Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(98) ξανθὰς δὲ ποιεῖ τὰς τρίχας θέρμων λεπύχανα ἀποβραχέντα σὺν νίτρῳ ἐπὶ ἡμέρας δέκα καὶ μετὰ ταῦτα σμώμενα, κύπρου φύλλα λεῖα σὺν στρουθίου χυλῷ ἐμπλασσόμενα, λυκίου χυλὸς ἐν ὕδατι συνεχῶς σμώμενος, λωτοῦ τοῦ δένδρου ἀφέψημα τῶν πρισμάτων, ξάνθιον καταπλασσόμενον προεκνιτρωθεισῶν 〈τῶν τριχῶν〉· καὶ τὸ στέαρ τὸ βόειον ποιεῖ ἑψόμενον μετὰ κονίας 〈τῆς〉 ἀπὸ δρυίνων ἢ φηγίνων ξύλων, εἶτα ἀναπλασσόμενον εἰς σφαίρας, ἐπὶ δὲ τῆς χρήσεως λυόμενον ὕδατι καὶ ἐγχριόμενον ἐν ἡλίῳ· ἢ τρὺξ ὄξους κεκαυμένη μετὰ σχινίνου 0 ἢ βαλανίνου ἐλαίου δι’ ὅλης τῆς νυκτὸς καταχρισθεῖσα.