Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(160)πρὸς δὲ μύκητας ποιεῖ ἀλεκτορίδων ἄφοδος σὺν ὀξυκράτῳ, ἀριστολοχείας 〈· α′ μετ’ οἴνου, κονία 〈ἡ〉 ἐκ κλημάτων ἢ ἐξ ἀχράδος τοῦ δένδρου ποθεῖσα, καὶ συνεψόμενα δὲ τοῖς μύκησιν αἱ ἀχράδες καὶ τὰ φύλλα αἴρουσι τὸ πνιγῶδες αὐτῶν· ἀψίνθιον μετ’ ὄξους, μέλι ἐκλειχόμενον καὶ πινόμενον

σὺν ὕδατι, μελισσόφυλλον σὺν νίτρῳ, νίτρον ἢ κονία ἢ ἅλες σὺν ὄξει·

ἀχράδες ἐσθιόμεναι, ἀμαράκινον πινόμενον, ἄκρατος πινόμενος, πάνακος Ἀσκληπιαδείου ῥίζα καὶ καρπός, πήγανον σὺν ὄξει, τρὺξ οἴνου κεκαυμένη καὶ ὠμὴ πινομένη μεθ’ ὕδατος, ῥάφανος ἐσθιομένη [χαλκοῦ ἄνθος σὺν ὄξει], κάρδαμον ἢ νᾶπυ. ἄκρως δὲ ποιεῖ τὸ τοῦ χαλκοῦ ἄνθος σὺν ὄξει, πυρακάνθου ῥίζα σὺν ὄξει.