Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(161)γύψου δὲ ποθείσης ποιεῖ γάλα· ἐμείτω δὲ 〈αὐτό〉· ἔλαιον σὺν μελικράτῳ ἢ σύκων ἀφεψήματι, κονία συκίνη σὺν οἴνῳ, ὀρίγανον σὺν κονίᾳ ἢ ὄξει, μολόχης ἀπόζεμα.

(162)πρὸς δὲ τοὺς λιθάργυρον πιόντας ποιεῖ ἄκρατος πολὺς διδόμενος σὺν ἀψινθίῳ, σελίνου σπέρμα, ὑπερικόν, ὕσσωπον σὺν οἴνῳ, σμύρνης % ὁρμίνου σπέρμα, σελίνου ἀγρίου σπέρμα σὺν οἴνῳ, λειμώνιον καὶ σέλινον καὶ ἀγρίων περιστερῶν κόπρος ξηρὰ δοθεῖσα μετὰ νάρδου.