Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(77)ἐπιτεταμένως δὲ ἄγει, ὥστε καὶ ἔμβρυα ἐκτινάσσειν πινόμενα σὺν οἴνῳ ἢ μελικράτῳ, ὥσπερ εἴρηται· πρασίου χυλὸς ἐπὶ ἡμέρας γ′ καὶ τὸ ἀπόζεμα, περικλυμένου καρπός, πηγάνου ἀγρίου σπέρμα, πτέρεως ῥίζα, βρυωνίας ῥίζης 〈· β′ μεθ’ ὕδατος — ταράσσει δὲ τὴν διάνοιαν —, Ἀμμωνιακοῦ 〈· α′, σαγαπηνὸν ὁμοίως, ὀπὸς ἢ ὀπόφυλλον σὺν σμύρνῃ καὶ πεπέρει, ὀποπάναξ ὁμοίως·

ἀναγύρου φύλλα καὶ τὰ τεθνηκότα ἄγει, ἀσφοδέλου ῥίζα, ἄρου σπέρμα, βολβοὶ σὺν ἁπαλοῖς φύλλοις δάφνης, δικτάμνου 〈· α′, καὶ τὰ τεθνηκότα δὲ ἐκτινάσσει σὺν

οἴνῳ· δρακοντίου ἀφέψημα τῶν ῥίζῶν· τούτου δὲ καὶ 〈ἡ〉 ὀσμὴ τῶν φύλλων κατὰ τὴν ἄνθησιν ἐπὶ τῶν ἀρτισυλλήπτων φθόριός ἐστιν· θηλυπτερίδος ῥίζα, θλάσπι, χαλβάνη, λευκοίου σπέρματος 〈· β′ ἐν ὕδατι·

σέσελι σὺν οἴνῳ καθ’ ἡμέραν πινόμενον, καρδαμίνη σὺν οἴνῳ, πήγανον καὶ τὸ σπέρμα αὐτοῦ ὁμοίως, καστόριον μετὰ γλήχωνος ἀποζέματος, σχοῖνος· ἀναισθήτως δὲ ὀλισθάνει ἔμβρυα, ἐὰν ᾠὸν σὺν τῷ ὀστράκῳ θερμάνας καὶ καταχρίσας κεδρίαν, καὶ πάλιν θερμάνας καὶ καταχρίσας, καὶ τὸ αὐτὸ τρίτον ποιήσας δῷς ῥοφῆσαι, ἢ φελλὸν πεπισσωμένον παλαιὸν ἐκ κεραμίου καύσας 〈καὶ〉 λεῖον ἐπιπάσας ἐν οἴνῳ ὁμοίως δῷς πιεῖν.

ποιεῖ δὲ καὶ καππάρεως ὁ ἐκ τῶν ἀπίων καρπὸς πλῆθος 〈· β′ σὺν οἴνῳ ἢ τῆς ῥίζης ὁμοίως, Κενταυρείου 〈τοῦ〉 λεπτοῦ χυλός, κεδρίδες λεῖαι, κέστρου τῶν φύλλων 〈· α′, κιρκαίας ῥίζα ἀποβρεχθεῖσα ἐν γλυκεῖ, κινάμωμον ποθέν, κλινοποδίου ἀπόζεμα, κρήθμου καρπὸς καὶ ἡ ῥίζα ἑψηθέντα ἐν οἴνῳ, κισσανθέμου καρποῦ 〈· α′ ἐν οἴνῳ·

κυπαρίσσου πρίσματα, κύπερος, λαπάθου ἀγρίου ῥίζα, λογχῖτις πόα ἐν οἴνῳ ἑψηθεῖσα, καρδάμου σπέρμα, μανδραγόρου σπέρματος 〈· α′ σὺν οἴνῳ, μελανθίου 〈· α′, ὀξυμυρσίνης ῥίζα ἑψηθεῖσα ἐν οἴνῳ, σαμψούχου σπέρμα, κύπρου σπέρμα, σίνων, τόρδιλον, τραγορίγανον, χαμαίδρυος ἀφέψημα, χαμαίπιτυς σὺν μέλιτι, γῆς ἔντερα ξηρὰ πινόμενα· ποιεῖ καὶ σύκων τῶν φύλλων τὸ ἀφέψημα.