Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(78)ἀταράχως δὲ τὰ ὑπομένοντα ἐπισπᾶται· κυκλαμίνου ῥίζα σὺν μέλιτι καὶ ὁ χυλός· φασὶ δέ τινες ὅτι, κἂν ὑπερβῇ τὴν ῥίζαν τῆς κυκλαμίνου γυνὴ ἔγκυος, ἐκτιτρώσκει. ὁμοίως καὶ τὴν καλουμένην πόαν ὄνοσμα ἱστοροῦσιν ὅτι γυνή, ἐὰν ὑπερβῇ ἔγκυος ἢ γεύσηται, ἐκτιτρώσκει· σάμψουχος, λινόζωστις σὺν μέλιτι, πήγανον σὺν σμύρνῃ καὶ ᾠῷ, κράμβης χυλὸς μετὰ αἰρίνου ἀλεύρου, κονύζης χυλός, ὀποπάναξ καὶ ἡ ῥίζα ὡς κολλούριον, σιδηρίτιδος τῆς Ἡρακλείας τὰ φύλλα, σκόρδιον, στύραξ.

ἄγει δὲ καὶ μᾶλλον ἔμβρυα ἀγχούσης ῥίζα, Ἀρτεμισία ἀναλημφθεῖσα ὡς κολλούριον σὺν δαφνίσιν ἢ σμύρνῃ ἢ ἴριδι ἢ σύκῳ ἢ νίτρῳ, καὶ ὁ ἁπαλὸς δὲ βλαστὸς αὐτῆς προστεθείς· βρυωνίας τῆς ῥίζης ὁ χυλὸς προστεθεὶς ἐν ἐρίῳ, Γεντιανῆς ῥίζα ξυσθεῖσα ὡς κολλούριον, δικτάμνου 〈· α′ μετὰ μέλιτος, δρακοντίου ῥίζα σὺν ὀξυκράτῳ, ἶρις, σμύρνα σὺν ἀψινθίου ἢ θέρμων ἀποβρέγματι ἢ πηγάνου χυλῷ·