Aethiopica

Heliodorus of Emesa

Heliodorus of Emesa, Heliodori Aethiopicorum libri decem, Bekker, Teubner, 1855

ἀπῄειν κατηφὴς τούτων ἀκούσας, καὶ παντοίας ἔστρεφον παῤ ἐμαυτῷ βουλάς, ἕως ἐκ ταὐτομάτου μοι πάλιν ἐντυχὼν ὁ ἔμπορος καὶ περὶ τῶν αὐτῶν διαλεγόμενος σκέμματός τινος ἐνδόσιμον παρεῖχεν. ἀποκρύπτων γὰρ τῶν παρὰ τοῦ Τυρρηνοῦ μηνυθέντων ἅπερ ἐβουλόμην, ἐκεῖνο μόνον τὸ μέρος ἐξέφαινον, ὡς ἁρπάσαι τις τῶν ἐγχωρίων διανοεῖται τὴν κόρην, πρὸς ὃν οὐκ ἔστιν ἀξιόμαχος ἀντιτάξασθαι. ἐγὼ δὲ σοὶ μᾶλλον ἄν, ἔφην, ἑλοίμην αὐτὴν κατεγγυῆσαι διά τε τὴν προϋπάρχουσαν γνῶσιν διά τε τὴν περιουσίαν, καὶ πρὸ πάντων ὅτι τὴν ἡμετέραν οἰκεῖν, εἰ τοῦ γάμου τύχοις, ἔφθης ἐπαγγελλόμενος: ὥστε εἴ σοι πάντως φίλον, σπουδαστέον ἡμῖν τὸν ἐνθένδε ἀπόπλουν, πρίν τι καὶ πρὸς τὸ ἀκούσιον προληφθῆναι παθόντας. ὑπερήσθη τούτων ἀκούσας, καὶ εὖ γε ὦ πάτερ ἔφη, καὶ ἅμα ἐφίλει προσιὼν τὴν κεφαλήν. ἐπυνθάνετό τε πότε ἀνάγεσθαι κελεύοιμι: καὶ γὰρ εἰ μηδέπω τῆς ὥρας εἶναι τὰ πλόιμα, ἀλλ̓ ὑπάρχειν μεταστησαμένους εἰς ἕτερον ὅρμον ἐπιβουλῆς τε ἐκτὸς γενέσθαι τῆς ὑπονοουμένης καὶ τὸ ἀκριβὲς τοῦ ἔαρος περιμεῖναι. οὐκοῦν, ἔφην, εἰ δὴ μέλλει τὸ ἐμὸν ἰσχύειν πρόσταγμα, τῆς ἐρχομένης ἂν βουλοίμην ἀποπλεῦσαι νυκτός. καὶ ὃ μέν οὕτω γενήσεται εἰπὼν ἀπεχώρει, ἐγὼ δὲ οἴκαδε ἐλθὼν πρὸς μὲν τὸν Τυρρηνὸν οὐδὲ ἕν, πρὸς δὲ τοὺς παῖδας ἔφραζον

p.144
ὡς μεθ̓ ἑσπέραν βαθεῖαν αὖθις ἐπιβαίνειν δεήσει τῆς ὁλκάδος. τῶν δὲ τὸ αἰφνίδιον θαυμαζόντων καὶ τὴν αἰτίαν πυνθανομένων, ὑπερεθέμην εἰσαῦθις ἐρεῖν, νῦν δὲ οὕτω πραχθῆναι συμφέρειν ἔλεγον.

ἐπεὶ δὲ δείπνου πρὸς ὀλίγον μεταλαβόντες εἰς ὕπνον ἐτράπημεν, ὄναρ μοί τις πρεσβύτης ἐφαίνετο, τὰ μὲν ἄλλα κατεσκληκώς, ἐπιγουνίδα δὲ λείψανον τῆς ἐφ̓ ἡλικίας ἰσχύος ἀνεσταλμένου τοῦ ζώματος ὑποφαίνων, κυνῆν μὲν τῆς κεφαλῆς ἐπικείμενος, ἀγχίνουν δὲ ἅμα καὶ πολύτροπον περισκοπούμενος, καὶ οἷον ἐκ πληγῆς τινὸς μηρὸν σκάζοντα παρέλκων. πλησιάσας δή μοι καὶ σεσηρός τι μειδιάσας, ὦ θαυμάσιε, ἔφη, σὺ δὴ μόνος ἐν οὐδενὸς λόγου μέρει τέθεισαι τὰ καθ̓ ἡμᾶς, ἀλλὰ πάντων ὅσοι δὴ τὴν Κεφαλλήνων παρέπλευσαν, οἶκόν τε τὸν ἡμέτερον ἐπισκεψαμένων καὶ δόξαν γνῶναι τὴν ἡμετέραν ἐν σπουδῇ θεμένων, αὐτὸς οὕτως ὀλιγώρως ἔσχηκας ὡς μηδὲ τοῦτο δὴ τὸ κοινὸν προσειπεῖν, ἐκ γειτόνων καὶ ταῦτα οἰκοῦντα. τοιγάρ τοι τούτων ὑφέξεις οὐκ εἰς μακρὰν τὴν δίκην καὶ τῶν ὁμοίων ἐμοὶ παθῶν αἰσθήσῃ, θαλάττῃ τε ἅμα καὶ γῇ πολεμίοις ἐντυγχάνων. τὴν κόρην δὲ ἣν ἄγεις, παρὰ τῆς ἐμῆς γαμετῆς πρόσειπε: χαίρειν γὰρ αὐτῇ φησί, διότι πάντων ἐπίπροσθεν ἄγει τὴν σωφροσύνην, καὶ τέλος αὐτῇ δεξιὸν εὐαγγελίζεται. ἀνηλάμην ὑπὸ τῆς ὄψεως παλλόμενος. καὶ τοῦ Θεαγένους ὅ τι πέπονθα ἐρομένου, τάχα, ἔφην, ὠψίσθημεν τῆς ἀναγωγῆς, καὶ τεθορύβημαι ἀφυπνίσας πρὸς τὴν ἔννοιαν. ἀλλ̓ αὐτός τε ἀνίστω καὶ τὰ ὄντα συσκευάζου, τὴν Χαρίκλειάν τε ἐγὼ μετελεύσομαι. παρῆν ἡ παῖς ἐμοῦ τοῦτο σημήναντος. καὶ ὁ Τυρρηνὸς αἰσθόμενος διανέστη καὶ τὸ γινόμενον ἐπυνθάνετο. κἀγώ, τὸ μὲν γινόμενόν ἐστιν, ἔλεγον, ἡ σὴ συμβουλή: διαδρᾶναι πειρώμεθα τοὺς ἐπιβουλεύοντας. σὺ δὲ αὐτός

p.145
τε σώζοιο πρὸς τῶν θεῶν, ἀνδρῶν βέλτιστος περὶ ἡμᾶς γεγενημένος, καὶ τήνδε δίδου τελευταίαν χάριν: θῦε διαπλεύσας εἰς Ἰθάκην ὑπὲρ ἡμῶν Ὀδυσσεῖ, καὶ αἴτει τῆς μήνιδος ἀνεῖναι τῆς καθ̓ ἡμῶν, ἣν ἀγανακτεῖν, ὡς παρεωραμένος, τῆσδέ μοι τῆς νυκτὸς ἐπιφανεὶς ἐξηγόρευσεν. ἐπηγγέλλετο ποιήσειν οὕτω, καὶ ἄχρι τῆς νεὼς παρέπεμπεν, ἐπιδακρύων τε πλεῖστα, καὶ τὸν πλοῦν ἡμῖν ἀπήμονά τε γενέσθαι καὶ κατὰ νοῦν ἐπευχόμενος.

