Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(99) μελαίνας δὲ ποιεῖ τὰς τρίχας σμώμενα· κηκῖδος ἀπό βρεγμα καὶ χαλκάνθου καὶ σιδίων, καὶ ἀκακίας χύλισμα τὸ ἐκ τῶν κερατίων καὶ φύλλων τῆς ἀκάνθης, καὶ 〈ὁ〉 ἐκ τοῦ πεπείρου αὐτῆς σπέρματος χυλὸς ἐγχριόμενος· βάτου φύλλα ἑψηθέντα καὶ σμώμενα, καὶ ὁ καρπὸς δὲ πέπειρος ἑψηθεὶς σὺν ἐλαίῳ ὀμφακίνῳ, οἶνος μυρτίτης σὺν ἑψήματι, ἐλελισφάκου ἕψημα σμώμενον, ἐλάτης ὁμοίως·