Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(82)ἵστησιν δὲ ῥοῦν πινόμενα μετ’ οἴνου· γλυκυσίδης κόκκοι πυρροὶ ι′ ἢ ιβ′ σὺν οἴνῳ, ὑποκιστίδος χυλός, πευκεδάνου ὀπός, συμφύτου πετραίου φύλλα καὶ ὁ καρπός, στατικὴ πόα καὶ λαχανευομένη ὡς προσόψημα, βάτου ἀφέψημα καὶ χύλισμα βαλαυστίου 〈ἢ〉 ἀκακίας, σχοίνου τῆς ῥίζης ἀφέψημα καὶ χύλισμα, γῆ Σαμία μετὰ βαλαυστίου, ἐλάτης μυρεψικῆς ἀπόζεμα,

ἐλάφου κέρας κεκαυμένον μετ’ ὀξυκράτου, Ἰδαίας ῥίζα ἢ τὰ φύλλα, κλυμένου χύλισμα, λευκογραφίς, λίθος αἱματίτης σὺν χυλῷ ῥοᾶς, Λυσιμάχειος πόα καὶ ὁ χυλὸς αὐτῆς, λωτοῦ τοῦ δένδρου πρισμάτων ἀπόζεμα ἐκλειχόμενον·

λίθου ὀστρακίτου 〈· α′ μετ’ οἴνου, μήκωνος μελαίνης σπέρμα σὺν οἴνῳ ἤ σὺν μέλιτι [καὶ ὁ καρπὸς αὐτῆς], μυρίκης φλοιὸς λεῖος καὶ ὁ καρπὸς αὐτῆς, ὀξυακάνθου ὁ καρπὸς τῶν ἐν αὐτῷ ἐριωδῶν ἐπιμελῶς ἀποκαθαρθέντων καὶ ῥιφέντων — τραχύνει γὰρ τὴν ἀρτηρίαν —, πολυγόνου χυλὸς ἢ ἀρνογλώσσου ὁμοίως, πρίνου τοῦ φλοιοῦ ἀπόζεμα, πυτία λαγωοῦ, ῥοὸς βυρσοδεψικῆς χυλός, ῥόδων ἄνθος σὺν ὀξυκράτῳ, στεμφύλων ἀφέψημα.