Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ὁ δὲ Καλάσιρις καὶ ὁ Κνήμων κατά τι τοῦ ἀνδρῶνος ἑαυτοὺς ἀναπαύσαντες, ἐπειδὴ τὸ λειπόμενον τῆς νυκτὸς βράδιον μὲν ἢ ἐβούλοντο θᾶττον δὲ ἢ ᾤοντο διέδραμεν, οἷα δὴ παρά τε τὴν εὐωχίαν καὶ τὸ ἀπρόσκορες μῆκος τῶν διηγημάτων τῆς πλείστης παρῳχηκυίας, οὐδὲ ἀκριβῶς ἡμέραν ἀναμείναντες ὡς τὸν Ναυσικλέα παραγίνονται, καὶ φράζειν ὅπου τὸν Θεαγένην διάγειν οἴοιτο, καὶ ἄγειν ὡς ὅτι τάχιστα παρεκάλουν. ὃ δὲ ἐπείθετο καὶ ἀναλαβὼν

p.158
ἦγεν. ἡ Χαρίκλεια δὲ πολλὰ συνέπεσθαι ἱκετεύουσα μένειν κατὰ χώραν ἐβιάσθη, ὡς οὔτε πόρρω που ἀφίξονται καὶ ὡς αὐτίκα σὺν τῷ Θεαγένει ἥξουσι διεγγυωμένου τοῦ Ναυσικλέους. καὶ τὴν μὲν αὐτοῦ καταλείπουσι, λύπης τε ἐπὶ τῷ χωρισμῷ καὶ χαρᾶς ἐπὶ τοῖς ἐλπιζομένοις ἐν μεταιχμίῳ σαλεύουσαν: αὐτοὶ δὲ ἄρτι τῆς κώμης ἐκτὸς γεγονότες, καὶ τὰς ὄχθας τοῦ Νείλου παραμείβοντες, κροκόδειλον ὁρῶσιν ἀπὸ τῶν δεξιῶν ἐπὶ θάτερα διερπύζοντα καὶ τῷ ῥείθρῳ τοῦ ποταμοῦ σὺν ὀξείᾳ τῇ ῥύμῃ καταδυόμενον. οἱ μὲν δὴ ἄλλοι συνήθως τε καὶ ἀθορύβως τὸ ὀφθὲν ἦγον, πλὴν ὅσον ὁ Καλάσιρις κώλυμά τι τῶν καθ̓ ὁδὸν ἐπισημαίνεσθαι προύλεγεν: ὁ δὲ Κνήμων καὶ σφόδρα ἐπτοεῖτο πρὸς τὴν ὄψιν, οὐδὲ ἀκριβῶς αὐτῷ τοῦ ζώου φανέντος, ἀλλὰ σκιᾶς αὐτὸν πλέον χθαμαλῆς ὑποδραμούσης, καὶ ὀλίγου ἔδει καὶ ὑποφεύγειν. ὁ δὴ Καλάσιρις ὅσον πλεῖστον τοῦ Ναυσικλέους ἐκγελῶντος, ὦ Κνήμων, ἔφη, ἐγὼ μὲν ᾤμην νύκτωρ σοι μόνον τὴν δειλίαν ἐνοχλεῖν, καὶ πρὸς τοῦ σκότους σοι τὸ ψοφοδεὲς ἐπιγίνεσθαι: σὺ δὲ ἄρα καὶ μεθ̓ ἡμέραν ἦσθα λίαν, ὡς ἔοικε, τολμηρός: καὶ οὐκ ὀνόματά σοι μόνον ἀκουόμενα, ἤδη δὲ καὶ θεάματα τῶν ἐν ποσὶ καὶ ἀδεᾶ τάραχον ἐμβάλλει. καὶ τίνος θεῶν, ἔφη ὁ Ναυσικλῆς, ἢ τίνος δαιμόνων ἀκούων τὴν ἐπωνυμίαν ὁ χρηστὸς ἡμῖν οὗτος οὐκ ἀνέχεται; εἰ μὲν καὶ θεῶν, ἀπεκρίνατο, ἢ δαιμόνων, οὐκ ἔχω λέγειν: ἀνθρώπου δέ, καὶ ὃ πλέον ἐστὶ θαυμαστόν, οὐδὲ ἀνδρός τινος ἢ τῶν ἐπ̓ ἀνδρείᾳ βεβοημένων, ἀλλὰ γυναικός, καὶ ταύτης νεκρᾶς, ὡς αὐτός φησιν, εἴ τις λέγει τοὔνομα, πέφρικε. τῆς γοῦν νυκτὸς καθ̓ ἣν ἀπὸ τῶν βουκόλων ἐπέστης ἀνασώζων ἡμῖν ὦγαθὲ τὴν Χαρίκλειαν, οὐκ οἶδ̓ ὅπως ἢ ὅθεν, οὗ λέγω, τούτου παρακηκοὼς τοῦ ὀνόματος, οὐδὲ ὅσον πρὸς βραχὺ γοῦν
p.159
ὕπνου μοι μεταλαβεῖν ἐνδέδωκε, συνεχὲς ὑπὸ τοῦ δέους ἐκθνήσκων, καὶ ἐμοῦ πράγματα ἔχοντος ὥστε ἀναλαμβάνειν. καὶ εἰ μὴ λυπεῖν αὐτὸν ἢ πτοεῖν ἔμελλον, εἶπον ἂν καὶ νῦν τοὔνομα ὦ Ναυσίκλεις, ὡς ἂν πλέον γελῴης. καὶ ἅμα ἐπῆγε τὴν Θίσβην.

καὶ ὁ Ναυσικλῆς ἐγέλα μὲν οὐκέτι, συνεστάλη δὲ πρὸς τὴν ἀκοήν, καὶ σύννους ἐπὶ πλεῖστον εἱστήκει, διαπορῶν προφάσεως ἐκ ποίας ὁ Κνήμων, ἢ τίνος κοινωνίας, ἢ τί πεπόνθοι πρὸς τοὔνομα τῆς Θίσβης. ἐξεκάγχασε δὴ πρὸς ταῦτα ὁ Κνήμων, καὶ ὦγαθὲ Καλάσιρι, ὁρᾷς, εἶπεν, ὅση τις τοῦ ὀνόματος ἡ δύναμις, καὶ ὡς οὐκ ἐμοὶ μόνῳ μορμολύκειον, ὡς αὐτὸς φῄς, ἀλλ̓ ἤδη καὶ Ναυσικλεῖ γίνεται; μᾶλλον δὲ καὶ ὁλοσχερὴς γέγονε τοῦ πάθους μετάστασις καὶ τοὔμπαλιν: ἐγὼ μὲν γελῶ γινώσκων οὐκέτ̓ οὖσαν, ὁ δὲ γεννάδας ἡμῖν Ναυσικλῆς καὶ πολλῷ γέλωτι τῶν ἄλλων κατατωθάζων ἐτύγχανε. πέπαυσο, ἔφη ὁ Ναυσικλῆς, καὶ ἅλις σοι τῆς εἰς ἐμὲ ἀμύνης ὦ Κνήμων. ἀλλὰ πρὸς ξενίων καὶ φιλίων θεῶν, πρὸς ἁλῶν καὶ τραπέζης, ὧν, ὡς οἶμαι, φιλανθρώπων ἐν ἡμετέρου πεπείρασθε, πόθεν τὸ Θίσβης ὄνομα εἴτε γνωρίζετε εἴτε πεφόβησθε εἴτε παιδιὰν ἐμὲ πεποίησθε, καταμηνύσατε. καὶ ὁ Καλάσιρις, σὸς ἔφη ὁ λόγος, ὦ Κνήμων, ὃν πολλάκις μοι διελθεῖν γνῶσίν τε τῶν κατὰ σεαυτὸν παρασχεῖν ἐπαγγειλάμενος, εἰς δεῦρό τε ποικίλαις ἀεὶ διαδύσεσιν ὑπερθέμενος, ἐν καιρῷ λέγοις ἂν τὸ παρόν, Ναυσικλεῖ τε ἅμα τῷδε χαριζόμενος, καὶ ἡμῖν τὸν πόνον τῆς ὁδοιπορίας ἐπικουφίζων καὶ τῷ διηγήματι παραπέμπων.

ἐπείθετο ὁ Κνήμων, καὶ ἔλεγεν ἅπαντα ἐπιτέμνων ὅσα ἤδη τῷ Θεαγένει καὶ τῇ Χαρικλείᾳ προδιηγήσατο, τὴν πατρίδα ὡς Ἀθηναῖος, τὸν πατέρα ὡς Ἀρίστιππος, καὶ τὴν Δημαινέτην ὅτι μητρυιὰ γεγόνοι. διῄει καὶ τὸν

