Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(78)προστιθέμενα δὲ ἔμμηνα ἄγει καὶ τὰ ἐκ τόκων καὶ ἔμβρυα· οἴσυπος ἐν ἐρίῳ οἰσυπηρῷ προστεθεὶς ἐπὶ ἡμέρας γ′, ἄκινος καὶ τὸ σπέρμα αὐτῆς, μανδραγόρου ῥίζα ξυσθεῖσα ὡς κολλούριον καὶ προστεθεῖσα, ἐλλέβορος μέλας καὶ λευκός, κνίδης φύλλα μετὰ σμύρνης λεῖα, ἄμωμον, ἀμύγδαλα ἢ ἀμυγδάλινον 〈ἔλαιον〉 σὺν οἴνῳ, ἀνεμώνη λεία, ἀριστολοχεία μετὰ σμύρνης, βδέλλιον, δαφνίδες λεῖαι, ἐλατήριον σὺν μέλιτι, ἐρυθροδάνου

ῥίζα ὁμοίως·

ἡμεροκαλλοῦς ῥίζα, ἡλιοτροπίου τοῦ σκορπιούρου φύλλα, θέρμινον ἄλευρον μετὰ σμύρνης καὶ μέλιτος, θρίδακος ἀγρίας ὀπός, ἱππομαράθου ῥίζα, κασσία σὺν μέλιτι, κάλαμος ἀρωματίτης ὁμοίως· καλαμίνθης φύλλα, χαλβάνη, Κενταυρείου τοῦ μεγάλου ῥίζης ὁ χυλὸς ἢ ἡ ῥίζα, κισσοῦ κόρυμβοι λεῖοι καὶ ὁ μόσχος μέλιτι χρισθεὶς ἄγει γενναίως ἔμβρυα, κινάμωμον σὺν σμύρνῃ, κόστος ὁμοίως, κρίνου ῥίζα ἑφθὴ σὺν ῥοδίνῳ.