Euporista vel De simplicibus medicinis

Dioscurides Pedianus

Dioscorides Pedianus. Pedanii Dioscuridis Anazarbei de materia medica libri quinque, Vol. 3. Wellmann, Max, editor. Berlin: Weidmann, 1914

(86) τὰς δὲ κεχαλασμένας σταφυλὰς συστέλλει ἀναγαργαριζόμενα· μέλι, κνίδης χυλός, ὀξύκρατον, κοκκυμηλέας φύλλων ἀφέψημα σὺν οἴνῳ, ὀριγάνου ἀφέψημα σὺν οἴνῳ. διαχριόμενα δὲ ὠφελεῖ σὺν μέλιτι· ἅλες, ὀμφάκιον, ὀπὸς σιλφίου, στυπτηρία, κηκὶς μετὰ ἁλὸς καὶ πεπέρεως καὶ μέλιτος. προσαπτόμενα δὲ ξηρὰ ὠφελεῖ· βαλαύστιον, χαλκοῦ ἄνθος, χαλκῖτις λεία, στυπτηρία σχιστή, μίσυ, κηκίς, ὀπὸς Παρθικός, ἐλαίας Αἰθιοπικῆς δάκρυον, αἰθάλη 〈ἡ〉 ἀπὸ τῶν ἀνθράκων, ἅλες.