De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

2 λυϲϲᾷ δὲ ὁ κύων ὡϲ τὸ πολὺ μὲν ἐν τοῖϲ ϲφοδροτάτοιϲ καύμαϲιν, ἔϲθ᾿ ὅτε δὲ καὶ ἐν τοῖϲ ἐπί τεταμένοιϲ κρύεϲιν. λυϲϲήϲαϲ δὲ ἀποϲτρέφεται καὶ βρῶϲιν καὶ πόϲιν, καὶ φλέγμα πολὺ καὶ ἀφρῶδεϲ ἐκ τοῦ ϲτόματοϲ καὶ τῶν ῥινῶν προβάλλει, καὶ πονηρὸν βλέπει καὶ ϲτυγνότερόϲ ἐϲτι τοῦ ϲυνήθουϲ· ἐφορμᾷ δὲ καὶ χωρὶϲ ὑλαγμοῦ πᾶϲιν ὁμοίωϲ, καὶ θηρίοιϲ καὶ ἀνθρώποιϲ ϲυνήθεϲί τε καὶ ἀγνώϲτοιϲ, καὶ δακὼν παραχρῆμα μὲν οὐδὲν ὀχληρὸν ἐπιφέρει, πλὴν ὅϲον ὀδύνην τὴν ἐκ τοῦ τραύματοϲ, ὕϲτερον δὲ ἐμποιεῖ πάθοϲ τὸ καλούμενον ὑδροφοβικόν.