Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(87) συναγχικοὺς δὲ ὠφελεῖ ὅσα δύναται ἀποσπᾶν ὑγρασίαν· χαλᾶται γὰρ οὕτως ἡ ξηρασία καὶ ἡ πύκνωσις τῶν μερῶν. ἔστι δὲ 〈ταῦτα〉 ἀναγαργαριζόμενα· ὕσσωπον μετὰ σύκου ἐν ὕδατι ἡψημένον, λιβανωτὸς σὺν γλυκεῖ καὶ μέλιτι ἢ ὀξυμέλιτι, ῥαφάνου σπέρμα λεῖον σὺν ὀξυμέλιτι, σινήπεως ἐδωδίμου κύαθοι δύο σὺν μέλιτος θερμοῦ κυάθῳ ἑνί. (88) 〈καὶ〉 διαχριόμενα δέ χελιδόνων κεκαυμένων σποδιὰ σὺν μέλιτι, χολὴ βοεία σὺν μέλιτι.

ἰδίως δὲ ποιεῖ τῆς θαλασσίας χελώνης 〈χολή〉, χρυσοκόλλα μετὰ μέλιτος — κινεῖ δὲ καὶ ἔμετον —, ἅλες μιγέντες ὄξει καὶ μέλιτι καὶ νίτρῳ, ἐλατήριον μετ’ ἐλαίου παλαιοῦ ἢ μέλιτος ἢ χολῆς ταυρείας, κρομύων χυλὸς μετ’ ἐλαίου, Κενταυ ρείου χυλὸς μετὰ μέλιτος, ὄνοι οἱ ὑπὸ ταῖς ὑδρίαις σὺν μέλιτι, πίσσα σὺν μέλιτι. ἐπιτίθενται δὲ τῷ ἀνθερεῶνι καὶ τῷ τραχήλῳ ὠφελίμως ἅλες μετὰ πίσσης λεῖοι ἐν ὀθονίῳ. (89) ὠφελεῖ δὲ τοὺς συναγχικοὺς ἐν ποτῷ διδομένη χελιδόνων ἐσκελετευμένων 〈· α′ σὺν ὕδατι, κάμπη ξηρὰ κοπεῖσα καὶ ποθεῖσα σὺν μελικράτῳ.