Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(38) φθισικοῖς δὲ ἁρμόζει ποτά· ἀγαρικοῦ ὀβολοὶ δύο

μετὰ γλυκέος, ἀκάνθου τοῦ παιδέρωτος ῥίζαι μετὰ μελικράτου, ἀρνογλώσσου χυλὸς καὶ ἡ πόα ἐσθιομένη ἑφθή, ἀρκίου ῥίζης 〈· α′ μετὰ ὕδατος καὶ στροβίλων μ′ πινομένη, γάλα γυναικεῖον θηλαζόμενον ἢ αἴγειον ἢ προβάτειον ἢ βόειον πινόμενον, δαφνίδες λεῖαι σὺν μέλιτι ἐκλειχόμεναι·

ἐρυσίμου σπέρμα φωκτὸν σὺν μέλιτι ἢ πτισάνης χυλῷ καθεψηθέν, θαψίας ῥίζης ὀποῦ ὀβολοὶ δύο πινόμενοι μετὰ οἴνου ἢ ἐν ἑψήμασιν ἢ ἑψητοὶ λαμβανόμενοι, καρκίνοι σὺν τῷ ζωμῷ ἑφθοὶ ἐσθιόμενοι, βάτραχοι ὁμοίως, κραταιογόνου ῥίζα σὺν μέλιτι, μυρρίδος ῥίζα μετὰ ῥοφήματος· πίσσης ὑγρᾶς κυάθου πλῆθος ἐκλειχόμενον, πράσου χυλὸς ἢ πράσιον ἐκλειχόμενον, ῥᾶ σὺν ὕδατι, ἐλάφου στέαρ νεαρὸν καθεψηθὲν ἐν ῥοφήματι, βούτυρον σὺν μέλιτι ἑφθόν.