p.160
ἀθέμιτον ἐπ̓ αὐτῷ τῆς Δημαινέτης ἔρωτα, καὶ ὡς ἀποτυγχάνουσα ἐπιβουλεύσειε, διάκονον εἰς τὴν ἐπιβουλὴν καθεῖσα τὴν Θίσβην. προσετίθει καὶ τὸν τρόπον, καὶ ὅτι φυγαδευθείη τῆς ἐνεγκούσης, ὡς πατραλοίᾳ τοῦ δήμου ταύτην ζημίαν ἐπιθέντος: καὶ ὡς διάγοντι κατὰ τὴν Αἴγιναν πρῶτα μὲν Χαρίας τις τῶν συνεφήβων τὴν Δημαινέτην, ὅτι τέθνηκε καὶ ὅπως, ἐξαγγείλειε, τῆς Θίσβης κἀκείνῃ τὴν ἐπιβουλὴν συνθείσης, ἔπειτα Ἀντικλῆς ὅπως μὲν ὁ πατὴρ αὐτῷ δημεύσει τῶν ὄντων ὑποβληθείη, συστάντων ἐπ̓ αὐτὸν τῶν κατὰ γένος τῇ Δημαινέτῃ προσηκόντων, καὶ πρὸς ὑπόνοιαν φόνου τὸν δῆμον κατ̓ αὐτοῦ κινησάντων, ὅπως δὲ ἡ Θίσβη τῶν Ἀθηνῶν ἀπέδρα σὺν τῷ ἐραστῇ τῷ ἐμπόρῳ τῷ Ναυκρατίτῃ. καὶ τέλος ἐπῆγεν ὁ Κνήμων ὅτι σὺν τῷ Ἀντικλεῖ κατὰ ζήτησιν τῆς Θίσβης ἐκπλεύσας ὡς ἐπὶ τὴν Αἴγυπτον, εἰ δή πως ἀνευρὼν ἀγαγών τε εἰς τὰς Ἀθήνας λύσειε μὲν τῷ πατρὶ τὴν συκοφαντίαν τιμωρήσαιτο δὲ ἐκείνην, καὶ πολλοῖς μὲν ἄλλοις κινδύνοις πολλαῖς δὲ τύχαις τοὺς μεταξὺ χρόνους περιπεσών, ἁλοὺς δὲ καὶ ὑπὸ καταποντιστῶν, εἶτα πῶς διαδρὰς καὶ Αἰγύπτῳ προσορμισθεὶς αὖθις ὑπὸ τῶν βουκόλων ληφθείη λῃστῶν: ἔνθα καὶ τὴν πρὸς Θεαγένην καὶ Χαρίκλειαν αὐτῷ γενέσθαι συντυχίαν, καὶ τὴν Θίσβης ἀναίρεσιν ἅμα καταλέγων, καὶ τὰ ἐπὶ τούτοις ἑξῆς ἄχρι τῶν γνωριζομένων τῷ τε Καλασίριδι καὶ τῷ Ναυσικλεῖ πάντων.

ἐφ̓ οἷς ὁ Ναυσικλῆς μυρίας ἔστρεφε βουλάς, νῦν μὲν ἐξειπεῖν τὰ ἀμφ̓ αὐτῷ τε καὶ τῇ Θίσβῃ διανοούμενος, νῦν δὲ εἰσαῦθις ὑπερθέσθαι κρίνων. καὶ τέλος μόγις ἐπέσχε, τὸ μέν τι αὐτὸς οὕτω δοκιμάζων, τὸ δὲ καὶ ὑπὸ συντυχίας ἑτέρας ἐμποδισθείς. ἄρτι γὰρ ἑξήκοντά που στάδια διανύσαντες, καὶ ἤδη τῇ κώμῃ καθ̓

p.161
ἣν ὁ Μιτράνης διῆγε πλησιάζοντες, γνωρίμῳ τινὶ τῶν Ναυσικλέους ἐντυγχάνουσι, καὶ ὅποι προθυμοῖτο οὕτως ἐσπουδασμένως ἀνηρώτων. ὃ δὲ ὦ Ναυσίκλεις ἔφη, τὴν ὁρμὴν ἐκπυνθάνῃ τὴν ἐμήν, ὥσπερ ἀγνοῶν ὅτι μοι τὸ παρὸν πάντα πρὸς ἕνα σπουδάζεται σκοπόν, ὅπως ἂν Ἰσιάδι τῇ Χεμμίτιδι τὰ προσταττόμενα ὑπηρετοίμην. ἐκείνῃ γεωργῶ, πάντα ἐκείνῃ πορίζω, δἰ ἐκείνην ἀγρυπνῶ νύκτα τε καὶ ἡμέραν, οὐδὲν ἀπαγορεύων: ἀλλά μοι ζημία καὶ μόχθος, ὃ ἂν μὴ ἐπιτάττῃ μέγα ἢ μικρὸν Ἰσιάς. ἐκείνῃ καὶ νυνὶ δὲ θέω ὄρνιν τινὰ τοῦτον, ὡς ὁρᾷς, Νειλῷον φοινικόπτερον, τῆς φιλτάτης ἐπίταγμα κομίζων. ὡς εὐγνώμονι, ἔφη ὁ Ναυσικλῆς, ἐρωμένῃ συμπέπλεξαι, καὶ ὡς μικρὰ λίαν αὐτῆς τὰ ἐπιτάγματα, εἴγε φοινικόπτερον, ἀλλ̓ οὐκ αὐτόν σοι τὸν φοίνικα τὸν ἐξ Αἰθιόπων ἢ Ἰνδῶν ὡς ἡμᾶς ἀφικνούμενον ὄρνιν ἐπέταττε. καὶ ὅς, ταῦτα μὲν ἐκείνη, ἔφη, χλεύην ἐμὲ συνήθως καὶ τὰ ἐμὰ πεποίηται: ἀλλὰ ποῖ δὴ καὶ ὑμεῖς καὶ ἐπὶ τίνα τὴν χρείαν; ὡς δὲ ὅτι παρὰ τὸν Μιτράνην ἐσπουδάκασιν ἀπεκρίναντο, ἀλλὰ μάτην ὑμῖν, ἔφη, καὶ εἰς κενὸν ἡ σπουδή, Μιτράνου τὰ νῦν κατὰ χώραν οὐκ ὄντος, ἀλλ̓ ἐπὶ τοὺς Βῆσσαν τὴν κώμην ἐνοικοῦντας βουκόλους ταύτης τῆς νυκτὸς ἐκστρατεύσαντος, ὅτι δή τινα νεανίσκον αἰχμάλωτον Ἕλληνα πρὸς Ὀροονδάτην εἰς τὴν Μέμφιν ἀπεσταλκότος, ὡς ἂν ἐκεῖθεν οἶμαι βασιλεῖ τῷ μεγάλῳ δῶρον ἀναχθείη, Βησσαεῖς καὶ ὁ τούτων ἔναγχος ἀποδειχθεὶς ἔξαρχος Θύαμις ἐξ ἐπιδρομῆς ἑλ̔??ʼντες ἔχουσι.

καὶ ὃ μὲν ἔτι λέγων ἀπέτρεχεν, ἐμοὶ δὲ ἐπὶ τὴν Ἰσιάδα σπευστέον, εἰπών, ἥ πού με νῦν πολλοῖς τοῖς ὀφθαλμοῖς περισκοπεῖ, μὴ δή τί μοι καὶ πρόσκρουσμα ἐρωτικὸν ἡ βραδύτης ἐνέγκῃ: δεινὴ δὲ ἐκείνη καὶ ἀπροφασίστους αἰτίας ἐγκλήματά τε καὶ ἀκκισμοὺς ἀναπλάσαι

p.162
κατ̓ ἐμοῦ. οἵ δὲ ὡς τούτων ἤκουσαν, ἀχανεῖς ἐπὶ πλεῖστον εἱστήκεσαν πρὸς τοῦ ἀνελπίστου τῆς ἀποτυχίας τῶν προσδοκηθέντων. ἀλλ̓ ὀψέ ποτε αὐτοὺς ὁ Ναυσικλῆς ἀνελάμβανεν, ὡς οὐ δέοι διὰ τὴν ἐπ̓ ὀλίγον καὶ πρόσκαιρον ἀποτυχίαν τέλεον ἀπεγνωκέναι τῶν ἐν χερσὶν ὑποτιθέμενος: ἀλλὰ νῦν μὲν χρῆναι εἰς τὴν Χέμμιν ἐπανιέναι, τῶν δὲ πρακτέων ἐν ἐπισκέψει γενομένους, καὶ ὡς πρὸς ἐκδημίαν πλείονα συνεσκευασμένους, πρὸς τὴν τοῦ Θεαγένους ἐπιζήτησιν, εἴτε παρὰ τοῖς βουκόλοις εἴτε καὶ παῤ ἄλλοις τισὶ πυνθάνοιντο, τρέπεσθαι, ἀγαθὴν τῆς ἀνευρέσεως ἐλπίδα πανταχοῦ προβαλλομένους, ὡς καὶ νῦν οὐκ ἀθεεὶ γενέσθαι δοκεῖν τὸ δή τινι τῶν γνωρίμων ἐντυχόντας χειραγωγηθῆναι πρὸς τῶν ἀγγελθέντων, ὅποι δεήσει τὸν Θεαγένην μαστεύειν, τὴν ὁρμὴν τῆς πορείας οἷον ἐπὶ σκοπὸν τὴν βουκολικὴν κώμην τείνοντας.