τί δεῖ μηκύνοντα ἐνοχλεῖν; ἄρτι φωσφόρου διαλάμψαντος ἀνηγόμεθα, πολλὰ μὲν τῶν ναυτῶν τὴν πρώτην ἐναντιουμένων, τέλος δὲ πρὸς τοῦ Τυρίου τοῦ ἐμπόρου πεισθέντων, λῃστρικὴν προαγορευθεῖσαν ἔφοδον διαδιδράσκειν εἰπόντος. καὶ ὃ μὲν ἐλάνθανε τὰ ὄντα ὡς πλάσμα λέγων, ἡμεῖς δὲ πνεύμασι βιαίοις χρησάμενοι, ζάλης τε ἀπροσμάχου καὶ κλύδωνος ἀφράστου πειραθέντες, ἀπολέσθαι τε παρὰ μικρὸν ἐλθόντες, εἰς ἄκραν τινὰ Κρητικὴν προσωκείλαμεν, τῶν τε πηδαλίων θάτερον ἀποβαλόντες καὶ τῆς κεραίας τὸ πλεῖστον συντρίψαντες. ἐδόκει οὖν, ἐπισκευῆς τε ἕνεκεν τῆς ὁλκάδος καὶ ἡμῶν αὐτῶν ἀναλήψεως, ἡμέρας τινὰς ἐπιμεῖναι τῇ νήσῳ. καὶ τούτων οὕτω γενομένων, ὁ πλοῦς ἡμῖν αὖθις παρηγγέλλετο πρώτην ἡμέραν τῆς σεληναίας μετὰ τὴν πρὸς ἥλιον σύνοδον ἐπιλαμπούσης. καὶ ἀναχθέντες ἤδη ζεφύρων ἐαρινῶν ὑπηχούντων ἐφερόμεθα νύκτα τε καὶ ἡμέραν, ἐπὶ τὴν Λιβύων γῆν τοῦ κυβερνήτου τὴν ὁλκάδα χειραγωγοῦντος. ἔφασκε γὰρ ἐνδέχεσθαι μὲν εὐθυβόλως καὶ διαμπὰξ περαιωθῆναι τὸ πέλαγος τοῦ πνεύματος ἐπιτρέποντος, ἐπείγεσθαι δὲ λαβέσθαι τινὸς ἠπείρου καὶ ὅρμου, πειρατικὸν εἶναι τὸ ἐκ πρύμνης ἀναφαῖνον ἀκάτιον ὑφορώμενος. ἐξ οὗ γάρ, ἔφη, τῆς Κρητικῆς ἤραμεν ἄκρας, ἕπεται κατ̓ ἴχνος

p.146
καὶ ἀπαραλλάκτως μεταθέει τὸν ἡμέτερον πλοῦν, ὥσπερ τῆς αὐτῆς ὁρμῆς ἐξηρτημένον: ἐφώρασά τε πολλάκις συμπαραφερόμενον, ἐμοῦ τὴν ναῦν ἐξεπίτηδες ἔστιν ὅτε τοῦ εὐθέος. παρατρέποντος.

τούτων οἳ μὲν ἐδήχθησαν εἰρημένων, καὶ πρὸς ἄμυναν εὐτρεπίζεσθαι παρῄνουν: οἳ δὲ ὀλιγώρως εἶχον, ἔθος εἶναι φάσκοντες ἐν τοῖς πελάγεσιν ἕπεσθαι ταῖς ὑπερόγκοις ναυσὶ τὰς βραχυτέρας, ὥσπερ ὑπὸ πλείονος ἐμπειρίας ὁδηγουμέναις. ἔτι τούτων ἐπὶ θάτερα γυμναζομένων, ἦν μὲν ἤδη τῆς ἡμέρας ὅτε ἀρότρου βοῦν ἐλευθεροῖ γηπόνος, ὁ δὲ ἄνεμος τῆς ἄγαν φορᾶς ὤκλαζε, καὶ κατ̓ ὀλίγον ἐνδιδοὺς ἄπρακτός τε καὶ μαλακὸς τοῖς ἱστίοις ἐνέπιπτε, καὶ σοβῶν μᾶλλον ἢ προωθῶν τὴν ὀθόνην τέλος καὶ εἰς γαλήνην ἐξενικήθη, καθάπερ τῷ ἡλίῳ συγκαταδυόμενος, ἢ ἀληθέστερον εἰπεῖν, τοῖς ἐπιδιώκουσιν ὑπηρετούμενος. οἱ γὰρ κατὰ τὴν ἄκατον, ἕως μὲν ἡμῖν ὁ πλοῦς ὑπήνεμος ἠνύετο, μακρῷ τῆς ὁλκάδος, ὡς τὸ εἰκός, ἀπελείποντο, μείζοσι τοῖς ἱστίοις πλέον τὸ πνεῦμα δεχομένης: ἐπειδὴ δὲ τὴν θάλασσαν ἐστόρεσεν ἡ γαλήνη καὶ τὰς κώπας ἡ χρεία παρεκάλει, θᾶττον ἡμῖν ἢ ὥστε εἰπεῖν ἐπέστησαν, ἅτε οἶμαι πρόσκωποί τε πάντες οἱ ἐμπλέοντες, καὶ κοῦφον ἀκάτιον καὶ πρὸς εἰρεσίαν εὐπειθέστερον ἐλαύνοντες.

