Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(90) τὰ δὲ καταπινόμενα ὀστέα ἢ ἀκάνθας καὶ ἐμπηγνύμενα τῷ στομάχῳ κομιεῖ στέαρ ἡμίεφθον ἐνάψας λίνῳ κατατρήσας, ἀναγκάσας τε καταπιεῖν, καὶ μετὰ τοῦτο ἀνασπάσας ῥόθιον διὰ τοῦ ἀπηρτημένου λίνου· εἴωθε γὰρ συνεφέλκεσθαι τὸ ἐρηρεικὸς ἢ πεπηγός. δύναται δὲ καὶ διὰ σπογγίου ἁπαλοῦ ἢ ἐρίου ἢ κρεαδίων ἐντετμημένων τὸ αὐτὸ γενέσθαι· δεῖ δὲ σὺν ὕδατι καταπίνειν, ἢ ἄρτου ἁπαλοῦ τὸ ἐντὸς διδόναι καταπίνειν, ἢ σῦκα ξηρὰ μεμασημένα.

(91) τοὺς δὲ ἀποκεκομμένους τὴν φωνὴν ὠφελεῖ πράσου χυλὸς καταρροφούμενος, κράμβη ὠμὴ διαμασωμένη τοῦ χυλοῦ ἐπιρροφουμένου, ῥοφήματα διὰ κυμίνου καὶ πράσου καὶ ἀλεύρου λαμβανόμενα, χαλβάνης ὅσον κύαμος μιγὲν ἐπιμελῶς μέλιτι καταπινόμενον.