Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(75)ἄγει δὲ ἔμμηνα καὶ λόχια ἐπιεικῶς πινόμενα ἀπυρέτοις μετ’ οἴνου, πυρέσσουσι σὺν μελικράτῳ ἢ ὕδατι· ξιφίου ῥίζα, οἰνάνθης πόας καρπὸς καὶ τὰ φύλλα καὶ ὁ καυλός, ὀρεοσελίνου ῥίζα καὶ ὁ καρπός, οὖρον λυγγός, σίνηπυ λεῖον καταπασθὲν ὡς ἄλφιτον, πάνακος φύλλα, Ἀσκληπιαδείου καρπὸς καὶ τὰ ἄνθη·

περικλυμένου φύλλα, πετροσέλινον, πράσου χυλὸς καὶ τὸ πράσον ἐσθιόμενον, ἀμπελόπρασον, ῥάφανος ἐσθιομένη, ἄρου ῥίζα ἑφθὴ ὁμοίως, σελίνου ἀπόζεμα καὶ τὸ σπέρμα, σκόρδιον σὺν οἴνῳ πινόμενον, μυττωτὸν τὸ ἐκ σκορόδων ἐσθιόμενον,

στάχυος φύλλα σὺν οἴνῳ πινόμενα, σταφυλίνου ἀγρίου σπέρμα, στοιχάδος ἀφέψημα ἐφ’ ἡμέρας γ′ πινόμενον νήστεσιν.

(76)μᾶλλον δὲ ἄγει πινόμενα ὁμοίως ἀγαρικόν, ἄγνου σπέρμα μετὰ γλήχωνος ἢ πεπέρεως, ἀδίαντον, νάρδος ἀγρία, ἀριστολοχείας ῥίζα σὺν σμυρνίῳ, λελίσφακος, σφονδυλίου ῥίζα καὶ σπέρμα, λιβανωτίδος ῥίζα, σεσέλεως ῥίζα καὶ ὁ καρπός, τραγοριγάνου ἀφέψημα, ἱππομαράθου σπέρμα καὶ ῥίζα, κνίδης τῶν φύλλων ἀφέψημα μετὰ σμύρνης, δαμασωνίου ῥίζα, ἄμωμον, ἀνθεμίδος ῥίζα καὶ τὰ φύλλα·

σπύραθοι αἴγειαι μετά τινος τῶν ἀρωματικῶν, Ἀρτεμισία, ἄσφαλτος, ἀψίνθιον ὠμοτριβὲς σὺν Κελτικῇ νάρδῳ, βουνίου ῥίζα καὶ τῶν καυλῶν τὸ χύλισμα· βακχάριδ〈ος φύλλ〉ων καὶ τῆς ῥίζης τὸ ἀφέψημα ἐν ὕδατι, βράθυος φύλλα, γλήχωνος ἀπόζεμα, γλυκυσίδης ῥίζα, γλυκυρρίζης ἀπόζεμα ἢ χυλός, δάφνης Ἀλεξανδρίνης ῥίζα, δαφνοειδές, ἶρις, Ἑλενίου ἀφέψημα, ἑλιχρύσου ὁμοίως, ἑρπύλλου ὁμοίως·

ὀποῦ συκῆς ὀλίγον μετ’ ᾠοῦ ῥοφητοῦ, ἐρέβινθος ἐσθιόμενος καὶ τὸ ἀφέψημα πινόμενον, ἠρύγγης ῥίζα, θύμον ἢ θύμβρα ἀποζεσθέντα, ἱπποσελίνου ῥίζα καὶ ὁ καρπός, ἱππομαράθου ὁμοίως, κασσία, καρδάμωμον, ὑπερικόν, 〈σιλφίου〉 καυλὸς καὶ ῥίζα.