ἤδη δὲ πλησιαζόντων ἀνέκραγέ τις τῶν συνεμβεβηκότων ἀπὸ τῆς Ζακυνθίων, τοῦτο ἐκεῖνο, ἄνδρες, ἀπολώλαμεν: πειρατικὸς ὁ στόλος: Τραχίνου γνωρίζω τὴν ἄκατον. ἐσείσθη πρὸς τὴν ἀγγελίαν ἡ ὁλκάς, ἔν τε γαλήνῃ κλύδωνος ἐμπέπληστο, θορύβοις ὀλολυγμοῖς διαδρομαῖς καταιγιζομένη, τῶν μὲν εἰς τὰ κοῖλα τῆς νεὼς καταδυομένων, τῶν δὲ πρὸς μάχην ἐπὶ τῶν ἰκρίων ἀλλήλοις παρακελευομένων, τῶν δὲ εἰς τὸ σκάφος τὸ ὑπηρετικὸν ἅλλεσθαι καὶ διαδρᾶναι βουλευομένων, ἕως ἐν

p.147
τῷ μέλλειν καὶ ἄκοντας αὐτοὺς προλαβὼν ἔστησεν ὁ πόλεμος, τῷ προστυχόντι πρὸς ἄμυναν ὁπλίσας. ἐγὼ δὲ καὶ ἡ Χαρίκλεια τῷ Θεαγένει περιφύντες ὅλον ἐνθουσιῶντα πρὸς τὴν μάχην καὶ ζέοντα μόλις ἐπείχομεν, ἣ μὲν ἵνα μηδὲ παρὰ τὸν θάνατον, ὡς ἔφασκε, χωρίζοιτο, ξίφει δὲ ἑνὶ καὶ πληγῇ μιᾷ τοῦ πάθους ὁμοίου κοινωνήσειεν, ἐγὼ δὲ ὡς Τραχῖνον εἶναι τὸν ἐπιόντα ἔγνων, συνοῖσον πρὸς τὰ μέλλοντά τι προμηθούμενος. ὅπερ δὴ καὶ γενέσθαι συνέβη. πλησιάσαντες γὰρ οἱ λῃσταὶ καὶ ἐγκάρσιοι παρελαύνοντες, ἀποπειρώμενοί τε εἴ πως ἀναιμωτὶ γένοιντο ἐγκρατεῖς τῆς ὁλκάδος, ἔβαλλον μὲν οὐδέπω, τοῖς δὲ εἰς κύκλον περίπλοις οὐδαμοῦ προβαίνειν ἐπέτρεπον, ἐῴκεσάν τε πολιορκοῦσι καὶ τὴν ναῦν ἐξ ὁμολογίας ἑλεῖν ἐσπουδακόσι. καὶ ὦ δυσδαίμονες ἔφασαν, τί δή ποτε μαίνεσθε, καὶ πρὸς οὕτως ἄμαχον καὶ ὑπερφέρουσαν ἰσχὺν ἐναντίας αἰρόμενοι χεῖρας προῦπτον ἀναρριπτεῖτε θάνατον; ἔτι φιλανθρωπευόμεθα ὑμᾶς: ἐπιτρέπομεν εἰς τὸ ἐφόλκιον εἰσβῆναι καὶ σώζειν ἑαυτούς, εἰ βούλεσθε. οἳ μὲν ταῦτα προύτεινον, οἳ δὲ ἐπὶ τῆς ὁλκάδος, ἕως μὲν ἀκίνδυνον μάχην καὶ πόλεμον ἀναίμακτον ἠγωνίζοντο, θρασεῖς τε ἦσαν καὶ οὐκ ἂν ἔφασαν ἐκστῆναι:

ἐπεὶ δέ τις τῶν λῃστῶν ὁ τολμηρότατος ἐναλόμενος εἰς τὴν ναῦν, καὶ παίων τῷ ξίφει τοὺς προστυχόντας, φόνῳ καὶ θανάτῳ κρίνεσθαι τὸν πόλεμον ἐδίδαξεν, ἐφήλαντο δὲ καὶ οἱ λοιποὶ πάντες, τότε δὴ μετεμέλοντο οἱ Φοίνικες, καὶ προσπεσόντες ἀπέχεσθαι σφῶν ἱκέτευον ἐφ̓ ᾧ τε τὰ προσταχθησόμενα ποιήσειν. οἳ δέ, καίπερ ἤδη φονῶντες ʽαἵματος γὰρ ὄψις φρονήματος γίνεται στόμωσισ̓, ἐκ προστάγματος τοῦ Τραχίνου παῤ ἐλπίδα πᾶσαν ἐφείδοντο τῶν ὑποπεσόντων. ἐγίνετο δὲ ἄσπονδος ἐκεχειρία καὶ πόλεμος ἔργοις ὁ χαλεπώτατος, εἰρήνης ὀνόματι νόθῳ παραλυόμενος,

p.148
συνθήκης βαρυτέρας πλέον ἢ τῆς μάχης ὁριζομένης: σὺν ἑνὶ γὰρ χιτωνίσκῳ τῆς ὁλκάδος ἐξίστασθαι προηγορεύετο, καὶ θάνατος τῷ παραβαίνοντι διηπειλεῖτο. ἀλλ̓ ἔστιν, ὡς ἔοικεν, ἀνθρώποις ψυχὴ πάντων προτιμότερον: δἰ ἣν καὶ τότε οἱ Φοίνικες ἐλπίδος πλούτου τῆς νεὼς ἀποσυλώμενοι, καθάπερ οὐ στερούμενοι κερδαίνειν δὲ μέλλοντες, ὅστις πρότερος τὸν ἕτερον φθάσας ἐπιβαίη τοῦ σκάφους ἠπείγοντο, θᾶττον ἐν τῷ βεβαίῳ τοῦ περιεῖναι γενέσθαι πᾶς τις ἁμιλλώμενος.

