Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(83)προστιθέμενα δὲ σὺν ὕδατι ῥοῦν ἵστησιν· ὑποκιστίδος χύλισμα, ῥοὸς βυρσοδεψικῆς ὁμοίως, βαλαύστιον λεῖον, αἰγὸς σὺν λιβανωτῷ — δεῖ δὲ ἐνειλεῖν ἐρίῳ καὶ προστιθέναι —,

τέφρα κληματίνη ὑλιστὴ προστεθεῖσα, Ἀχίλλειος πόα, βάλανοι δρύιναι λεῖαι, ἰὸς σιδήρου, λιβανωτὸς καὶ ὁ φλοιὸς αὐτοῦ, λευκογραφίς, Λυσιμάχειος πόα, λύκιον σὺν γάλακτι, μανδραγόρου σπέρμα λεῖον μετὰ θείου ἀπύρου, μελίλωτον, πολύγονον καὶ ὁ χυλὸς αὐτοῦ, κηκῖδος τὸ ἐντὸς μετὰ λιβάνου καὶ ὕδατος, καρύου βασιλικοῦ τὸ ἐντὸς καὲν καὶ μιγὲν στύμματι.