ταῦτα λέγων οὐ χαλεπῶς ἔπειθεν, ἅμα τι, οἶμαι, καὶ ἑτέρας ἐλπίδος τοῖς ἀγγελθεῖσι συναναφαινομένης, καὶ τοῦ Κνήμωνος πρὸς τὸν Καλάσιριν ἰδίᾳ πάνυ θαρσεῖν ὡς ὁ Θύαμις περισώσειε τὸν Θεαγένην διισχυριζομένου. ἐδόκει οὖν ἐπανιέναι, καὶ ἐπανῄεσαν. τήν τε Χαρίκλειαν ἐπὶ τοῖς προθύροις καταλαμβάνουσι, πόρρωθεν αὐτοὺς καὶ ἐκ πάντων κλιμάτων περισκοποῦσαν. καὶ ὡς οὐδαμοῦ τὸν Θεαγένην ἑώρα σὺν αὐτοῖς, λίγειόν τι ἀνακωκύσασα, ἀλλ̓ ἢ μόνοι μοι, πάτερ, ἔφη, καὶ οἷοί περ ἐντεῦθεν ἐξωρμήκατε, πάλιν ἐπάνιτε; Θεαγένης δὲ ἄρα, ὡς ἔοικε, τέθνηκεν; εἴ τι φράζειν ἔχετε, θᾶττον ἐξείπατε πρὸς θεῶν, μηδὲ ἐπιτείνητέ μοι τὴν συμφορὰν παρολκῇ τῆς ἀπαγγελίας. ἔχει τι φιλάνθρωπον ὀξεῖα δυστυχημάτων δήλωσις, τὴν ὁμόσε χώρησιν πρὸς τὸ δεινὸν τῇ ψυχῇ καὶ ταχεῖαν ἀπάλγησιν παρασκευάζουσα. ὑποτεμνόμενος δὴ δυσφοροῦσαν ἄγαν ὁ

p.163
Κνήμων, ὡς ἐργῶδές σου τοῦτο, ἔφη, ὦ Χαρίκλεια: ἐπίφορός πως ἀεὶ τυγχάνεις τὰ χείρονα μαντεύεσθαι, καὶ ψεύδῃ γε ἅμα, καλῶς κατὰ τοῦτο ποιοῦσα. Θεαγένης γοῦν ἔστι καὶ σώζεται θεῶν βουλομένων. καὶ ὅπως καὶ παρὰ τίσιν, ἐπιτεμὼν ἔλεγε. καὶ ὁ Καλάσιρις, οὔπω ποτὲ ἠράσθης, εἶπεν, ἐξ ὧν λέγεις ὦ Κνήμων. ἦ γὰρ ἂν ἔγνως ὡς καὶ τὰ ἀδεᾶ φοβερὰ τοῖς ἐρῶσι, καὶ μόνοις ὀφθαλμοῖς μάρτυσι καταπιστεύουσιν ὑπὲρ τῶν παιδικῶν: ἡ δὲ ἐκείνων ἀπουσία, δειλία τοῦτο ἤδη καὶ ἀγωνία ψυχαῖς ἐρωτικαῖς γίνεται. αἴτιον δέ, πεπείκασιν ἑαυτοὺς οὐκ ἄλλως πώποτε σφῶν ἀπολείπεσθαι τοὺς φιλτάτους, μὴ οὐχὶ κωλύματος ἀηδοῦς ἐμποδίζοντος. ὥστε, ὦ φίλος, Χαρικλείᾳ μὲν συγγινώσκωμεν εὖ τὰ ἐρώτων πάθη καὶ ἀκριβῶς νοσούσῃ, αὐτοὶ δὲ ἐντὸς θυρῶν γενόμενοι τῶν πρακτέων φροντίζωμεν.

καὶ ἅμα λαβόμενος τῆς χειρὸς μετὰ δή τινος πατρικῆς θεραπείας εἰσῆγε τὴν Χαρίκλειαν. ὁ δὲ Ναυσικλῆς τὸ ἐντεῦθεν ἀνεῖναι τῶν φροντίδων αὐτοὺς βουλόμενος, καί τι καὶ ἕτερον πραγματευόμενος, ἑστίασίν τε λαμπροτέραν ἢ κατὰ τὸ εἰωθὸς παρεσκεύασε, καὶ μόνοις σὺν τῇ θυγατρὶ τὸ συμπόσιον ἀνῆκεν, ἁβροτέραν τε τοῦ εἰωθότος ὀφθῆναι τὴν παῖδα καλλωπίσας καὶ πολυτελέστερον κοσμήσας. κἀπειδὴ τῆς εὐωχίας ἱκανῶς ἔχειν ἐδόκει, λόγων πρὸς αὐτοὺς ἄρχεται τοιῶνδε, ἐμοί, λέγων, ὦ ξένοι, ʽκαὶ θεοὶ μάρτυρες τῶν λεχθησομένων̓ ἡδὺ μὲν καὶ εἴπερ αὐτοῦ τῇδε καὶ παῤ ἐμοὶ μένοντες ἐθέλοιτε τὸν πάντα διάγειν χρόνον, ἐπὶ κοινοῖς μὲν τοῖς οὖσι κοινοῖς δὲ τοῖς φιλτάτοις: οὐ γὰρ ὡς ἐπιδήμους ξένους, ἀλλὰ φίλους λοιπὸν εὔνους τε ἐμοὶ καὶ γνησίους νενομικώς, βάρος οὐδ̓ ὁτιοῦν ἅπαν τὸ εἰς ὑμᾶς ἐσόμενον ἡγήσομαι. ἕτοιμος δὲ καὶ τοὺς οἰκείους ἀναζητεῖν ὑμῖν βουλομένοις τὰ εἰς δύναμιν, ἕως ἂν παρεῖναί

p.164
με συμβαίνῃ, συμπράττειν. ἀλλ̓ ἴστε που καὶ αὐτοὶ πάντως ὅτι μοι βίος ἐστὶν ἐμπορικὸς καὶ ταύτην γεωργῶ τὴν τέχνην, καὶ ὡς λαμπροὶ ζέφυροι πάλαι καταπνέοντες ἀνέῳξαν μὲν εἰς ναυτιλίαν τὴν θάλατταν, τὰ πλόιμα δὲ τοῖς ἐμπόροις εὐαγγελίζονται. καί με καθάπερ κήρυγμα ἡ χρεία καλεῖ πρὸς τὴν εἰς Ἕλληνας ἐκδημίαν. δίκαια τοίνυν ἂν ποιοῖτε, τί ποτε καὶ ὑμῖν βουλομένοις ἐστί, κοινούμενοι, ὡς ἂν καὶ αὐτὸς πρὸς τὸν ὑμέτερον σκοπὸν τὰ κατ̓ ἐμαυτὸν διαθοίμην.

μικρὸν δὴ ἐφησυχάσας τοῖς εἰρημένοις ὁ Καλάσιρις, ὦ Ναυσίκλεις, ἔφη, σοὶ μὲν ἐπ̓ αἰσίοις ὁ ἔκπλους στέλλοιτο, καὶ Ἑρμῆς μὲν κερδῷος Ποσειδῶν δὲ ἀσφάλειος συνέμποροι καὶ πομποὶ γίνοιντο, πᾶν μὲν ἐπὶ πέλαγος εὔρουν καὶ εὐήνεμον παραπέμποντες, πάντα δὲ ὅρμον εὐλίμενον καὶ πᾶσαν πόλιν εὐπρόσοδον καὶ φιλέμπορον ἀποφαίνοντες, οὕτως ἡμᾶς καὶ παρόντας περιέποντι καὶ ἀπιέναι βουλομένους πέμποντι καὶ τοὺς ξενίους τε καὶ φιλίους θεσμοὺς ἀκριβοῦντι. ἀλλ̓ ἡμῖν ἀλγεινὸν μὲν ἴσως τὸ χωρίζεσθαι σοῦ τε καὶ οἰκίας τῆς σῆς, ἣν ἰδίαν ἡμῶν ἡγεῖσθαι παρεσκεύασας, ἀναγκαῖον δὲ καὶ ἀπαραίτητον τῆς τῶν φιλτάτων ἀνευρέσεως παντοίως ἀντιλαμβάνεσθαι. ἐμοὶ μὲν οὕτως καὶ Χαρικλείᾳ ταύτῃ: Κνήμωνι δὲ τίς ποτε ἡ γνώμη, καὶ εἴτε συναλητεύειν ἡμῖν καὶ χαρίζεσθαι ἕτοιμος εἴτε ἄλλῃ πῃ διέγνωκεν, αὐτὸς ἂν λέγοι παρών. βουλόμενος δὴ ὁ Κνήμων πρὸς ταῦτα ἀποκρίνεσθαι, καὶ μέλλων τι ἤδη καὶ φθέγγεσθαι, ἔλυξέ τε αἰφνίδιον, καὶ ἀθρόον αὐτῷ δάκρυον: θερμὸν προχυθὲν ἐπεστόμιζε τὴν γλῶτταν, ἕως ὀψέ ποτε τὸ πνεῦμα συλλεξάμενος καὶ ἐπιστενάξας, ὦ πάσης, ἔφη, τροπῆς ἀνάμεστον καὶ ἀσταθμητότατον τύχης ἀνθρωπίνης κίνημα, ὅσην παλίρροιαν κακῶν ἐπί τε ἄλλων δὴ πολλῶν πολλάκις καὶ κατ̓ ἐμοῦ πεφιλοτίμησαι.