ἐπεὶ δὲ καὶ ἡμεῖς τῷ δόγματι πειθόμενοι παρῄειμεν, ὁ Τραχῖνος τῆς Χαρικλείας ἐπιλαβόμενος, οὐδέν, ἔφη, πρὸς σὲ ὅδε ὁ πόλεμος, ὦ φιλτάτη, ἀλλὰ διὰ σὲ γεγένηται καὶ σοὶ πάλαι καὶ ἐξ οὗ γε ἀπολελοίπατε τὴν Ζακυνθίων ἕπομαι, τοσοῦτον ἕνεκα σοῦ καὶ πέλαγος καὶ κίνδυνον ἀναδεξάμενος. ὥστε θάρσει, καὶ ἴσθι δέσποινα σὺν ἡμῖν τῶνδε ἁπάντων ἐσομένη. ταῦτα ἐκεῖνος μὲν ἔλεγεν, ἣ δέ ʽἔστι γάρ τι χρῆμα σοφώτατον, καιρὸν διαθέσθαι δραστήριος, ἅμα δέ τι καὶ τῆς ἐμῆς ὑποθήκης ἀνύουσἀ τὸ κατηφὲς τῶν περιεστηκότων τοῦ βλέμματος ἀποσκευασαμένη καὶ πρὸς τὸ ἐπαγωγότερον ἐκβιασαμένη, ἀλλὰ θεοῖς μέν, ἔφη, χάρις τοῖς τὰ φιλανθρωπότερα περὶ ἡμῶν ἐπὶ νοῦν τὸν σὸν ἄγουσιν, εἰ δὲ βούλει με τῷ ὄντι θαρροῦσαν καὶ ἔχειν καὶ μένειν, πρώτην, ἔφη, δίδου ταύτην αἴσθησιν τῆς σῆς εὐνοίας: ἀδελφὸν τουτονὶ τὸν ἐμὸν καὶ πατέρα περίσωζε, μηδὲ ἐπίτρεπε τὴν ναῦν ἀπολιπεῖν, ὡς οὐκ ἔστιν ὅπως βιώσομαι τούτων χωριζομένων. καὶ ἅμα λέγουσα τοῖς γόνασι προσέπιπτε, καὶ εἴχετο ἐπὶ πλεῖστον ἱκετεύουσα, τοῦ Τραχίνου ταῖς περιπλοκαῖς ἐντρυφῶντος καὶ τὴν ὑπόσχεσιν ἐπίτηδες παρέλκοντος. ὡς δὲ ὑπό τε τῶν δακρύων πρὸς οἶκτον ἤγετο καὶ ὑπὸ τῶν βλεμμάτων πρὸς τὸ ὑπήκοον ἐδουλοῦτο, τὴν κόρην ἀναστήσας, τὸν

p.149
μὲν ἀδελφόν, ἔφη, δωροῦμαί σοι καὶ μάλα χαίρων ʽὁρῶ γὰρ νεανίσκον ἀνδρίας ἀνάμεστον καὶ βίῳ τῷ ἡμετέρῳ συντελεῖν ἐπιτήδειον̓, ὅδε δὲ ὁ πρεσβύτης ἄχθος μὲν τὴν ἄλλως, εἰς δὲ χάριν μόνην τὴν σὴν παρέστω.

τούτων καὶ λεγομένων καὶ γινομένων, ὁ μὲν ἥλιος ἀκριβῶς εἰς δυσμὰς περιελθὼν τὸ μεταίχμιον ἡμέρας καὶ νυκτὸς. σκιόφως ἀπετέλεσεν, ἡ θάλασσα δὲ αἰφνίδιον ἐτραχύνετο, τάχα μὲν τροπὴν ἐκ τοῦ καιροῦ λαβοῦσα, τάχα δέ που καὶ τύχης τινὸς βουλήματι μεταβληθεῖσα, καὶ βόμβος ἀνέμου κατιόντος ἠκούετο, καὶ ὅσον οὔπω πνεῦμα λάβρον τε καὶ βίαιον αὐτόθεν ἐμπεσὸν ἀπροσδοκήτου θορύβου τοὺς λῃστὰς ἐνεπεπλήκει, τὴν μὲν ἰδίαν ἄκατον ἀπολιπόντας, κατὰ δὲ τὴν ὁλκάδα πρὸς τῇ διαρπαγῇ τοῦ φόρτου καταληφθέντας, ὅπῃ τε χρήσονται τῷ μεγέθει τῆς νεὼς ἀπείρως ἔχοντας. τοιγάρτοι πᾶν μὲν ναυτιλίας μέρος ὑπὸ τοῦ προστυχόντος ἐσχεδιάζετο, τέχνην δὲ ἄλλος ἄλλην αὐτοδίδακτος ἐθρασύνετο, τῶν μὲν τὰ ἱστία τεταραγμένως ἀνιμώντων, τῶν δὲ τοὺς κάλως ἀπείρως κατανεμόντων: καὶ ὃ μέν τις τὴν πρῷραν ἀδοκίμαστος ἐκληροῦτο, ὃ δὲ τὴν πρύμναν εἶχε καὶ τοὺς αὐχένας. οὐχ ἥκιστα γοῦν ἡμᾶς εἰς τὸν ἔσχατον τῶν κινδύνων ἐνέβαλεν οὐ τὸ βίαιον τοῦ κλύδωνος ʽοὔπω γὰρ ὁλοσχερῶς ἐτετάρακτὀ ἀλλὰ τὸ ἄτεχνον τοῦ κυβερνῶντος, ἀντισχόντος μὲν ἐφ̓ ὅσον ἡμερινοῦ φωτὸς ἀπαύγασμα περιέλαμπεν, ἀπειπόντος δὲ τοῦ σκότους ἐκνικήσαντος. ἤδη δὲ βαπτιζομένων καὶ καταδῦναι μικρὸν ἀπολειπόντων, ἐπεχείρουν τὴν πρώτην ἔνιοι τῶν λῃστῶν εἰς τὴν ἰδίαν αὐτῶν μετεισβαίνειν ἄκατον, ἔπειτα ἐπεῖχον, ὑπό τε τοῦ κλύδωνος ἐκκρουόμενοι καὶ τοῦ Τραχίνου πείθοντος ὡς μυρίοις σκάφεσιν εὐπορωτέροις ἐξέσται γενέσθαι τὴν ὁλκάδα καὶ τὸν ἐνόντα πλοῦτον διασώζουσι. καὶ τέλος καὶ τὸ

p.150
καλώδιον ἐξ οὗ τῆς νεὼς ἤρτητο διέκοψεν, ἄλλον χειμῶνα τοῦτον ἐφέλκεσθαι σφᾶς διατεινόμενος, καὶ ἅμα καὶ τοῦ μέλλοντος ἀσφαλοῦς προνοεῖν ὑφηγούμενος: εἶναι γὰρ ὕποπτον ἀμφοτέραις προσπλεῦσαί ποι ταῖς ναυσί, τῶν ἐμπλευσάντων θατέρᾳ πάντως ἐπιζητηθησομένων. ἐδόκει τε εἶναι πιθανὸς καὶ δυοῖν δἰ ἑνὸς τὸ παρὸν εὐδοκιμεῖν, βραχείας ῥαστώνης αἰσθομένων ἐξ οὗ τὴν ἄκατον ἐχώρισεν, οὐ μὴν παντάπασι τῶν δεινῶν ἀπαλλαγέντων, ἀλλὰ τρικυμίαις τε ἐπαλλήλοις ἐλαυνομένων καὶ πολλὰ τῆς νεὼς ἀποβαλλόντων καὶ κινδύνου πᾶν εἶδος ὑφισταμένων, ἕως ἐκείνης τε τῆς νυκτὸς μόλις διαδραμούσης καὶ πρὸς τῆς ἐχομένης ἡμέρας περὶ δείλην ἀκτῇ τινὶ κατὰ τὸ στόμιον τοῦ Νείλου τὸ Ἡρακλεωτικὸν προσωκείλαμεν καὶ γῆς Αἰγυπτίας ἀβουλήτως οἱ δυσδαίμονες ἐπιβαίνομεν, οἱ μὲν ἄλλοι χαίροντες, ἡμεῖς δὲ ἀνιώμενοι, καὶ πολλὰ τῆς σωτηρίας τὴν θάλατταν ὀνειδίζοντες ὡς ἀνυβρίστου θανάτου φθονήσασαν καὶ φοβερωτέρᾳ γῇ καὶ προσδοκίᾳ παραδοῦσαν, ἀθέσμοις βουλήμασι λῃστῶν ἐκκειμένους. οἷα γὰρ καὶ ἐπεχείρουν, οὔπω σχεδὸν τῆς γῆς ἐπιβεβηκότες οἱ ἀλιτήριοι. χαριστήρια δῆθεν Ποσειδῶνι θύειν βούλεσθαι φήσαντες, οἶνον μὲν Τύριον καὶ ἄλλ̓ ἄττα τῆς νεὼς ἐξεκόμιζον, βοσκήματα δὲ ἐκ τῶν πέριξ χωρίων τοὺς ὠνησομένους ἀπέστελλον, ἀργύριόν τε ὅσον πλεῖστον ἐγχειρίσαντες, καὶ τίμημα τὸ πρῶτον αἰτούμενον διδόναι κελεύσαντες.

