τρώϲεωϲ, καὶ οἴδημα γίγνεται, μετ’ ὀλίγον δὲ καὶ πάλιν ίχωρροεῖ· παρακολουθεῖ δὲ καρηβαρία καὶ λειποθυμία.

3 Ἐξραϲίϲτρατοϲ δέ φηϲι πεπονθέναι αὐτοῖϲ τὸ ἡπαρ καὶ τὴν κύϲτιν καὶ τὸ κόλον· ἀνατμηθέντων γὰρ αὐτῶν διεφθαρμένα πωϲ εὑρίϲκεται ταῦτα τὰ μέρη. θνήϲκουϲιν δὲ ἐν ἡμέραιϲ τριϲίν, τινὲϲ δὲ παραμένουϲιν μέχρι τῆϲ ἑβδόμηϲ ὀξύτεροϲ δὲ γίνεται ὁ θάνατοϲ, ὅταν τιϲ ὑπὸ θηλυκοῦ ζᾡου πληγῇ.

[*](15 EXC. Aet. XIII 25.)[*](25 SIM. Ps. D. 15 (72).)[*](4 τετριμμένον P: correxi 5 ἐπιβρωτὸν P: correxi 6 τὸ] τοϲοῦ- τον P. coriexi 7 fort. τοϲοῦτον ὅϲον 8 τούτοιϲ Scrinsi. οὕτω P γλυκὺ P. correxi 9 γλυκὺϲ P. correxi 12 μετ’ οἴνου μέλιτοϲ P 16 ὸ addidi ex Aet. 18 κεχάρακται Aet. διεϲχιεμένην P 19 καὶ addidi ex Aet. post κεγχρίαϲ add. Aet. διὰ τὴν τῆϲ οὐρᾶϲ ϲκληρίαν ad κεγχρίαϲ cf. c. 26, 1 20 post πλατυτέραϲ add. Aet. τῆϲ ἐχίδνηϲ, καὶ κατὰ πολλὰ ἔοικε ταύτῃ, τῇ δὲ χρόᾳ μᾶλλον διορίζεται· ὑπόξανθοϲ γὰρ ἡ ἔχιδνα 21"/> ϲπειριδον P 22 ὅθεν — προϲηγορεύθη] non itellego, fort. intecidit aliud no, cf. Nic. Th. 463. 399 23 ἰχῶροϲ addidi: αἴματοϲ Aet. 28 ἐν addidi ex Aet. παρεκτείνουϲι Aet. ζ P)