p.165
γένους με καὶ οἰκίας πατρῴας ἐστέρησας, πατρίδος τε καὶ πόλεως τῆς τῶν φιλτάτων ἐξένωσας, Αἰγυπτίᾳ με γῇ ʽπολλὰ τὰ μεταξὺ σιωπῶντἀ προσώκειλας, λῃσταῖς βουκόλοις παρέδωκας, μικράν τινα χρηστὴν ἐλπίδα ὑπέφηνας, ἀνδρῶν συντυχίαν δυστυχῶν μὲν καὶ τούτων, πλὴν ἀλλ̓ Ἑλλήνων, πρυτανεύσασα, μεθ̓ ὧν τὸ λειπόμενον τοῦ χρόνου βιώσεσθαι ἤλπιζον. καὶ ταύτην, ὡς ἔοικεν, ὑποτέμνῃ τὴν παραμυθίαν. ποῖ γὰρ τράπωμαι; τί δέ με καὶ χρὴ πράττειν; καταλείπω Χαρίκλειαν οὔπω Θεαγένην ἀνευρηκυῖαν; ἀλλὰ δεινόν, ὦ γῆ, καὶ ἀθέμιτον. ἀλλ̓ ἕπεσθαί με χρὴ καὶ συναναζητεῖν; εἰ μὲν ἐπὶ προδήλῳ τῇ εὑρέσει, καλὸν τὸ μοχθεῖν ἐπ̓ ἐλπίδι τοῦ κατορθώσειν: εἰ δὲ ἄδηλον τὸ μέλλον καὶ πλέον τὸ δυσχερές, ἄδηλον δὲ ποῖ ποτὲ στήσεταί μοι τὰ τῆς ἄλης, τί οὐχὶ συγγνώμην παῤ ὑμῶν τε καὶ θεῶν φιλίων αἰτήσας νῦν γοῦν ποτὲ τῆς ἐπὶ τὴν πατρίδα καὶ τὸ γένος ἐπανόδου μνησθήσομαι, καιροῦ καὶ ταῦτα εἰς καλὸν ἔκ του θεῶν, ὡς ἔοικε, παραπεπτωκότος, καὶ τουτουὶ Ναυσικλέους, ὡς ἔφη, εἰς Ἕλληνας ἀφήσειν μέλλοντος, μὴ δή μοί τι καὶ τοῦ πατρὸς ἐν τούτῳ παθόντος ἔρημος εἰς τὸ παντελὲς διαδόχου καὶ ἄκληρος ὁ οἶκος ἀπολειφθείη. καὶ γὰρ καὶ εἰ πένεσθαι μέλλοιμι, σώζεσθαι γοῦν τι λείψανον δἰ ἐμοῦ τῷ γένει καλὸν καὶ αὔταρκες. ἀλλ̓ ὦ Χαρίκλεια ʽσοὶ γὰρ προηγουμένως ἀπολογοῦμαι, καὶ συγγνώμην αἰτῶ, καὶ δέομαι δόσ̓, ἄχρι μὲν τῶν βουκόλων ἕψομαι, μικρὸν ἐπιμεῖναι Ναυσικλέα, κἂν σφόδρα ἐπείγηται, παρακαλέσας, εἴ πώς σε Θεαγένει παρὼν παρόντι ἐγχειρίσας χρηστὸς μὲν παρακαταθήκης φύλαξ ἀποδειχθείην, ἐπὶ χρησταῖς δὲ καὶ αὐτὸς ταῖς μελλούσαις ἐλπίσι μετὰ ἀγαθοῦ τοῦ συνειδότος χωριζοίμην. εἰ δὲ ἀποτύχοιμεν, ὃ μὴ γένοιτο, καὶ οὕτω συγγνωστός, ὅτι γε δὴ μόνην σε οὐδὲ τότε καταλιπών,
p.166
ἀλλ̓ ἀγαθόν σοι φύλακα καὶ πατέρα Καλάσιριν τουτονὶ παρακαταστήσας. ἡ δὲ Χαρίκλεια τόν τε Κνήμωνα ἐκ πολλῶν ἤδη συμβάλλουσα τοῦ Ναυσικλέους ἐπὶ τὸ θυγάτριον ἐπτοημένον ʽὀξὺς γὰρ ὁ ἐρῶν φωρᾶσαι τὸν ὑπὸ τῶν ἴσων παθῶν κεκρατημένον̓ καὶ τὸν Ναυσικλέα πρὸς τῶν ὑπ̓ αὐτοῦ λεχθέντων συνεῖσα, ὡς ἀσμένῳ γένοιτο ἄν τὸ κῆδος καὶ πάλαι τοῦτο πραγματεύεται καὶ τὸν Κνήμωνα ἐμπορεύεται ποικίλως ἐφελκόμενος, καὶ ἅμα οὐδὲ εὐπρεπῆ λοιπὸν τῆς ὁδοῦ κοινωνὸν οὐδὲ ἀνύποπτον ἡγουμένη τὸν Κνήμωνα, ὡς δή σοι φίλον, ἔφη, τῆς μὲν ἐπὶ τοῖς προϋπηργμένοις παρὰ σοῦ χρηστοῖς εἰς ἡμᾶς χάριτος κεχρεωστημένης καὶ ὁμολογουμένης, ἐπὶ δὲ τοῖς λειπομένοις οὐ πάντως ἐπούσης ἀνάγκης τὰ ἡμέτερα ἐκφροντίζειν, οὐδὲ ἀλλοτρίαις τύχαις καὶ ἄκοντα συναποκινδυνεύειν. ἀλλὰ σὺ μὲν Ἀθήνας τὰς σὰς καὶ γένος καὶ οἶκον τὸν σὸν κομίσαιο, Ναυσικλέα τουτονὶ καὶ τὴν δἰ αὐτοῦ παραπεσοῦσαν, ὡς φῄς, πρόφασιν μηδαμῶς παρωσάμενος: ἐγὼ δὲ καὶ Καλάσιρις πρὸς τὰ συμπίπτοντα μαχεσόμεθα, ἕως ἂν τὸ τέλος τῆς πλάνης εὕρωμεν, εἰ καὶ ἀνθρώπων μηδεὶς συνεφάπτοιτο, θεοὺς συνεμπόρους ἔχειν καταπιστεύοντες.

ὑπολαβὼν δὲ πρὸς ταῦτα ὁ Ναυσικλῆς, Χαρικλείᾳ μέν, ἔφη, κατ̓ εὐχὰς ἀποβαίη, καὶ θεοὶ συνέμποροι κατὰ τὴν αὐτῆς αἴτησιν γίνοιντο, καὶ τοὺς οἰκείους κομίζοιτο, οὕτως οὕτως οὖσα γενναία μὲν τὸ λῆμα συνετὴ δὲ τὸ φρόνημα. σὺ δὲ ὦ Κνήμων μήτε, εἰ Θίσβην οὐκ ἄγεις εἰς τὰς Ἀθήνας, ἄσχαλλε, καὶ ταῦτα ἔχων ὑπόδικον ἐμὲ τουτονὶ τῆς κατ̓ ἐκείνην ἁρπαγῆς καὶ τῆς ἐκ τῶν Ἀθηνῶν ὑπεξαγωγῆς ʽὁ γὰρ ἔμπορος ὁ Ναυκρατίτης ὁ Θίσβης ἐραστὴς οὗτος ἐγὤ, μήτε πενίαν ὀδύρου, πτωχεύσειν ἔτι προσδοκήσας. εἰ γὰρ σοὶ φίλον ὡς καὶ ἐμοὶ φανείη,

p.167
χρημάτων τε εὐπορήσεις συχνῶν, οἶκόν τε ἀπολήψῃ καὶ πατρίδα τὴν σὴν ἐμοῦ κατάγοντος, γῆμαί τε βουλομένῳ θυγατέρα ταυτηνὶ τὴν ἐμὴν ἁρμόζω Ναυσίκλειαν, προῖκα ἐπιδιδοὺς αὐτὸς μὲν πλείστην ὅσην, τὴν παρὰ σοῦ δὲ πάλιν εἰληφέναι κρίνων, ἐξ οὗ γένος καὶ οἶκον καὶ ἔθνος τὸ σὸν ἐγνώρισα. πρὸς ταῦτα οὐδὲ πρὸς βραχὺ διαμελλήσας ὁ Κνήμων, ἀλλ̓ ἃ πάλαι δἰ εὐχῆς τε καὶ ἐπιθυμίας ἔχων οὐκ ἤλπιζε, ταῦτα ὑπὲρ εὐχὴν καὶ ἀπροσδόκητα λαμβάνων, ἅπαντα, ἔφη, δέδεγμαι ἃ καταγγέλλεις ἄσμενος. καὶ ἅμα τὴν δεξιὰν προτείναντι τὸ θυγάτριον ὁ Ναυσικλῆς ἐνεχείριζε καὶ κατηγγύα, καὶ τὸν ὑμέναιον ᾅδεσθαι πρὸς τῶν οἰκείων ἐγκελευσάμενος χορείας ἐν πρώτοις ἐξῆρχεν, εἰς αὐτοσχέδιον γάμον τὸ παρὸν συμπόσιον ἀναδείξας.

οἱ μὲν δὴ ἄλλοι πρὸς χοροῖς ἦσαν, καὶ τὸν ὑμέναιον ἀπρόσκλητον ἐπὶ τοῖς θαλάμοις ἐκώμαζον, καὶ γαμήλιος παννυχὶς τὴν οἰκίαν κατέλαμπεν: ἡ Χαρίκλεια δὲ χωρισθεῖσα μόνη τῶν ἄλλων ἐπὶ τὸ σύνηθες ἔρχεται δωμάτιον, καὶ τὰς θύρας εἰς τὸ ἀσφαλὲς ἐπικλεισαμένη, πρὸς οὐδενός τε ὀχλεῖσθαι καταπιστεύουσα, βάκχιόν τι οἰστρηθεῖσα τάς τε κόμας ἀφειδῶς λύεται, καὶ θοἱμάτιον περιρρηξαμένη, φέρε, ἔφη, καὶ ἡμεῖς δαίμονι τῷ εἰληχότι χορεύσωμεν κατὰ τὸν ἐκείνου τρόπον: ᾅσωμεν αὐτῷ θρήνους, καὶ γόους ὑπορχησώμεθα: ζόφος δὲ ἐπηχείτω, καὶ νὺξ ἀλαμπὴς ἡγείσθω τῶν δρωμένων, τοῦδε τοῦ λύχνου τῇ γῇ προσαραχθέντος. οἵας γὰρ δὴ καὶ ἐφ̓ ἡμῖν τὰς παστάδας ἐπήξατο, οἷον τον θάλαμον ἀνέδειξε: μόνην μὲν ἔχει με καὶ ἀνύμφευτον, τοῦ δὲ μέχρις ὀνόματος νυμφίου, οἴμοι, χηρεύει. Κνήμων γαμεῖ, Θεαγένης δὲ ἀλητεύει, καὶ ταῦτα αἰχμάλωτος ἢ τάχα καὶ δέσμιος. καὶ ταῦτα ἂν εἴη τὰ εὐτυχέστερα: σώζοιτο μόνον. Ναυσίκλεια νυμφεύεται, κἀμοῦ διέζευκται ἡ μέχρι