ὡς δὲ ἐκεῖνοί τε τάχιστα παρῆσαν, ὅλην προβάτων καὶ συῶν ἀγέλην ἐλαύνοντες, οἵ τε κατὰ χώραν μείναντες ὑποδεξάμενοι πυράν τε ἐξῆπτον καὶ τὰ θύματα δείραντες ηὐτρέπιζον τὴν εὐωχίαν, ὁ Τραχῖνος ἰδίᾳ με καὶ τῶν ἄλλων εἰς ἀνήκοον παραλαβών, ὦ πάτερ, ἔφη, θυγατέρα τὴν σὴν ἐμαυτῷ γαμετὴν ἐμνηστευσάμην, καὶ

p.151
τοὺς γάμους, ὡς ὁρᾷς, ἑστιᾶν μέλλω τήμερον, ἑορτῶν τὴν ἡδίστην θυσίᾳ τῇ τῶν θεῶν ἐπισυνάπτων. ὅπως οὖν μὴ αὐτός τε ἀνήκοος στυγνότερον συμποσιάζῃς, ἥ τε παῖς διὰ σοῦ μαθοῦσα δέξηται χαίρουσα τὸ ἐσόμενον, ἐδικαίωσα προειπεῖν σοι τὴν ἐμαυτοῦ γνώμην, οὐ βεβαιωθῆναι παρὰ σοῦ ταύτην βουλόμενος ʽἔχω γάρ μοι κατεγγυῶσαν τὸ βούλημα τὴν ἐξουσίαν̓ ἀλλ̓ αἴσιον ἄλλως καὶ εὐπρεπὲς δοκιμάζων εὐπειθεστέραν ηὐτρεπίσθαι τὴν νύμφην, διὰ τοῦ φύντος προμαθοῦσαν τὸν γάμον. ἐπῄνουν τὰ εἰρημένα, καὶ χαίρειν ἐνεδεικνύμην, τοῖς τε θεοῖς χάριν ὁμολογεῖν ἥτις μεγίστη, τοῖς ἄνδρα τὸν δεσποτεύοντα τῆς θυγατρὸς ἀποφήνασιν.

ἀποχωρήσας τε μικρόν, καί τινα τῶν πρακτέων ἔννοιαν ἐπ̓ ἐμαυτοῦ φροντίσας, ἐπανελθὼν ἱκέτευον σεμνότερον τελεσθῆναι τὰ δρώμενα, καὶ θάλαμον ἀποφῆναι τῇ κόρῃ τὴν ὁλκάδα, ἐπεισιέναι μηδένα μηδὲ διοχλεῖν κελεύσαντα, ὡς ἂν καὶ κόσμου τοῦ νυμφικοῦ καὶ τῆς ἄλλης τημελείας καὶ εὐπρεπείας ἐπιμεληθῆναι κατὰ καιρὸν ἐγγένοιτο: καὶ γὰρ ἂν εἴη πάντων ἀτοπώτατον τὴν εὐγενείᾳ καὶ πλούτῳ κομῶσαν καὶ τὸ μέγιστον Τραχίνου γαμετὴν ἐσομένην μηδὲ ἀφ̓ ὧν ἔξεστιν ἁβρύνεσθαι, εἰ καὶ τὰ λαμπρότερα τῆς γαμηλίου πομπῆς ὁ καιρὸς ἡμᾶς καὶ ὁ τόπος ἀφῄρηται. διεχεῖτο πρὸς ταῦτα ὁ Τραχῖνος, καὶ χαίρων οὕτω πράξειν ἐπηγγέλλετο. καὶ προσέταξεν αὐτίκα πάντα κομισαμένους ὧν χρῄζοιεν, τοῦ λοιποῦ τῇ νηὶ μὴ πλησιάζειν. καὶ οἳ μὲν τὰ ἐντεταλμένα ἔπραττον: ἐξεφόρουν τραπέζας κρατῆρας τάπητας παραπετάσματα, Σιδωνίων ἔργα χειρῶν καὶ Τυρίων, τἆλλα οἷς δεῖπνον ὑπηρετεῖται πάντα ἀφειδῶς, καὶ ἐπὶ τῶν ὤμων ἀκόσμως ἐξετίθεντο, πλοῦτον ὃν πολλοὶ πόνοι καὶ φειδωλοὶ συνήθροισαν, ἀσώτῳ συμποσίῳ τῆς τύχης ἐνυβρίσαι παραδούσης. ἐγὼ δὲ τὸν Θεαγένην παραλαβὼν

