Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

ἀνύει δὲ καὶ τὰ πρὸς τοὺς περιπνευμονικοὺς ἀναγεγραμμένα, καὶ ταῦτα δέ· στρόβιλος ὅλος νέος σὺν τῇ περὶ αὐτὸν ῥητίνῃ θλασθεὶς ἐπιμελῶς καὶ ἑψηθεὶς ἐν γλυκεῖ — καλλίων δὲ ὁ σκυβελίτης ἀντὶ τοῦ γλυκέος — καθ’ ἑκάστην ἡμέραν λαμβανόμενος· ἢ γλήχων σὺν μέλιτι, κάρδαμον φωκτὸν ὁμοίως·

θύμος, θύμβρα, ὕσσωπον ἀποζεσθέντα σὺν ὕδατι, χαλβάνη ἀντὶ καταποτίου, ἄλευρον κυάμινον μετὰ δρακοντίου ῥίζης ἢ ἀμυγδάλων ἐν ῥοφήματι λείων 〈ἢ〉 σὺν μέλιτι ἐκλειχόμενον· ὄρχεως τῆς σαραπιάδος ἡ ῥίζα πινομένη, πίσσα ὑγρὰ σὺν μέλιτι ἐκλειχομένη, σαγαπηνὸν σὺν μελικράτῳ, σκορδίου ῥίζα ὁμοίως καὶ τοῦ καρποῦ 〈· α′ σὺν οἴνῳ.