p.168
τῆς παρελθούσης ὁμόκοιτος, Χαρίκλεια δὲ καὶ μόνη καὶ ἔρημος. καὶ οὐ τῶν ἐπ̓ ἐκείνοις ἡμῖν μέμψις, ὦ τύχη καὶ δαίμονες, ἀλλὰ καὶ πράττοιεν κατὰ γνώμην: τῶν δὲ καθ̓ ἡμᾶς, ὅτι μηδὲ τούτοις ἡμῖν ἐξ ἴσου κέχρησθε. οὕτω τὸ δρᾶμα τὸ περὶ ἡμᾶς εἰς ἄπειρον ἐμηκύνατε, καὶ πᾶσαν λοιπὸν σκηνὴν ὑπερφθέγγεται. ἀλλὰ τί ταῦτα ἀωρὶ θεηλατοῦμαι; τελείσθω καὶ τὰ ἑξῆς ὅπῃ τοῖς θεοῖς φίλον. ἀλλ̓ ὦ Θεάγενες, ὦ μόνη μοι γλυκεῖα φροντίς, εἰ μὲν τέθνηκας καὶ τοῦτο πεισθείην ὃ μή ποτε γνοίην, τότε μέν σοι συνεῖναι οὐχ ὑπερθήσομαι, τὸ παρὸν δέ σοι τάσδε ἐπιφέρω χοάς. καὶ ἅμα ἔτιλλε τὰς τρίχας καὶ τῇ κλίνῃ ἐπέβαλλε. καὶ τάσδε ἐπιχέω τὰς σπονδὰς ἐκ τῶν σοι φίλων ὀφθαλμῶν. καὶ αὐτίκα διάβροχος ἦν ἡ στρωμνὴ τοῖς δάκρυσιν. εἰ δέ μοι περισώζῃ καλῶς γε ποιῶν, δεῦρο καὶ συνανάπαυσαι φίλος ὄναρ γοῦν ὀφθείς. φείδου δὲ καὶ τότε ὦγαθέ, καὶ φύλαττε νομίμῳ γάμῳ τὴν σὴν παρθένον. ἰδού σε καὶ περιπτύσσομαι, παρεῖναι καὶ ὁρᾶν ὑποτιθεμένη.

καὶ ἅμα λέγουσα ῥίπτει κατὰ τῆς κλίνης ἐπὶ πρόσωπον ἑαυτὴν ἀθρόον, καὶ περιχυθεῖσα περιέβαλλε λύζουσά τε καὶ βρύχιον ἀναστένουσα, ἕως αὐτὴν ὑπὸ τῆς ἄγαν λύπης ἀχλύς τε καὶ ἴλιγγος ὑποδραμών, καὶ τὸ νοερὸν τῆς ψυχῆς ζοφώσας, πρὸς ὕπνον ἔλαθεν ὑποφέρων καὶ εἰς ἡμέραν ἤδη λαμπρὰν κατέχων. ὥστε καὶ ὁ Καλάσιρις θαυμάζων, καὶ παρά γε τὸ εἰωθὸς οὐχ ὁρωμένην ἐπιζητῶν, ἐπὶ τὸν θάλαμον ἀφικόμενος ἔπαιέ τε σφοδρότερον τὰς θύρας, καὶ ὀνομαστὶ συνεχῶς Χαρίκλειαν ἀνακαλῶν ἀφύπνιζεν. ἣ δὲ πρὸς τὸ αἰφνίδιον τῆς κλήσεως διεταράχθη τε, καὶ ὡς κατελήφθη σχήματος ἐπὶ τὰς θύρας ὁρμήσασα τόν τε μοχλὸν παρήνεγκε καὶ πρὸς εἴσοδον τῷ πρεσβύτῃ διέστελλεν. ὃ δὲ ὡς εἶδε τῆς τε κόμης τὸ ἄτακτον καὶ τὸν χιτῶνα κατερρωγότα

p.169
περὶ τοῖς στήθεσι, καὶ ὄμμα ἔτι κυμαῖνον καὶ τὸ πρὸ τῶν ὕπνων ἐμμανὲς ἐπισημαῖνον, συνίησι μὲν τὴν αἰτίαν, ἀγαγὼν δὲ αὖθις ἐπὶ τὴν κλίνην καὶ καθίσας ἐφεστρίδα τε ἐπέβαλε, καὶ πρὸς τὸ εὔσχημον περιστείλας, τί ταῦτα, ἔφη, Χαρίκλεια; τί λίαν οὕτω καὶ ἄμετρα δυσφορεῖς; τί δὲ οὕτως ἐκφρόνως ἥττων γίνῃ τῶν προσπιπτόντων; οὐδέ σε γνωρίζω τὸ παρόν, ἀεὶ γενναίαν καὶ σώφρονα τύχας ἐνεγκεῖν τὸ πρόσθεν ἐγνωκώς. οὐ παύσῃ τῆς ἄγαν ταύτης ἀνοίας; οὐκ ἐννοήσεις ἄνθρωπος οὖσα, πρᾶγμα ἀστάθμητον καὶ ὀξείας ῥοπὰς ἐφ̓ ἑκάτερα λαμβάνον; τί σαυτὴν προαναιρεῖς βελτιόνων ἴσως ἐλπίδων; φεῖσαι καὶ ἡμῶν ὦ τέκνον: φεῖσαι, εἰ μή γε σαυτῆς, ἀλλὰ γοῦν Θεαγένους, ᾧ βίος ὁ σὺν σοὶ μόνος αἱρετός, καὶ ἐπὶ σοὶ σωζομένῃ τὸ εἶναι κέρδος. ἠρυθρία τούτων ἀκούσασα ἡ Χαρίκλεια, καὶ πλέον: ʽ??ʼν οἵοις κατείληπτο ἐννοοῦσα: σιωπήσασά τε ἐπὶ πλεῖστον, ὡς ἐνέκειτο πρὸς τὴν ἀπόκρισιν ὁ Καλάσιρις, ἀληθῆ μέν, ἔφη, ἐπιτιμᾷς, ἀλλ̓ ἴσως ἐμοὶ συγγνωστὰ ὦ πάτερ. οὐ γάρ με δημώδης οὐδὲ νεωτερίζουσά τις ἐπιθυμία πρὸς ταῦτα ἐξάγει τὴν ἀθλίαν, ἀλλὰ καθαρός τε καὶ σωφρονῶν ἀπειράτου μὲν ἀλλ̓ ἐμοί γε ἀνδρὸς πόθος, καὶ τοῦτο Θεαγένους, λυποῦντος μὲν καὶ ὅτι μὴ σύνεστι, πλέον δέ, εἰ περίεστιν ἢ μή, φοβοῦντος. ἀλλὰ τούτου γε ἕνεκα θάρσει, ἔλεγεν ὁ Καλάσιρις, ὡς ὄντος ἐκείνου καὶ σοὶ συνεσομένου, θεῶν νευόντων, εἴπερ τι χρὴ τοῖς προθεσπισθεῖσί τε περὶ ὑμῶν ʽχρὴ δἔ πιστεύειν καὶ τῷ διαγγείλαντι χθιζὸν ὡς εἴληπται ὑπὸ Θυάμιδος, εἰς τὴν Μέμφιν ἀναπεμπόμενος. εἰ δὲ εἴληπται, δῆλον ὡς καὶ σώζεται, φιλίας αὐτῷ πρὸς τὸν Θύαμιν καὶ γνώσεως προϋπαρχούσης. καιρὸς δὴ μὴ μέλλειν, ἀλλὰ σπευστέον ὡς ἔνεστιν ἡμῖν τάχους ἐπὶ Βῆσσαν τὴν κώμην, καὶ ἀναζητητέον σοὶ μὲν τὸν Θεαγένη,
p.170
ἐμοὶ δὲ πρὸς τούτῳ καὶ τὸν υἱόν. οἶσθά που πάντως προακηκουῖα παῖδα ἐμὸν εἶναι τὸν Θύαμιν. καὶ ἡ Χαρίκλεια γενομένη σύννους, εἰ μὲν δή, ἔφη, παῖς ἐστί σοι Θύαμις, καὶ ἔστιν οὗτος ἀλλὰ μὴ ἑτέρου καὶ ἄλλος, νῦν μὲν δὴ τὰ ἡμέτερα πρὸς κίνδυνον ἐλαύνει τὸν μέγιστον. θαυμάσαντος δὲ καὶ τὴν αἰτίαν ἐρομένου τοῦ Καλασίριδος, οἶσθα, εἶπεν, ὡς αἰχμάλωτος ἐλήφθην ὑπὸ τῶν βουκόλων. ἐκεῖ τοίνυν καὶ τὸν Θύαμιν ὑπηγάγετο πρὸς τὸν κατ̓ ἐμοῦ πόθον ἡ δυστυχῶς μοι προσεῖναι δοκοῦσα τῶν ὄψεων ὥρα: καὶ δέος, εἰ ἀναζητοῦντες ἐντύχοιμεν, μὴ ὀφθεῖσαν ἐκείνην εἶναί με ταύτην ὑπομνησθείς, τὸν γάμον ὃν τότε μοι προτεινόμενον παῤ αὐτοῦ διεκρουσάμην ἐπινοίαις, εἰς ἔργον ἄγειν βιάσηται. καὶ ὁ Καλάσιρις, μὴ οὕτω μέν ποτε, φησί, ἐπιθυμία κρατήσειεν ὡς καὶ τὴν πατρῴαν ὄψιν ὁρωμένην ὑπεροφθῆναι, καὶ ὄμμα τοῦ φύντος μὴ καταιδέσαι τὸν παῖδα καὶ κολάσαι τήν, εἴπερ καὶ ἔστιν, οὐκ ἔννομον ὄρεξιν. ὅμως δ̓ οὖν ʽκωλύει γὰρ οὐδέν̓ τί οὐχὶ καὶ μηχανήν τινα πρὸς περιγραφὴν τῶν φοβούντων ἐπινοεῖς; δεινὴ δέ τις ἔοικας εἶναι σοφιστεῦσαι κατὰ τῶν ἐπιχειρούντων διαδύσεις τε καὶ ὑπερθέσεις.