p.152
καὶ παρὰ τὴν Χαρίκλειαν ἐλθών, εὑρών τε δεδακρυμένην, ὦ θύγατερ ἔφην, εἰωθότα μέν σοι καὶ οὐ ξένα: θρηνεῖς δ̓ οὖν ὅμως ἃ καὶ πρότερον, ἤ τι καινότερον; ἣ δὲ πάντα μὲν ἔφη, πρὸ πάντων δὲ τὰ προσδοκώμενα καὶ τὴν ἐμοὶ Τραχίνου πολεμίαν εὔνοιαν, ἣν εἰκὸς ἐκείνῳ τὸν καιρὸν ἐπιτεῖναι: φιλεῖ γὰρ εὐημερία παράλογος ὕβρεως ἔργα προκαλεῖσθαι. Τραχῖνος μὲν οὖν καὶ ὁ Τραχίνου στυγητὸς ἔρως οἰμώξεται, θανάτου μοι προλήψει περιγραφησόμενος: ἐμὲ δὲ ἥ τε σὴ ἔννοια καὶ ἡ Θεαγένους, εἰ πρὸ τοῦ τέλους χωρισθήσομαι, πρὸς θρήνους κατήγαγε. τὰ ὄντα, ἔφην, εἰκάζεις: ὁ γὰρ Τραχῖνος εἰς γάμον τὸν αὑτοῦ τε καὶ σὸν ἀπὸ τῆς θυσίας μεταποιεῖ τὴν εὐωχίαν, ἐμοί τε ὡς πατρὶ τὴν βουλὴν ἐξηγόρευσεν, εἰδότι μὲν αὐτοῦ καὶ πάλαι τὴν ἐπὶ σοὶ μανιώδη κίνησιν, ἐξ ὧν ὁ Τυρρηνός μοι κατὰ τὴν Ζακυνθίων διείλεκτο, σιωπῶντι δὲ πρὸς ὑμᾶς, ὡς ἂν τοῖς μέλλουσιν ἀλγεινοῖς μὴ προκάμνοιτε τὰς γνώμας, ἐνδεχόμενον καὶ διαδρᾶναι τὴν ἐπιβουλήν. ἐπεὶ δὲ ὦ παῖδες πρὸς τοῦτο μὲν ὁ δαίμων ἀντέπραξεν, ἐν αὐτοῖς δὲ τοῖς δεινοῖς ἐμβεβήκαμεν, φέρε τι γενναῖον καὶ ἀπότομον ἐγχειρήσαντες ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρήσωμεν, ἢ τὸ εἶναι γενναίως καὶ ἐλευθέρως κατορθώσαντες, ἢ τὸ τεθνάναι σωφρόνως καὶ ἀνδρείως κερδήσαντες.

ὡς δὲ ποιήσειν ὅ τι ἂν κελεύω καθυπέσχοντο, ὑποθέμενος τὸ πρακτέον ἐκείνους μὲν ἀπολείπω διασκευαζομένους, ἐπὶ δὲ τὸν δευτερεύοντα Τραχίνου λῃστήν ʽἐκαλεῖτο δέ, οἶμαι, Πέλωροσ̓ ἀφικόμενος ἔχειν τι φράζειν αὐτῷ κερδαλεώτατον ἔλεγον. ἐκείνου δὲ ἑτοίμως ὑπακούσαντος καὶ οὗ μηδεὶς ἀκροάσεται παραγαγόντος, ἀκούοις ἄν, ἔφην, ὦ τέκνον, ἐπιτετμημένως: τὸ γὰρ στενὸν τοῦ καιροῦ πολυλογίαν οὐκ ἐπιδέχεται. ἐρᾷ

p.153
σου θυγάτηρ ἡ ἐμή. καὶ θαυμαστὸν οὐδέν: ἡττήθη τοῦ βελτίονος. ὑφορᾶται δὲ τὸν λῄσταρχον ὡς εἰς γάμον παρασκευάζοντα τὸ συμπόσιον: καὶ γάρ τι καὶ τοιοῦτο ἐνέφηνεν, εὐπρεπέστερον αὐτὴν κοσμηθῆναι προστάξας. ὅρα δὴ πῶς ἂν τοῦτο διακρούσαιο καὶ σαυτῷ μᾶλλον τὴν παῖδα περιποιήσαιο: φησὶ γὰρ ἀποθανεῖσθαι πρότερον ἢ Τραχίνῳ γαμηθήσεσθαι. καὶ ὃς θάρσει ἔφη: πάλαι γάρ τοι καὶ αὐτὸς τῇ κόρῃ προσπεπονθὼς ἐφοδίου λαβέσθαι τινὸς ηὐχόμην, ὥστε ἢ παραχωρήσει μοι Τραχῖνος ἑκὼν εἰς τὰ πρωτεῖα τῆς νύμφης, ἃ χρεωστοῦμαι προεμβάτης τῆς ὁλκάδος γεγονώς, ἢ πικρόγαμος ἔσται, πρὸς τῆσδε τῆς δεξιᾶς ἃ προσήκει παθών. ἀπέτρεχον τούτων ἀκούσας ὡς μή τινα ἐγγενέσθαι ὑπόνοιαν, καὶ τοὺς παῖδας ἥκων ἐθάρρυνον, ὁδῷ βαδίζειν τὴν σκέψιν εὐαγγελιζόμενος.

ἐδειπνοῦμεν ὀλίγον ὕστερον. καὶ ὅτε διαβεβρεγμένους ἤδη καὶ πρὸς τὸ ὑβριστικώτερον παραφερομένους ᾐσθόμην, ἠρέμα πρὸς τὸν Πέλωρον ʽἐκείμην δὲ αὐτοῦ πλησίον ἐπιτηδεύσασ̓ εἶδες, ἔφην, ὅπως ἡ κόρη κεκόσμηται; τοῦ δὲ οὐδαμῶς εἰπόντος, καὶ μὴν ἔξεστιν, εἶπον, ἰδεῖν αὐτήν, εἰ λάθρᾳ παρέλθοις εἰς τὴν ναῦν: οἶσθα γὰρ ὡς καὶ τοῦτο διεκώλυσεν ὁ Τραχῖνος. αὐτὴν τὴν Ἄρτεμιν ὄψει προκαθημένην. ἀλλ̓ ὅπως τὸ παρὸν θεάσῃ σωφρόνως, μὴ σαυτῷ τε κἀκείνῃ θάνατον προξενήσῃς. ὃ δὲ μηδὲν μελλήσας, ὥς τινος τῶν ἀναγκαίων ἐπείγοντος, ἀνίσταται, καὶ λαθὼν εἰστρέχει τε εἰς τὴν ὁλκάδα, καὶ ἰδὼν τὴν Χαρίκλειαν δάφνης τε φέρουσαν ἐπὶ τῆς κεφαλῆς στέφανον καὶ χρυσοϋφεῖ στολῇ καταυγάζουσαν ʽτὴν γὰρ ἐκ Δελφῶν ἱερὰν ἐσθῆτα ἠμφίεστο ὡς ἢ νικητήριον ἢ ἐντάφιον ἐσομένην̓ καὶ τἆλλα περὶ αὐτὴν φαιδρυνόμενα καὶ σχῆμα παστάδος ἀπομιμούμενα, διακαίεται, ὡς εἰκός, τῇ θέᾳ, πόθου τε ὁμοῦ καὶ

