De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

1 τὸν περὶ τῶν λυϲϲοδήκτων λόγον προετάξαμεν τῶν ἄλλων, ἐπειδὴ καὶ τὸ ζῷον πολύ τε καὶ ϲύνηθέϲ ἐϲτι καὶ ϲυνεχῶϲ ἁλίϲκεται τῇ λύϲϲῃ καὶ δυϲφύλακτον καθέϲτηκεν, καὶ ὁ ἀπ᾿ αὐτοῦ κίνδυνοϲ χαλεπόϲ, εἰ μὴ πολλοῖϲ χρήϲαιτό τιϲ τοῖϲ βοηθήμαϲιν.