ἀνείθη πρὸς ταῦτα μικρὸν ἡ Χαρίκλεια, καὶ εἰ μὲν ἀληθεύεις, εἶπεν, ἢ παιδιάν με πεποίησαι, παρείσθω τὸ παρόν: ἐγὼ δὲ τέχνην ἅμα τῷ Θεαγένει μὲν καὶ πρότερον ἐπιχειρηθεῖσαν, ὑπὸ δὲ τῆς τότε τύχης διακοπεῖσαν, εἰσηγήσομαι καὶ νῦν ἐπ̓ ἀμείνοσι ταῖς τύχαις. τῆς γὰρ νήσου τῆς βουκολικῆς ἀποδρᾶναι διανοηθεῖσιν ἐδόκει τὴν ἐσθῆτα μεταμφιασαμένους ἐς τὸ λυπρότατον καὶ πτωχοῖς ἑαυτοὺς ἀπεικάσαντας, οὕτως ἐπιμίγνυσθαι κώμαις τε καὶ πόλεσιν. εἰ δὴ συναρέσκει, πλαττώμεθα τὸ σχῆμα καὶ πτωχεύωμεν. οὕτω γὰρ ἧττόν τε ἐπιβουλευσόμεθα πρὸς τῶν ἐντυγχανόντων ʽἀσφάλεια γὰρ ἐν

p.171
τοῖς τοιούτοις ἡ εὐτέλεια, οἴκτου τε μᾶλλον ἢ φθόνου πέλας ἡ πενίἀ, τῆς τε καθ̓ ἡμέραν ἀναγκαίου τροφῆς ῥᾷον εὐπορήσομεν: ξένῃ γὰρ ἐν γῇ τὸ μὲν ὤνιον σπάνιον τοῖς ἀγνοοῦσι, τὸ δὲ αἰτούμενον εὐμετάδοτον τοῖς ἐλεοῦσιν.

ἐπῄνει ταῦτα ὁ Καλάσιρις, καὶ ἔχεσθαι τῆς ὁδοιπορίας ἐπέσπευδε: τοῖς τε περὶ τὸν Ναυσικλέα καὶ Κνήμωνα ἐντυχόντες, τήν τε ἔξοδον κοινωσάμενοι, εἰς τρίτην ἐξώρμησαν, οὔτε ὑποζύγιον, καί τοι διδόμενον, οὔτε ἀνθρώπων οὐδένα συνέμπορον ἀνασχόμενοι, τοῦ τε Ναυσικλέους καὶ Κνήμωνος προπεμπόντων, καὶ ἄλλου τῆς οἰκίας πλήθους. προέπεμπε δὲ καὶ ἡ Ναυσίκλεια, πολλὰ τὸν πατέρα ἐπιτρέψαι καθικετεύσασα, τῆς νυμφικῆς αἰδοῦς ὑπὸ φίλτρου τοῦ περὶ τὴν Χαρίκλειαν ἐκνικηθεῖσα. καὶ ὅσον πέντε σταδίους προελθόντες ἠσπάζοντό τε ἀλλήλους τὰ τελευταῖα κατὰ γένος, καὶ τὰς δεξιὰς ἐνέβαλλον. ἐπιδακρύσαντες δὲ ὅσον πλεῖστον, καὶ ἐπὶ βελτίοσι χωρισθῆναι ταῖς τύχαις ἐπευξάμενοι, τοῦ Κνήμωνος δὲ καὶ συγγνώμην αἰτοῦντος εἰ μὴ συμπορεύοιτο νεοπήκτους ἔτι τοὺς θαλάμους ἔχων, ἐπικαταλήψεσθαί τε, εἰ καιρὸς γένοιτο, πλαττομένου, διεχωρίσθησαν οἳ μὲν ἐπὶ Χέμμιν: ἡ Χαρίκλεια δὲ καὶ ὁ Καλάσιρις πρῶτα μὲν εἰς πτωχικὸν πλάσμα μετημφιέννυντο, ῥάκεσιν ἑαυτοὺς προπαρεσκευασμένοις ἐξευτελίσαντες, ἔπειτα δὲ ἡ Χαρίκλεια τό τε πρόσωπον ἐνύβριζεν, ἀσβόλου τε ἐντρίψει καὶ πηλοῦ καταχρίσει μολύνασα καὶ κρηδέμνου ῥυπῶντος τὸ κράσπεδον ἀπὸ μετώπου κατὰ θατέρου τοῖν ὀφθαλμοῖν εἰς ἄτακτον προκάλυμμα ἐπισοβοῦσα, πήραν τε ὑπὸ μάλης, οὑτωσὶ μὲν ἰδεῖν ψωμῶν τινῶν καὶ ἀκόλων δῆθεν ταμιεῖον, χρειωδέστερον δὲ τῆς ἱερᾶς ἐκ Δελφῶν ἐσθῆτος καὶ τῶν στεμμάτων τῶν τε συνεκτεθέντων μητρῴων κειμηλίων καὶ

p.172
γνωρισμάτων εἰς ὑποδοχήν, ἐξῆπτο. ὁ δὲ Καλάσιρις τὴν μὲν φαρέτραν τῆς Χαρικλείας τετρυχωμένοις κωδίοις ἐνειλήσας, ὡς δή τι φορτίον ἕτερον, ἐπὶ τῶν ὤμων ἐγκάρσιον ἔφερε, τὸ δὲ τόξον τῆς νευρᾶς παραλύσας, ἐπειδὴ τάχιστα πρὸς τὸ εὐθύτερον ἀνεκάμφθη, βακτηρίαν ταῖν χεροῖν ἐποιεῖτο, πολύς τε αὐτῇ καὶ βαρὺς ἐμπίπτων. καὶ εἴ πῄ τισιν ἐντευξόμενος προίδοι, κυφότητά τε πλέον ἐπετήδευεν ἢ τὸ γῆρας ἐπηνάγκαζε, καὶ τοῖν σκελοῖν θάτερον παρεσύρετο, πρὸς τῆς Χαρικλείας ἔσθ̓ ὅτε χειραγωγούμενος.

κἀπειδὴ τὰ τῆς ὑποκρίσεως αὐτοῖς διηκρίβωτο, μικρὰ καὶ ἐπισκώψαντες εἰς ἀλλήλους, καὶ ὡς πρέπει τὸ σχῆμα θάτερος θατέρῳ ἐπιχλευάσας, τόν τε εἰληχότα δαίμονα στῆσαι τὰ δεινὰ μέχρι γοῦν τούτων καὶ ἀρκεσθῆναι παρακαλέσαντες, ἔσπευδον ἐπὶ Βῆσσαν τὴν κώμην, οὗ τὸν Θεαγένην καὶ τὸν Θύαμιν ἐλπίσαντες εὑρήσειν ἀπετύγχανον. ἄρτι γὰρ τῇ Βήσσῃ περὶ δύσιν ἡλίου πλησιάζοντες πλῆθος τι κειμένων νεκρῶν ὁρῶσι νεοσφαγῶν, τῶν μὲν πλειόνων Περσῶν εἶναι τῇ στολῇ τε καὶ καθοπλίσει γνωριζομένων, ὀλίγων δὲ τινῶν ἐγχωρίων. καὶ πόλεμον μὲν εἶναι τὸ δρᾶμα εἴκαζον, τίνων δὲ καὶ πρὸς τίνας ἠπόρουν, ἕως ἐπιπαριόντες τοὺς ωεκρούς, καὶ ἅμα περισκοποῦντες μή πού τις κεῖται καὶ τῶν οἰκείων ʽδειναὶ γὰρ αἱ ψυχαὶ περὶ τοῖς φιλτάτοις τὰ δεινότεα μαντεύεσθαἰ, γυναίῳ προστυγχάνουσι πρεσβυτικῷ, σώματι τῶν ἐγχωρίων προσπεφυκότι καὶ παντοίους ἐγείροντι θρήνους. ἔγνωσαν οὖν ἐπιχειρεῖν τι παρὰ τῆς πρεσβύτιδος, εἰ οἷόν τε, ἐκμανθάνειν. καὶ παρακαθισάμενοι πρῶτα μὲν παραμυθεῖσθαί τε καὶ καταστέλλειν τὸν ἄγαν θρῆνον ἐπειρῶντο, ἔπειτα προσιεμένης, ὅν τινα πενθοίη καὶ τίς ὁ πόλεμος ἠρώτων, τοῦ Καλασίριδος πρὸς τὸ γύναιον αἰγυπτιάζοντος. ἣ δὲ ἔλεγεν

p.173
ἅπαντα ἐπιτέμνουσα ἐφ̓ υἱῷ μὲν εἶναι κειμένῳ τὸ πένθος, καὶ ἐπιτετηδευκέναι τὴν εἰς τοὺς νεκροὺς ἄφιξιν, εἴ πῄ τις διελάσας τοῦ ζῆν ἀπαλλάξειε, τέως μέντοι τὰ νομιζόμενα τῷ παιδὶ ἐκ τῶν ἐνόντων, δακρύουσάν τε καὶ θρηνοῦσαν, ἐπιφέρειν.

τὸν δὲ πόλεμον ἔλεγεν ὧδε.

ἤγετο ξένος νεανίας τις, κάλλει τε καὶ μεγέθει διαφέρων, ὡς Ὀροονδάτην τὸν μεγάλου βασιλέως ὕπαρχον εἰς τὴν Μέμφιν. ἀπέσταλτο δέ, οἶμαι, παρὰ Μιτράνου τοῦ φρουράρχου ληφθεὶς αἰχμάλωτος, ὥς τι τῶν μεγίστων δώρων, ὡς φασί. τοῦτον οἱ τῆς κώμης τῆς ἡμετέρας ταυτησί, δείξασα τὴν ἐχομένην, ἐπελθόντες ἀφείλοντο, γνωρίζειν εἴτ̓ οὖν ἀληθεύοντες εἴτε καὶ πρόφασιν πλάσαντες. ὁ δὴ Μιτράνης ταῦτα πυθόμενος, καὶ κατὰ τὸ εἰκὸς ἀγανακτήσας, ἐπιστρατεύει τῇ κώμῃ δυσὶ ταύταις πρότερον ἡμέραις. καὶ ἔστι γὰρ μαχιμώτατον ἡ κώμη γένος, βίον ἀεὶ τὴν λῃστείαν πεποιημένοι καὶ θανάτου παντὸς ὑπερόπται, καὶ πολλὰς δὴ διὰ τοῦτο πολλάκις, ἄλλας τε κἀμὲ τὸ παρόν, ἀνδρῶν τε καὶ παίσων χηρώσαντες: ἐπειδὴ τὴν ἔφοδον ἐσομένην ἐτεκμήραντο, προλοχίζουσί τέ τινας ἐνέδρας, καὶ δεξάμενοι τοὺς ἐναντίους ἐπικρατέστεροι γίνονται, οἳ μὲν κατὰ στόμα καὶ ἐκ τοῦ εὐθέος μαχόμενοι, οἳ δὲ κατόπιν ἐκ τῶν λόχων ἀπροφυλάκτοις σὺν βοῇ τοῖς Πέρσαις ἐπελθόντες. καὶ πίπτει μὲν ὁ Μιτράνης ἐν πρώτοις μαχόμενος, πίπτουσι δὲ σὺν αὐτῷ σχεδόν τι πάντες οἷα δὴ κυκλωθέντες καὶ οὐδὲ φυγῆς τόπον εὐμοιρήσαντες. πίπτουσι δὲ καὶ τῶν ἡμετέρων ὀλίγοι, καὶ γίνεται τῶν ὀλίγων βαρείᾳ βουλήσει δαίμονος καὶ ὁ παῖς ὁ ἐμός, βέλει Περσικῷ πρὸς τὰ στέρνα, ὡς ὁρᾶτε, βληθείς. καὶ νῦν ἡ ἀθλία τὸν μὲν θρηνῶ κείμενον, τὸν δὲ ἔτι μοι μόνον παῖδα λειπόμενον ἔοικα θρηνήσειν, ἐκστρατεύσαντος

p.174
κἀκείνου τῇ προτεραίᾳ μετὰ τῶν λοιπῶν ἐπὶ τὴν Μεμφιτῶν πόλιν.

ἐπυνθάνετο καὶ τὴν αἰτίαν τῆς ἐκστρατείας ὁ Καλάσιρις: καὶ ἡ γραῦς, ἀκηκοέναι παρὰ τοῦ λειπομένου παιδὸς προστιθεῖσα, ἔλεγε, διότι στρατιώτας βασιλείους καὶ φρούραρχον μεγάλου βασιλέως ἀνελόντες ἐπὶ μὴ πεπραγμένοις καλῶς εἶδον ἐκεῖνο καλῶς, μὴ εἰς μικρὸν αὐτοῖς ἀλλ̓ εἰς τὸν περὶ τῶν ὅλων κίνδυνον τὸ πρᾶγμα τελευτήσειν, Ὀροονδάτου τοῦ κατὰ τὴν Μέμφιν ὑπάρχου πλείστῃ τε χειρὶ πεφραγμένου, καὶ αὐτίκα, εἰ πύθοιτο, κατὰ πρώτην ἔφοδον σαγηνεύσοντος τὴν κώμην καὶ πανολεθρίᾳ τῶν ἐνοικούντων τὴν δίκην εἰσπράξοντος. οἷα δὴ οὖν τὸν περὶ τῶν ὅλων ἀναρριπτοῦντες κίνδυνον, ἔγνωσαν μεγάλα τολμήματα μείζοσιν, εἰ δύναιντ̓, ἰάσασθαι, καὶ φθῆναι τὴν Ὀροονδάτου παρασκευήν, ἀπροσδόκητοί τε ἐπεισπεσόντες ἢ προσανελεῖν κἀκεῖνον, εἰ κατὰ τὴν Μέμφιν ὄντα καταλάβοιεν, ἢ εἴπερ ἐκδημῶν τυγχάνοι, πολέμου τινὸς αὐτόν, ὡς φασίν, Αἰθιοπικοῦ τὰ νῦν ἀπασχολοῦντος, ῥᾷόν τε τὴν πόλιν παραστήσασθαι τῶν ὑπερμαχομένων ἔρημον, καὶ αὐτοί τε ἐκτὸς κινδύνου γενέσθαι τὸ παρόν, καὶ προσκατορθώσειν τῷ Θυάμιδι λῃστάρχῳ τῷ σφῶν τὴν τὴν τῆς προφητείας ἱερωσύνην, οὐ κατὰ νόμον παῤ ἀδελφοῦ νεωτέρου κατεχομένην, ἀνακομίσασθαι: ἢ εἴπερ καὶ ἀποτυγχάνειν συμβαίνοι, πολέμου γοῦν ἔργον μαχομένους γενέσθαι, μηδὲ ἄλλως ἁλῶναι καὶ ταῖς Περσικαῖς αἰκίαις καὶ ὕβρεσιν ἐκκεῖσθαι.

ἀλλ̓ ὦ ξένοι, ποῖ δὴ τὸ νῦν ἀφίξεσθε; εἰς τὴν κώμην, ὁ Καλάσιρις εἶπεν. ἣ δέ, οὐκ ἀσφαλὲς ὑμῖν, ἔφη, τῆς τε ὥρας ἀωρὶ καὶ οὐδὲ γνωριζομένοις, ἐπιμῖξαι τοῖς ὑπολειπομένοις. ἀλλ̓ εἰ ξεναγοίης, ἔφη ὁ Καλάσιρις, οὐκ ἀπ̓ ἐλπίδος ἡμῖν καὶ τὰ τῆς ἀσφαλείας. οὔ μοι καιρός,

p.175
ἀπεκρίνατο ἡ πρεσβῦτις: νυκτερινοὺς γάρ τινας ἐναγισμοὺς ἐπιτελέσαι μοι πρόκειται. ἀλλ̓ εἰ δὴ φορητὸν ὑμῖν ʽἐπάναγκες δὲ καὶ μὴ βουλομένοισ̓, αὐτοῦ που καὶ τῶν νεκρῶν ἐν καθαρῷ μικρὸν ἀναχωρήσαντες τὴν μὲν νύκτα ἐγκαρτερήσατε, τὴν ἕω δὲ ὑμῖν πρόξενος ἐγὼ τῆς ἀδείας ξεναγοῦσα γενήσομαι.

ταῦτα εἰπούσης ὁ Καλάσιρις ἅπαντα πρὸς τὴν Χαρίκλειαν φράσας καὶ παραλαβὼν μεθίστατο. καὶ μικρὸν ὅσον τοὺς κειμένους ὑπερβάντες βουνῷ τινὶ χαμαιζήλῳ προστυγχάνουσι. κἀνταῦθα ὃ μὲν κατέκλινεν ἑαυτόν, τῇ κεφαλῇ τὴν φαρέτραν ὑποθέμενος, ἡ Χαρίκλεια δὲ καθῆστο, τὴν πήραν εἰς καθέδραν ποιησαμένη. ἄρτι δὲ τῆς σεληναίας ἀνισχούσης καὶ φωτὶ λαμπρῷ τὰ πάντα καταυγαζούσης ʽτρίτη γὰρ μετὰ πανσέληνον ἐτύγχανεν̓ ὁ μὲν Καλάσιρις, οἷα δὴ πρεσβυτικός τε ἄλλως καὶ πρὸς τῆς ὁδοιπορίας κεκοπωμένος, ὕπνῳ κατείχετο, ἡ Χαρίκλεια δὲ ὑπὸ τῶν συνεχόντων φροντισμάτων διαγρυπνοῦσα σκηνῆς τινὸς οὐκ εὐαγοῦς μέν, ταῖς δὲ Αἰγυπτίαις ἐπιχωριαζούσης θεωρὸς ἐγίνετο. ἡ γὰρ πρεσβῦτις ἀνενοχλήτου καὶ ἀκατόπτου σχολῆς ἐπειλῆφθαι νομίσασα πρῶτα μὲν βόθρον ὠρύξατο, ἔπειτα πυρκαϊὰν ἐκ θατέρου μέρους ἐξῆψε. καὶ μέσον ἀμφοῖν τὸν νεκρὸν τοῦ παιδὸς προθεμένη, κρατῆρα τε ὀστρακοῦν ἔκ τινος παρακειμένου τρίποδος ἀνελομένη, μέλιτος ἐπέχει τῷ βόθρῳ, καὶ αὖθις ἐξ ἑτέρου γάλακτος, καὶ οἴνου ἐκ τρίτου ἐπέσπενδεν. εἶτα πέμμα στεάτινον εἰς ἀνδρὸς μίμημα πεπλασμένον δάφνῃ καὶ μαράθρῳ καταστέψασα εἰς τὸν βόθρον ἐνέβαλεν. ἐφ̓ ἅπασι δὲ ξίφος ἀνελομένη καὶ πρὸς τὸ ἐνθουσιῶδες σοβηθεῖσα, καὶ πολλὰ πρὸς τὴν σεληναίαν βαρβάροις τε καὶ ξενίζουσι τὴν ἀκοὴν ὀνόμασι κατευξαμένη, τὸν βραχίονα ἐντεμοῦσα καὶ δάφνης ἀκρέμονι τοῦ αἵματος ἀποψήσασα τὴν πυρκαϊὰν

p.176
ἐπεψέκαζεν. ἄλλα τε ἄττα τερατευσαμένη πρὸς τούτοις, ἐπὶ τὸν νεκρὸν τοῦ παιδὸς προκύψασα καί τινα πρὸς τὸ οὖς ἐπᾴδουσα ἐξήγειρέ τε καὶ ὀρθὸν ἑστάναι τῇ μαγγανείᾳ κατηνάγκαζεν. ἡ Χαρίκλεια δὴ οὖν οὐδὲ τὰ πρῶτα ἀδεῶς κατοπτεύουσα, τότε δὴ καὶ ὑπέφριττε, καὶ πρὸς τῶν γινομένων ἀήθων ἐκδειματωθεῖσα τὸν Καλάσιριν ἀφύπνιζέ τε καὶ θεατὴν γενέσθαι τῶν δρωμένων παρεσκεύαζεν. αὐτοὶ μὲν οὖν, ἅτε ἐν σκότῳ διάγοντες, οὐχ ἑωρῶντο, κατώπτευον δὲ τὰ ἐν τῷ φωτὶ καὶ πρὸς τῇ πυρκαϊᾷ ῥᾷον, καὶ τῶν λεγομένων οὐ πόρρωθεν ὄντες ἐπηκροῶντο, τῆς γραὸς ἤδη καὶ γεγωνότερον ἐκπυνθανομένης παρὰ τοῦ νεκροῦ. καὶ ἦν ἡ πεῦσις, εἴπερ ὁ ἀδελφὸς μὲν ὁ ἐκείνου παῖς δὲ αὐτῆς ὁ λειπόμενος ἐπανήξει περισωθείς. ὃ δὲ ἀπεκρίνατο μὲν οὐδέν, ἐπινεύσας δὲ μόνον, καὶ τῇ μητρὶ τὰ κατὰ γνώμην ἐλπίζειν ἀμφιβόλως ἐνδούς, κατηνέχθη τε ἀθρόον καὶ ἔκειτο ἐπὶ πρόσωπον. ἣ δὲ ἐπέστρεφέ τε τὸ σῶμα πρὸς τὸ ὕπτιον, καὶ οὐκ ἀνίει τὴν πεῦσιν, ἀλλὰ βιαιοτέραις, ὡς ἐῴκει, ταῖς κατανάγκαις πολλὰ τοῖς ὠσὶν αὖθις ἐπᾴδουσα, καὶ μεθαλλομένη ξιφήρης ἄρτι μὲν πρὸς τὴν πυρκαϊὰν ἄρτι δὲ ἐπὶ τὸν βόθρον, ἐξήγειρέ τε αὖθις καὶ ὀρθωθέντος περὶ τῶν αὐτῶν ἐξεπυνθάνετο, μὴ νεύμασι μόνον ἀλλὰ καὶ φωνῇ τὴν μαντείαν ἀρισήμως δηλοῦν ἐπαναγκάζουσα. καὶ τῆς πρεσβύτιδος ἐν τούτοις οὔσης, ἡ Χαρίκλεια πολλὰ τὸν Καλάσιριν καθικέτευε τοῖς γινομένοις πλησιάσαντας πυνθάνεσθαί τι καὶ αὐτοὺς περὶ τοῦ Θεαγένους. ὃ δὲ παρῃτεῖτο, φάσκων καὶ τὴν θέαν οὐκ εὐαγῆ μέν, κατ̓ ἀνάγκην δ̓ οὖν ὅμως γινομένην ἀνέχεσθαι: εἶναι γὰρ οὐ προφητικὸν οὔτε ἐπιχειρεῖν οὔτε παρεῖναι ταῖς τοιαῖσδε πράξεσιν, ἀλλὰ τὸ μαντικὸν τούτοις μὲν ἐκ θυσιῶν ἐννόμων καὶ εὐχῶν καθαρῶν παραγίνεσθαι, τοῖς δὲ βεβήλοις καὶ
p.177
περὶ γῆν τῷ ὄντι καὶ σώματα νεκρῶν εἰλουμένοις οὕτως ὡς τὴν Αἰγυπτίαν ὁρᾶν ἡ τοῦ καιροῦ περίπτωσις ἐνδέδωκε.

καὶ ἔτι λέγοντος ὁ νεκρός, οἷον ἐκ μυχοῦ τινὸς ἢ σπηλαίου φαραγγώδους βαρύ τι καὶ δυσηχὲς ὑποτρίζων, ἐγὼ μέν, ἔφη, σοῦ τὰ πρῶτα ἐφειδόμην, ὦ μῆτερ, καὶ παρανομοῦσαν εἰς τὴν ἀνθρωπείαν φύσιν καὶ τοὺς ἐκ μοιρῶν θεσμοὺς ἐκβιαζομένην καὶ τὰ ἀκίνητα μαγγανείαις κινοῦσαν ἠνεχόμην: σώζεται γὰρ ἡ περὶ τοὺς φύντας αἰδώς, ἐφ̓ ὅσον οἷόν τε, καὶ ἐν τοῖς ἀποιχομένοις: ἀλλ̓ ἐπειδὴ καὶ ταύτην ἀναιρεῖς τὸ κατὰ σαυτὴν καὶ ἐλαύνεις, οὐκ ἀθεμίτοις μόνον τὴν ἀρχὴν ἐπιχειρήσασα ἀλλ̓ ἤδη καὶ εἰς ἄπειρον τὸ ἀθέμιτον ἐπεξάγουσα, οὐκ ὀρθοῦσθαι μόνον καὶ νεύειν ἀλλὰ καὶ φθέγγεσθαι σῶμα νεκρὸν ἐκβιαζομένη, κηδείας μὲν τῆς ἐμῆς ἀμελοῦσα καὶ ταῖς λοιπαῖς ἐπιμίγνυσθαι ψυχαῖς ἐμποδίζουσα, χρείας δὲ μόνης γενομένη τῆς σῆς, ἄκουε ταῦθ̓ ἃ πάλαι σοι μηνύειν ἐφυλαττόμην. οὔτε ὁ παῖς σοι περισωθεὶς ἐπανήξει, οὔτε αὐτὴ τὸν ἀπὸ ξίφους ἐκφεύξῃ θάνατον, ἀλλ̓ οἷα δὴ τὸν σαυτῆς βίον ἐν οὕτως ἀθέσμοις πράξεσι καταναλώσασα, τὴν ἀποκεκληρωμένην πᾶσι τοῖς τοιούτοις βιαίαν οὐκ εἰς μακρὰν ὑποστήσῃ τελευτήν: ἥτις πρὸς τοῖς ἄλλοις οὐδὲ ἐπὶ σαυτοῦ τὰ οὕτως ἀπόρρητα καὶ σιγῇ καὶ σκότῳ φυλαττόμενα μυστήρια δρᾶν ὑπέμεινας, ἀλλ̓ ἤδη καὶ ἐπὶ μάρτυσι τοιούτοις τὰς τῶν κειμένων ἐξορχῇ τύχας, ἑνὶ μὲν προφήτῃ — καὶ τοῦτο μὲν ἔλαττον: σοφὸς γὰρ τὰ τοιαῦτα σιγῇ πρὸς τὸ ἀνεκλάλητον ἐπισφραγίσασθαι, καὶ ἄλλως θεοῖς φίλος: τοὺς γοῦν παῖδας εἰς τὸν δἰ αἵματος ἀγῶνα ξιφήρεις καθισταμένους καὶ μονομαχήσειν μέλλοντας ἀποκωλύσει τε καὶ παύσει φανείς, εἴπερ ἐπισπεύσειεν. ἀλλ̓ ὃ δὴ βαρύτερον, ὅτι καὶ κόρη τις τῶν ἐπ̓ ἐμοὶ γίνεται

p.178
θεωρὸς καὶ πάντων ἐπακροᾶται, γύναιον ὑπ̓ ἔρωτος σεσοβημένον, καὶ πᾶσαν ὡς εἰπεῖν ἐρωμένου τινὸς ἐπὶ γῆν ἕνεκεν ἀλώμενον, ᾧ μετὰ μυρίους μὲν μόχθους μυρίους δὲ κινδύνους, γῆς ἐπ̓ ἐσχάτοις ὅροις, τύχῃ σὺν λαμπρᾷ καὶ βασιλικῇ συμβιώσεται.

τούτων εἰρημένων ὃ μὲν ἔκειτο καταρραγείς, ἡ γραῦς δὲ συνεῖσα τοὺς ξένους εἶναι τοὺς κατασκόπους, ὡς εἶχε σχήματος, ξιφήρης τε καὶ ἐμμανὴς ἐπ̓ αὐτοὺς ἵεται, καὶ κατὰ πᾶν μέρος τῶν κειμένων ἐφέρετο, τοῖς νεκροῖς ἐγκεκρύφθαι αὐτοὺς ὑποπτεύουσα, γνώμην δὲ ποιουμένη διαχρήσασθαι, εἰ ἀνεύροι, ὡς ἐπιβούλως τε καὶ πρὸς ἐναντίου τοῖς αὐτῆς μαγγανεύμασι κατασκόπους γεγενημένους, ἕως ἀπερίσκεπτον ὑπὸ θυμοῦ τὴν κατὰ τοὺς νεκροὺς ἔρευναν ποιουμένη, ἔλαθεν ὠρθωμένῳ κλάσματι δόρατος κατὰ τοῦ βουβῶνος περιπαρεῖσα.