p.154
ζήλου προσπεσόντων. καὶ δῆλος ἦν αὐτόθεν ἐπανήκων ἀπὸ τοῦ βλέμματος ἐμμανές τι διανοούμενος. οὔπω γὰρ σχεδόν τι κατακλινείς, ἐγὼ δέ, ἔφη, τὸ γέρας τὸ προεμβατήριον τίνος ἕνεκεν οὐχὶ κομίζομαι; ὅτι, ἔφη Τραχῖνος, οὐκ ᾔτησας. ἀλλ̓ οὐδὲ νέμησις οὐδέπω προυτέθη τῶν εἰλημμένων. καὶ ὅς, οὐκοῦν αἰτῶ τὴν κόρην τὴν αἰχμάλωτον. τοῦ Τραχίνου δέ παῤ αὐτὴν ὃ βούλει λάμβανε εἰπόντος, ὁ Πέλωρος ὑπολαβών, καταλύεις οὖν τὸν νόμον τὸν λῃστρικόν, ὃς τῷ πρώτῳ ἐπιβάντι νηὸς πολεμίας καὶ τὸν ὑπὲρ πάντων ἀγῶνα προκινδυνεύσαντι τὴν κατὰ βούλησιν ἐκλογὴν ἀπένειμεν. οὐ τοῦτον, εἶπεν ὁ Τραχῖνος, ὦ βέλτιστε, καταλύω, ἀλλ̓ ἑτέρῳ νόμῳ διισχυρίζομαι, τοὺς ὑπηκόους εἴκειν τοῖς ἄρχουσι κελεύοντι. πέπονθα δή τι πρὸς τὴν κόρην, καὶ γαμετὴν ἐμαυτῷ λαμβάνων προτιμηθῆναι δικαιῶ: σὺ δὲ εἰ μὴ τὸ κελευόμενον πράττοις, οὐκ εἰς μακρὰν οἰμώξῃ, τῷδε τῷ κρατῆρι βαλλόμενος. ὁ δὲ Πέλωρος ἀπιδὼν εἰς τοὺς παρόντας, ὁρᾶτε, ἔφη, τἀπίχειρα τῶν πόνων; οὕτω καὶ ὑμῶν ἕκαστος τοῦ γέρως ποτὲ στερηθήσεται καὶ τοῦ τυραννικοῦ τούτου νόμου πειραθήσεται.

τί ἦν ἰδεῖν τὸ ἐντεῦθεν, ὦ Ναυσίκλεις; θαλάττῃ προσείκασας ἂν τοὺς ἄνδρας αἰφνιδίῳ σπιλάδι κατασεισθέντας: οὕτως ἄλογός τις ὁρμὴ πρὸς ἄφραστον αὐτοὺς ἤγειρε τάραχον, ἅτε οἴνῳ καὶ θυμῷ κατόχους γεγενημένους.

οἳ μὲν γὰρ ὡς τοῦτον οἳ δ̓ ὡς ἐκεῖνον ἀποκλίναντες. οἳ μὲν αἰδεῖσθαι τὸν ἄρχοντα, οἳ δὲ μὴ καταλύεσθαι τὸν νόμον ἐθορύβουν. καὶ τέλος ὁ μὲν Τραχῖνος ἐπανετείνετο ὡς τῷ κρατῆρι πατάξων τὸν Πέλωρον, ὃ δέ ʽπροπαρεσκεύαστο γάῤ ἐγχειριδίῳ φθάνει διελαύνων τὸν μαζόν. καὶ ὃ μὲν ἔκειτο καιρίᾳ βεβλημένος, τοῖς λοιποῖς δὲ ἄσπονδος ἐκτέτακτο πόλεμος,

p.155
ἔπαιόν τε συμπεσόντες ἀλλήλους ἀφειδῶς, οἳ μὲν ὡς ἐπαμύνοντες τῷ ἄρχοντι, οἳ δὲ ὡς τοῦ Πελώρου σὺν τῷ δικαίῳ προασπίζοντες. καὶ ἦν οἰμωγὴ μία ξύλοις λίθοις κρατῆρσι δαλοῖς τραπέζαις βαλλόντων καὶ βαλλομένων. ἐγὼ δὲ ὡς πορρωτάτω χωρίσας ἐμαυτόν, ἐπί τινος λόφου θέαν ἀκίνδυνον ἐμαυτῷ κατένεμον. οὐ μὴν οὐδὲ Θεαγένης ἀπόλεμος ἦν, οὐδὲ ἡ Χαρίκλεια. τὰ γὰρ συγκείμενα πράττοντες, ὃ μὲν ξιφήρης θατέρῳ τὰ πρῶτα μέρει συνεμάχει, παντάπασιν ἐνθουσιῶντι προσεοικώς, ἣ δὲ ὡς συνερρωγότα τὸν πόλεμον εἶδεν, ἀπὸ τῆς νεὼς ἐτόξευεν εὔσκοπά τε καὶ μόνου τοῦ Θεαγένους φειδόμενα. καὶ ἔβαλλεν οὐ καθ̓ ἓν τῆς μάχης μέρος, ἀλλ̓ ὅντινα πρῶτον ἴδοι, τοῦτον ἀνήλισκεν, αὐτὴ μὲν οὐχ ὁρωμένη, ἀλλὰ ῥᾳδίως πρὸς τὴν πυρκαϊὰν τοὺς ἐναντίους κατοπτεύουσα, τῶν δὲ ἀγνοούντων τὸ κακόν, καὶ δαιμονίους εἶναι τὰς πληγὰς ἐνίων ὑπονοούντων, ἕως τῶν ἄλλων πεσόντων μόνος ὁ Θεαγένης ὑπελείφθη τῷ Πελώρῳ μονομαχῶν, ἀνδρὶ τὰ πάντα γενναίῳ καὶ φόνοις ἐγγεγυμνασμένῳ παμπόλλοις, οὐδὲν οὐδὲ τῆς Χαρικλείου τοξείας ἐπαμύνειν ἔτι δυναμένης, ὠδινούσης μὲν εἰς τὴν βοήθειαν, δεδοικυίας δὲ τὴν ἀποτυχίαν αὐτοσχεδίου καὶ ἐν χερσὶ τῆς μάχης αὐτοῖς ὠθουμένης. οὐ μὴν εἰς τέλος γε ἀντέσχεν ὁ Πέλωρος. ὡς γὰρ ἀποροῦσα πρὸς τὴν ἐνεργὸν συμμαχίαν ἡ Χαρίκλεια λόγον ἐπίκουρον τῷ Θεαγένει διετόξευσεν, ἀνδρίζου φίλτατε ἐμβοήσασα, ἐνταῦθα ἤδη μακρῷ τὸν Πέλωρον ὑπερεῖχεν ὁ Θεαγένης, ὥσπερ ἰσχὺν αὐτῷ καὶ θάρσος τῆς φωνῆς διακονούσης, καὶ ὅτι τῆς μάχης περίεστι τὸ ἔπαθλον μηνυούσης. ἐγείρας γὰρ τὸ φρόνημα πολλοῖς ἤδη τοῖς τραύμασι πεπιεσμένον, ἐφήλατό τε τῷ Πελώρῳ, καὶ τῇ κεφαλῇ τὸ ἐγχειρίδιον ἐπιβαλὼν τῆς μὲν ἀπέτυχεν, ἐκείνου μικρὸν ἀποκλίναντος, ἄκρον δὲ τὸν ὦμον παραξέσας,
p.156
τὴν χεῖρα κατὰ τὴν συμβολὴν τοῦ ἀγκῶνος ἀπέτεμε. κἀκ τούτου δὴ ὃ μὲν ἐτράπη πρὸς φυγήν, ὃ δὲ ἐδίωκεν.

καὶ τὰ μὲν ἄλλα τῶν μετὰ ταῦτα οὐκ ἔχω λέγειν, πλὴν ὅτι γε ἐμὲ μὲν ἔλαθεν ἐπανελθών, ἐγκαταμείναντα τῷ λόφῳ καὶ οὐ θαρρήσαντα τῆς νυκτὸς ἐπιμῖξαι χωρίῳ πολεμουμένῳ, τὴν Χαρίκλειαν δὲ οὐδαμῶς. ἀλλ̓ εἶδον ἡμέρας γενομένης τὸν μὲν ἴσα καὶ νεκρῷ προκείμενον, τὴν δὲ προσκαθημένην καὶ θρηνοῦσαν, καὶ βούλεσθαι μὲν ἐπισφάττειν ἑαυτὴν ἐνδεικνυμένην, ὑπὸ δὲ ὀλίγης ἐλπίδος τοῦ τάχ̓ ἂν καὶ περιγενέσθαι τὸν νεανίσκον ἐπεχομένην. οὐδὲ ἔφθην ὁ δυσδαίμων εἰπεῖν τι καὶ μαθεῖν, οὐδὲ ἐπικουφίσαι παραμυθίᾳ τὴν συμφοράν, οὐδὲ τὰ ἐνδεχόμενα ἐπιμεληθῆναι, τὰ ἐκ θαλάττης κακὰ τῶν ἐκ γῆς ἀδιαστάτως διαδεξαμένων: ἄρτι γὰρ ἐμοῦ, καὶ ὅτε ἡμέραν εἶδον, τὸν λόφον κατιόντος λῃστρικὸν Αἰγυπτίων πλῆθος ἐκ τοῦ ὑπερτείνοντος ὄρους, ὡς ἐῴκει, κατέτρεχεν, εἶχέ τε ἤδη τοὺς νέους, καὶ ἀπῆγε μικρὸν ὕστερον, ὅσα φέρειν ἠδύνατο τῆς νεὼς ἐπικομιζόμενον, ἐγὼ δὲ τὴν ἄλλως πόρρωθεν εἱπόμην, ὀδυρόμενος τὰς ἐμαυτοῦ τε κἀκείνων τύχας, οὔτε δὲ ἐπαμύνειν ἔχων οὔτε ἐπιμίγνυσθαι δοκιμάζων, εἰς ἐπικουρίας ἐλπίδα ἐμαυτὸν ταμιευόμενος. οὐ μὴν ἐπήρκεσά γε, πόθεν; ἀπολειφθεὶς μὲν τότε, τοῦ γήρως ἐμποδίσαντος ἐν τοῖς ὀρθίοις μέρεσι συνεκδραμεῖν τοῖς Αἰγυπτίοις, ἐπὶ δὲ τοῦ παρόντος εἰς τὴν ἀνεύρεσιν τέως τῆς θυγατρὸς θεῶν μὲν εὐμενείᾳ σῇ δὲ ὦ Ναυσίκλεις εὐνοίᾳ χρησάμενος, αὐτὸς δὲ οὐδὲν ἐρανισάμενος, θρήνων δὲ μόνων τῶν ἐπ̓ αὐτοῖς καὶ ὀδυρμῶν ἀφθονίαν χαριζόμενος.

ἐπὶ τούτοις ἐδάκρυε μὲν αὐτός, ἐδάκρυον δὲ οἱ παρόντες, καὶ εἰς θρῆνον ἡδονῇ τινὶ σύγκρατον μετεβέβλητο

p.157
τὸ συμπόσιον ʽἐπίφορον γάρ τι πρὸς δάκρυον οἶνοσ̓, ἕως ὁ Ναυσικλῆς ἐπιθαρρύνων τὸν Καλάσιριν, ὦ πάτερ, ἔφη, σὺ δὲ εἰς τὸ ἑξῆς γοῦν εὔθυμος εἶναι, τὴν μὲν θυγατέρα ἤδη τήνδε κεκομισμένος, τὸν παῖδα δὲ ἰδεῖν ὑπὸ τῆς νυκτὸς μόνης εἰργόμενος: εἰς ἕω γὰρ ἀφιξόμεθα πρὸς τὸν Μιτράνην, καὶ πάντα τρόπον λύσασθαί σοι τὸν ἄριστον Θεαγένην πειρασόμεθα. βουλοίμην ἄν, εἶπεν ὁ Καλάσιρις. νῦν δέ, ὥρα γὰρ διαλύειν τὸ συμπόσιον, μνήμη τοῦ δαιμονίου γινέσθω, καὶ τὰς λυτηρίους τις σπονδὰς περιαγέτω.

ἐκ τούτου περιήγοντο μὲν αἱ σπονδαί, διελύετο δὲ τὸ συμπόσιον. ὁ Καλάσιρις δὲ τὴν Χαρίκλειαν ἐσκοπεῖτο. καὶ ὡς τὴν πάροδον τοῦ πλήθους παρατηρῶν οὐκ ἐφεύρισκεν, ὀψέ τινος γυναίου φράσαντος εἰς τὸ ἄδυτον παρελθὼν καταλαμβάνει τοῖς ἴχνεσι τοῦ ἀγάλματος προσπεφυκυῖαν, καὶ εὐχῆς τε μακρᾷ παρολκῇ καὶ λύπης προσβολῇ πρὸς ὕπνον βαθὺν ὀλισθήσασαν. ἐπιδακρύσας οὖν ὀλίγα, καὶ πρὸς τὰ βελτίονα τρέψαι τὰ κατ̓ αὐτὴν ἱκετεύσας τὸν θεόν, ἡσυχῇ τε ἀφυπνίσας, ἦγεν εἰς τὴν καταγωγήν, ἐρυθριῶσαν, ὡς ἐφαίνετο, διότι λάθοι πρὸς τοῦ ὕπνου κεκρατημένη.

καὶ ἣ μὲν εἰς τὴν γυναικωνῖτιν χωρισθεῖσα, σὺν τῷ θυγατρίῳ τε τοῦ Ναυσικλέους κατακλινεῖσα, τὰς παρούσας ἀγρυπνίᾳ διετίθετο φροντίδας: